[Περὶ τοῦ κέρατος τῆς Ἀμαλθείας.] Φασὶν ὡς Ἡρακλῆς τὸ Ἀμαλθείας κέρας καλούμενον πανταχοῦ περιέφερεν, ἐξ οὗ ἐγίνετο αὐτῷ ὅσα ἐβούλετο εὐξαμένῳ. ἡ δὲ ἀλήθεια ἥδε. Ἡρακλῆς ἀποδημῶν κατὰ Βοιωτίαν μετὰ Ἰολάου τοῦ ἀδελφιδοῦ καταλύει ἐν Θεσπιαῖς ἔν τινι πανδοκείῳ, ἐν ᾧ ἐτύγχανε γυνὴ καλουμένη Ἀμάλθεια πανδοκεύουσα, ὡραία καὶ καλὴ σφόδρα. Ἡρακλῆς δὲ ἡδόμενος αὐτῇ πλείονα χρόνον ἐπεξενοῦτο. Ἰόλαος δὲ βαρέως φέρων ἐπινοεῖ τὴν ἐμπολὴν τῆς Ἀμαλθείας ἐν κέρατι κειμένην ἀφελέσθαι, ἐξ ἧς ἐμπολῆς ὅ τι ἤθελεν ὠνεῖτο ἑαυτῷ τε καὶ Ἡρακλεῖ. ἔλεγον οὖν οἱ συνέκδημοι Ἡρακλῆς τὸ Ἀμαλθείας κέρας ἔσχεν, ἐξ οὗ ὠνεῖτο ὅσα βούλοιτο ἑαυτῷ. ἐκ τούτων οὖν ὁ μῦθος προσανεπλάσθη, καὶ οἱ γραφεῖς γράφοντες ‹τὸν Ἡρακλέα› προσγράφουσι τὸ Ἀμαλθείας κέρας. — — — [Περὶ Ὑακίνθου διήγημα.] Ὑάκινθος Ἀμυκλαῖον ἦν μειράκιον καὶ καλόν· εἰς τοῦτον εἶδε μὲν ὁ Ἀπόλλων, εἶδε δὲ καὶ ὁ Ζέφυρος· καὶ ἄμφω κατείχοντο τῇ μορφῇ, καὶ φιλότιμος ἦν ἀφ’ ὧν εἶχεν ἑκάτερος. ἐτόξευε μὲν ὁ Ἀπόλλων, ἔπνει δὲ ὁ Ζέφυρος· μέλη μὲν ἦν τὰ παρ’ ἐκείνου καὶ ἡδονή, φόβος δὲ τὰ παρὰ τούτου καὶ ταραχή. ῥέπει πρὸς τὸν δαίμονα τὸ μειράκιον, καὶ Ζέφυρον ὑπὸ ζηλοτυπίας ὁπλίζει πρὸς πόλεμον. μετὰ ταῦτα ἦν γυμνασία τῷ μειρακίῳ καὶ τιμωρία παρὰ Ζεφύρου. δίσκος ἦν ὁ πρὸς τὴν ἀναίρεσιν ἐκείνου διακονήσας, ὑπὸ τούτου μὲν ἀφεθείς, ὑπ’ ἐκείνου δὲ ἐνεχθείς. καὶ ὁ μὲν ἐτεθνήκει, τὴν Γῆν δὲ οὐκ ἦν ἔρημον ὑπομνήματος ἀφεῖναι τὴν συμφοράν, ἀλλὰ τὸ ἄνθος ἀντὶ τοῦ μειρακίου γίνεται καὶ τοὔνομα δέχεται. λέγουσι δ’ ὅτι καὶ τῆς προσηγορίας ἐν φύλλοις ἐπιγέγραπται τὸ προοίμιον. [Περὶ Μαρσύου διήγημα.] Ὁ Μαρσύας ἀγροῖκος ἦν, γίνεται δ’ οὕτω μουσικός. ἐμίσησεν Ἀθηνᾶ τοὺς αὐλούς· οὐκ ὀλίγον γὰρ ἀφῃροῦντο τοῦ κάλλους. ἡ πηγὴ τὴν εἰκόνα δεξαμένη τὸ συμβὰν ἐδίδαξεν. οὕτω δὲ ἐρριμμένων τῶν αὐλῶν ὁ Μαρσύας ὑφίσταται. προσάπτει οὖν τοῖς χείλεσιν ἀνελὼν