[Περὶ Ἀλκήστιδος.] Περὶ Ἀλκήστιδος εἴρηται μῦθος τραγικώδης, ὡς δή, μέλλοντός ποτε Ἀδμήτου ἀποθανεῖσθαι, αὕτη εἵλετο ὑπὲρ αὐτοῦ θανεῖν, καὶ ὡς Ἡρακλῆς αὐτὴν διὰ τὴν εὐσέβειαν ἀφελόμενος τὸν Θάνατον [καὶ ἀναγαγὼν ἐκ τοῦ ιδου] ἀπέδωκεν Ἀδμήτῳ. ἐμοὶ δὲ δοκεῖ μηδένα ἀποθανόντα δύνασθαί τινα ἀναβιῶναι ποιῆσαι. ἀλλ’ ἐγένετο τοιόνδε τι. ἐπειδὴ Πελίαν ἀπέκτειναν αἱ θυγατέρες, Ἄκαστος ὁ Πελίου ἐδίωκεν αὐτὰς ἀνταποκτεῖναι θέλων ἀντὶ τοῦ πατρός. καὶ τὰς μὲν ἄλλας λαμβάνει· Ἄλκηστις δὲ φεύγει εἰς Φερὰς πρὸς Ἄδμητον ἀνεψιὸν αὐτῆς, καὶ καθεζομένην ἐπὶ τῆς ἑστίας οὐκ ἠδύνατο Ἄδμητος Ἀκάστῳ ἔκδοτον ἐξαιτουμένῳ δοῦναι. ὁ δὲ παρακαθίσας στρατιὰν πολλὴν περὶ τὴν πόλιν ἐπυρπόλει αὐτούς. ἐπεξιὼν δὲ ὁ Ἄδμητος νύκτωρ, ἐντυχὼν λοχαγοῖς συνελήφθη ζῶν. ἠπείλει δὲ Ἄκαστος ἀποκτεῖναι αὐτόν, εἰ μὴ παραδώσει τὴν ‹Ἄλκηστιν› ἱκέτιν οὖσαν. πυθομένη οὖν Ἄλκηστις ὅτι μέλλει ἀναιρεῖσθαι Ἄδμητος δι’ αὐτήν, ἐξελθοῦσα ἑαυτὴν παρέδωκε. τὸν μὲν οὖν Ἄδμητον ἀφίησιν Ἄκαστος, ἐκείνην δὲ συλλαμβάνει. ἔλεγον οὖν οἱ ἄνθρωποι ἀνδρεία γε ἡ Ἄλκηστις· ἑκοῦσα ὑπεραπέθανεν Ἀδμήτου. τοῦτο μέντοι οὐκ ἐγένετο, ὡς ὁ μῦθός φησι. κατὰ γὰρ τοῦτον τὸν καιρὸν Ἡρακλῆς ἧκεν ἔκ τινος τόπου ἄγων τὰς Διομήδους ἵππους. τοῦτον ἐκεῖσε πορευόμενον ἐξένισεν Ἄδμητος. ὀδυρομένου δὲ τοῦ Ἀδμήτου τὴν συμφορὰν τῆς Ἀλκήστιδος, ἀνακτησάμενος Ἡρακλῆς ἐπιτίθεται τῷ Ἀκάστῳ καὶ τὴν στρατιὰν αὐτοῦ διαφθείρει· καὶ τὰ μὲν λάφυρα τῇ ἑαυτοῦ στρατιᾷ διανέμει, τὴν δὲ Ἄλκηστιν τῷ Ἀδμήτῳ παραδίδωσιν. ἔλεγον οὖν οἱ ἄνθρωποι ὡς ἐντυχὼν Ἡρακλῆς ἐκ τοῦ θανάτου ἐρρύσατο τὴν Ἄλκηστιν. τούτων γενομένων ὁ μῦθος ἀνεπλάσθη. [Περὶ Ζήθου καὶ Ἀμφίονος.] Περὶ Ζήθου καὶ Ἀμφίονος ἱστοροῦσιν ἄλλοι τε καὶ Ἡσίοδος ὅτι κιθάρᾳ τὸ τεῖχος τῆς Θήβης ἐτείχισαν. δοκοῦσι δὲ ἔνιοι κιθαρίζειν ‹μὲν› αὐτούς, τοὺς δὲ λίθους αὐτομάτως ἀναβαίνειν ἐπὶ τὸ τεῖχος. τὸ δὲ ἀληθὲς ἔχει ὧδε. κιθαρῳδοὶ οὗτοι ἄριστοι ἐγένοντο καὶ ἐπεδείκνυντο μισθῷ. ἀργύριον δὲ οὐκ εἶχον οἱ τότε ἄνθρωποι. ἐκέλευον οὖν οἱ περὶ τὸν Ἀμφίονα, εἴ τις βούλοιτο ἀκούειν αὐτῶν, ἐρχόμενος ἐργάζεσθαι ἐπὶ τὸ τεῖχος· οὐ μέντοι οἱ λίθοι εἵποντο ἀκροώμενοι. εὐλόγως οὖν ἔλεγον οἱ ἄνθρωποι ὅτι λύρᾳ τὸ τεῖχος ἐτειχίσθη. [Περὶ Ἰοῦς.] Φασὶ τὴν Ἰὼ ὡς ἐκ γυναικὸς βοῦς γενομένη καὶ οἰστρήσασα, διὰ τῆς θαλάσσης εἰς Αἴγυπτον ἐξ Ἄργους ἀφίκετο. ὅπερ ἐστὶν ἀπίθανον, τὸ *** καὶ τοσαύτας ἡμέρας ἄσιτον μένειν. τὸ δὲ ἀληθὲς ἔχει ὧδε. Ἰὼ βασιλέως τῶν Ἀργείων ἦν θυγάτηρ. ταύτῃ οἱ ἀπὸ τῆς πόλεως τιμὴν ἔδωκαν ἱέρειαν εἶναι τῆς Ἥρας τῆς Ἀργείας. αὕτη ἔγκυος γενομένη καὶ δείσασα τὸν πατέρα καὶ τοὺς πολίτας ἔφυγεν ἐκ τῆς πόλεως. οἱ δὲ Ἀργεῖοι κατὰ ζήτησιν ἐξιόντες, ὅπου δἂν εὗρον συλλαμβάνοντες ἐν δεσμοῖς εἶχον. ἔλεγον οὖν ὥσπερ βοῦς οἰστρήσασα διαφεύγει **** καὶ τελευταῖον ἐμπόροις τισὶ ξένοις δίδωσιν ἑαυτὴν καὶ ἱκετεύει ἐξάγειν εἰς Αἴγυπτον, ἔνθα ἀφικομένη τίκτει. καὶ ὁ μῦθος προσανεπλάσθη. [Περὶ Μηδείας.] Ἡ Μήδεια φασὶ ‹μὲ›ν ὡς ἀφέψουσα τοὺς πρεσβυτέρους νέους ἐποίει, οὐδένα δὲ δείκνυται νέον ποιήσασα· ὃν δὲ ἥψησε πάντως ἀπέκτεινεν. ἐγένετο δέ τι τοιοῦτον. Μήδεια πρώτη ἐφεῦρεν ἄνθος τὸ πυρρὸν καὶ τὸ μέλαν. τοὺς οὖν γέροντας ἐκ πολιῶν μέλανας ‹καὶ πυρροὺς› ἐποίει φαίνεσθαι· βάπτουσα γὰρ αὐτοὺς τὰς λευκὰς τρίχας εἰς μελαίνας καὶ πυρρὰς μετέβαλεν. *** πυρίαν πρώτη Μήδεια ἐφεῦρεν ἀνθρώποις ὄφελος. ἐπυρία οὖν τοὺς βουλομένους, οὐκ ἐν τῷ προφανεῖ, ἵνα μή τις μάθῃ τῶν ἰατρῶν, πυριῶσα δὲ ὥρκου μηδενὶ μηνύειν. ὄνομα δὲ ἦν τῷ πυριάματι παρέψησις. ὥσπερ οὖν καὶ κουφότεροι καὶ ὑγιεινότεροι ἐγίνοντο οἱ ἄνθρωποι πυριώμενοι. ἐκ δὴ τούτου, ὁρῶντες παρ’ αὐτῇ λέβητας καὶ πῦρ, ἐπείσθησαν ὡς ἕψει τοὺς ἀνθρώπους. ὁ δὲ Πελίας, ἄνθρωπος γέρων καὶ ἀσθενής, πυριώμενος ἀπέθανεν. ἐντεῦθεν ὁ μῦθος. [Περὶ Ὀμφάλης.] Εἴρηται περὶ Ὀμφάλης ὡς Ἡρακλῆς λατρεύει παρ’ αὐτῇ. μάταιος δὲ ὁ λόγος. ἐξὸν γὰρ κἀκείνης καὶ τῶν ὑπαρχόντων αὐτῇ δεσπόζειν *****. ἐγένετο οὖν τοιόνδε τι. Ὀμφάλη ἦν Ἰαρδάνου θυγάτηρ Λυδῶν βασιλέως. αὕτη ἀκούσασα τὴν ἰσχὺν Ἡρακλέους, προσεποιήθη ἐρᾶν αὐτοῦ. πλησιάσας δὲ Ἡρακλῆς ἔρωτι ἑάλω αὐτῆς, γεννᾷ δὲ ἐξ αὐτῆς υἱόν· ἡδόμενος δὲ αὐτῇ ἐποίει ὅ τι προστάττοι Ὀμφάλη. οἱ δὲ εὐήθεις ὑπέλαβον λατρεύειν αὐτὸν αὐτῇ.