<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg1553.tlg001.1st1K-grc1"><div type="textpart" subtype="chapter" xml:base="urn:cts:greekLit:tlg1553.tlg001.1st1K-grc1" n="44"><head>[Περὶ Ὀμφάλης.]</head><p>Εἴρηται περὶ Ὀμφάλης ὡς Ἡρακλῆς λατρεύει παρ’ αὐτῇ. μάταιος δὲ ὁ λόγος. ἐξὸν γὰρ κἀκείνης καὶ τῶν ὑπαρχόντων αὐτῇ δεσπόζειν *****. ἐγένετο οὖν τοιόνδε τι. Ὀμφάλη ἦν Ἰαρδάνου θυγάτηρ Λυδῶν βασιλέως. αὕτη ἀκούσασα τὴν ἰσχὺν Ἡρακλέους, προσεποιήθη ἐρᾶν αὐτοῦ. πλησιάσας δὲ Ἡρακλῆς ἔρωτι ἑάλω αὐτῆς, γεννᾷ δὲ ἐξ αὐτῆς υἱόν· ἡδόμενος δὲ αὐτῇ ἐποίει ὅ τι προστάττοι Ὀμφάλη. οἱ δὲ εὐήθεις ὑπέλαβον λατρεύειν αὐτὸν αὐτῇ.</p></div><div type="textpart" subtype="chapter" xml:base="urn:cts:greekLit:tlg1553.tlg001.1st1K-grc1" n="45"><head>[Περὶ τοῦ κέρατος τῆς Ἀμαλθείας.]</head><p>Φασὶν ὡς Ἡρακλῆς τὸ Ἀμαλθείας κέρας καλούμενον πανταχοῦ περιέφερεν, ἐξ οὗ ἐγίνετο αὐτῷ ὅσα ἐβούλετο εὐξαμένῳ. ἡ δὲ ἀλήθεια ἥδε. Ἡρακλῆς ἀποδημῶν κατὰ Βοιωτίαν μετὰ Ἰολάου τοῦ ἀδελφιδοῦ καταλύει ἐν Θεσπιαῖς ἔν τινι πανδοκείῳ, ἐν ᾧ ἐτύγχανε γυνὴ καλουμένη Ἀμάλθεια πανδοκεύουσα, ὡραία καὶ καλὴ σφόδρα. Ἡρακλῆς δὲ ἡδόμενος αὐτῇ πλείονα χρόνον ἐπεξενοῦτο. Ἰόλαος δὲ βαρέως φέρων ἐπινοεῖ τὴν ἐμπολὴν τῆς Ἀμαλθείας ἐν κέρατι κειμένην ἀφελέσθαι, ἐξ ἧς ἐμπολῆς ὅ τι ἤθελεν ὠνεῖτο ἑαυτῷ τε καὶ Ἡρακλεῖ. ἔλεγον οὖν οἱ συνέκδημοι <q>Ἡρακλῆς τὸ Ἀμαλθείας κέρας ἔσχεν, ἐξ οὗ ὠνεῖτο ὅσα βούλοιτο ἑαυτῷ.</q> ἐκ τούτων οὖν ὁ μῦθος προσανεπλάσθη, καὶ οἱ γραφεῖς γράφοντες ‹τὸν Ἡρακλέα› προσγράφουσι τὸ Ἀμαλθείας κέρας.</p><p>— — —</p></div><div type="textpart" subtype="chapter" xml:base="urn:cts:greekLit:tlg1553.tlg001.1st1K-grc1" n="46"><head>[Περὶ Ὑακίνθου διήγημα.]</head><p>Ὑάκινθος Ἀμυκλαῖον ἦν μειράκιον καὶ καλόν· εἰς τοῦτον εἶδε μὲν ὁ Ἀπόλλων, εἶδε δὲ καὶ ὁ Ζέφυρος· καὶ ἄμφω κατείχοντο τῇ μορφῇ, καὶ φιλότιμος ἦν ἀφ’ ὧν εἶχεν ἑκάτερος. ἐτόξευε μὲν ὁ Ἀπόλλων, ἔπνει δὲ ὁ Ζέφυρος· μέλη μὲν ἦν τὰ παρ’ ἐκείνου καὶ ἡδονή, φόβος δὲ τὰ παρὰ τούτου καὶ ταραχή. ῥέπει πρὸς τὸν δαίμονα τὸ μειράκιον, καὶ Ζέφυρον ὑπὸ ζηλοτυπίας ὁπλίζει πρὸς πόλεμον. μετὰ ταῦτα ἦν γυμνασία τῷ μειρακίῳ καὶ τιμωρία παρὰ Ζεφύρου. δίσκος ἦν ὁ πρὸς τὴν ἀναίρεσιν ἐκείνου διακονήσας, ὑπὸ τούτου μὲν ἀφεθείς, ὑπ’ ἐκείνου δὲ ἐνεχθείς. καὶ ὁ μὲν ἐτεθνήκει, τὴν Γῆν δὲ οὐκ ἦν ἔρημον ὑπομνήματος ἀφεῖναι τὴν συμφοράν, ἀλλὰ τὸ ἄνθος ἀντὶ τοῦ μειρακίου γίνεται καὶ τοὔνομα δέχεται. λέγουσι δ’ ὅτι καὶ τῆς προσηγορίας ἐν φύλλοις ἐπιγέγραπται τὸ προοίμιον.</p></div></div></body></text></TEI>