αὐτοὺς ὁ ποιμήν· οἱ δὲ ᾖδον θείᾳ δυνάμει καὶ ἄκοντος τοῦ χρωμένου. τέχνην ὁ Μαρσύας ἐνόμισεν εἶναι τὴν δύναμιν, καὶ χωρεῖ μὲν κατὰ Μουσῶν, χωρεῖ δὲ κατὰ Ἀπόλλωνος λέγων οὐδὲ θέλειν εἶναι λοιπόν, ἂν μὴ πλεονεκτήσῃ τοῦ δαίμονος. ἐν ἐκείνῃ τῇ φιλονεικίᾳ νικᾶται, καὶ τὸ δέρμα μετὰ τὴν ἧτταν ἐκδύεται. εἶδον ἐγὼ ποταμὸν ἐν Φρυγίᾳ· Μαρσύας ὄνομα τῷ ποταμῷ· καὶ ἔλεγον οἱ Φρύγες ὅτι τὸ ῥεῦμα τοῦτο ἐξ αἵματός ἐστι τοῦ Μαρσύου. [Περὶ Φάωνος.] Τῷ Φάωνι βίος ἦν περὶ πλοῖον εἶναι καὶ θάλασσαν. Τῷ Φάωνι βίος ἦν περὶ πλοῖον εἶναι καὶ θάλασσαν. πορθμὸς ἦν ἡ θάλασσα· ἔγκλημα δὲ οὐδὲν παρ’ οὐδενὸς ἐκομίζετο, ἐπεὶ καὶ μέτριος ἦν καὶ παρὰ τῶν ἐχόντων μόνον ἐδέχετο. θαῦμα ἦν τοῦ τρόπου παρὰ τοῖς Λεσβίοις. ἐπαινεῖ τὸν ἄνθρωπον ἡ θεός· Ἀφροδίτην λέγουσι τὴν θεόν· καὶ ὑποδῦσα θέαν ἀνθρώπου, γυναικὸς ἤδη γεγηρακυίας, τῷ Φάωνι διαλέγεται περὶ πλοῦ. ταχὺς ἦν ἐκεῖνος καὶ διακομίσαι καὶ μηδὲν ἀπαιτῆσαι. τί οὖν ἐπὶ τούτοις ἡ θεός; ἀμεῖψαί φασι τὸν ἄνθρωπον, καὶ ἀμείβεται νεότητι καὶ κάλλει τὸν γέροντα. οὗτος ὁ Φάων ἐστίν, ἐφ’ ᾧ τὸν ἔρωτα αὑτῆς ἡ Σαπφὼ πολλάκις ἐμελοποίησεν. [Περὶ Λάδωνος διήγημα.] Ἔδοξε τῇ Γῇ Λάδωνι τῷ ποταμῷ πρὸς συνουσίαν ἐλθεῖν· καὶ ἐπεὶ συνῆλθον ἀλλήλοις, κύει μὲν ἡ Γῆ, τίκτεται δὲ ἡ Δάφνη. φιλεῖ δὲ ἐκείνην ὁ Πύθιος, καὶ ῥήματα ἦν ἐραστοῦ πρὸς τὴν κόρην. ἀλλ’ ἡ Δάφνη τὴν σωφροσύνην ἐφίλει. διώκειν οὖν ἔδει, καὶ ἐδιώκετο. πρὶν δὲ ἀπειπεῖν ἐν τῇ φυγῇ, παρακαλεῖ τὴν μητέρα αὑτῆς πάλιν αὐτὴν εἴσω ποιῆσαι καὶ τηρῆσαι οἵα γεγένηται. ἡ μὲν οὖν ὧδε ἐποίει καὶ τὴν Δάφνην εἶχεν ἐν ἑαυτῇ· κατὰ δὲ τὸ μέρος ἐκεῖνο εὐθὺς ἀνεπήδα φυτόν. καὶ παραπεσὼν αὐτῷ κατὰ τὴν ἀκμὴν τοῦ ἔρωτος ὁ θεὸς οὐκ εἶχεν ὅπως ἀποστῇ τοῦ φυτοῦ· ἀλλ’ αἵ τε χεῖρες ἀνελαμβάνοντο καὶ ἡ κεφαλὴ τὸ λοιπὸν ἐκοσμεῖτο. λέγεται δὲ καὶ ὁ τρίπους οὐκ ἄνευ τῆς δάφνης ἱδρῦσθαι κατὰ Βοιωτίαν ἐπὶ τοῦ χάσματος.