[Περὶ Μελιῶν γενεᾶς.] Καὶ τἄλλα φαύλως εἶπον καὶ τὸ πρῶτον γένος ἀνθρώπων ἐκ μελιῶν γενέσθαι [φασίν]. ἐμοὶ δὲ δοκεῖ ἀμήχανον ἐκ ξύλων ἀνθρώπους γενέσθαι. ἀλλὰ Μέλιός τις ἐγένετο καὶ Μελίαι ἐκλήθησαν ἀπὸ τούτου, ὥσπερ Ἕλληνες ἀπὸ Ἕλληνος καὶ Ἴωνες ἀπὸ Ἴωνος. ἀλλ’ ἐκεῖνο μὲν ἐφθάρη τὸ γένος ὅλον, καὶ δὴ καὶ τὸ ὄνομα ἀπέσβη. σιδηρᾶ δὲ καὶ χαλκῆ γενεὰ οὐδέποτε ἐγένετο, ἀλλ’ ἐφλυαρήθη ταῦτα. [Περὶ Ἡρακλέους.] Τοῦτο δὲ καὶ περὶ Ἡρακλέους ἐγένετο. λέγεται ὡς ἐφ’ ἑαυτῷ ἔσχε φύλλα ****** ὁ οὖν Φιλοίτης ****** εἴτε καὶ ἰδιώτης ὑπάρχων ἐπινοήσας ἔκαυσεν καὶ ὑγιᾶ ἐποίησεν. ὁ δὲ λόγος ἐλέχθη οὕτως ἐντεῦθεν. [Περὶ τοῦ Κήτους.] Περὶ τοῦ Κήτους τάδε λέγεται, ὡς τοῖς Τρωσὶν ἐκ τῆς θαλάσσης ἐπεφοίτα καί, εἰ μὲν αὐτῷ δοῖεν κόρας εἰς βοράν, ἀπῄει, εἰ δὲ μή, ἐλυμαίνετο τὴν χώραν αὐτῶν. ὡς δὲ μάταιόν ἐστιν ἄνδρας ἰχθύσι συνθήκας τίθεσθαι, τίς οὐκ οἶδεν; ἀλλ’ ἦν τοῦτο. ἀνὴρ βασιλεὺς μέγας καὶ πολλὴν ἔχων δύναμιν εἶχε ναυτικὸν πολύ, ὃς κατεστρέψατο ἅπαν τῆς Ἀσίας τὸ παραθαλάσσιον, οἵτινες καὶ φόρον, ὃν καὶ δασμὸν καλοῦσιν, ἐτέλουν. ἀργυρίῳ μὲν οὖν οἱ τότε ἄνθρωποι οὐκ ἐχρῶντο, ἀλλὰ σκεύεσι· προσετέτακτο δὲ τῶν πόλεων αἷς μὲν ἵππους διδόναι, αἷς δὲ βόας, αἷς δὲ κόρας. τούτῳ τῷ βασιλεῖ ὄνομα ἦν Κήτων, οἱ δὲ βάρβαροι αὐτὸν ἐκάλουν Κῆτος. περιέπλει οὖν κατὰ τὸν δέοντα χρόνον ἀπαιτῶν τὸν δασμόν· ὅσοι δὲ μὴ ἀπεδίδοσαν ἐκακοῦντο τὰς χώρας. ἔρχεται δὲ εἰς Τροίαν καθ’ ὃν χρόνον ἧκε καὶ Ἡρακλῆς ἔχων στρατιὰν Ἑλλήνων. μισθοῦται δὲ αὐτὸν Λαομέδων ὁ βασιλεὺς ἀρῆξαι τοῖς Τρωσίν. ἀποβιβάσας δὲ τὴν στρατιὰν ὁ Κήτων ὡδοιπόρει· ὑπαντήσαντες δὲ αὐτῷ Ἡρακλῆς τε καὶ Λαομέδων ἑκάτεροι ἔχοντες τὴν ἑαυτῶν στρατιάν, ἀναιροῦσιν αὐτόν. οὗ γενομένου προσανεπλάσθη ὁ μῦθος. [Περὶ Ὕδρας.] Λέγεται καὶ περὶ τῆς ὕδρας τῆς Λερναίας ὅτι ὄφις ἦν ἔχων πεντήκοντα κεφαλάς, σῶμα δὲ ἕν, καὶ ἐπειδὴ αὐτῆς ἀφέλοιτο μίαν Ἡρακλῆς κεφαλήν, δύο ἀνεφύοντο. καὶ ὁ καρκίνος δὲ ἦλθε βοηθῶν τῇ ὕδρᾳ· καὶ τότε δὴ ὁ Ἰόλαος ἀμύνει τῷ Ἡρακλεῖ, ἐπειδὴ καὶ τῇ ὕδρᾳ ἤμυνεν ὁ καρκίνος. τούτων δὲ εἴ τις πείθεταί τι γενέσθαι, μάταιός ἐστιν· γελοία γὰρ καὶ ἡ ὄψις· καὶ πῶς, ὁπότε ἀφέλοιτο μίαν κεφαλήν, ὑπὸ τῶν λοιπῶν οὐ κατησθίετο καὶ ἤλγει; ἦν οὖν τοιοῦτον. Λέρνος ἦν βασιλεύς του χωρίου, ἔσχε δὲ ἀπ’ ἐκείνου τὸ ὄνομα καὶ τὸ χωρίον (ᾤκουν δὲ πάντες οἱ ἄνθρωποι τότε κατὰ κώμας, καὶ τοῦτο τὸ χωρίον Ἀργεῖοι νῦν ἔχουσιν). ἦσαν δὲ πόλεις τότε Ἄργος, Μυκήνη, Τυρήνη, Λέρνη, καὶ βασιλεὺς ἐφ’ ἐκάστῳ ἐτέτακτο τῶν χωρίων τούτων. οἱ μὲν οὖν ἄλλοι βασιλεῖς Εὐρυσθεῖ τοῦ Σθενέλου τοῦ Περσέως ὑπετάττοντο· εἶχε γὰρ τὸ μέγιστον καὶ πολυανδρότατον, τὰς Μυκήνας· ὁ δὲ Λέρνος οὐκ ἤθελεν αὐτῷ ὑποτετάχθαι. ἐπολέμουν οὖν αὐτῷ διὰ τοῦτο. ἦν δὲ τῷ Λέρνῳ ἐν τῇ εἰσβολῇ τῆς χώρας πολίχνιόν τι καρτερόν, καὶ ἐφρούρουν αὐτὸ πεντήκοντα τοξόται ἀνδρεῖοι, οἳ ἐπῄεσαν ἐπὶ τῷ πύργῳ ἀδιαλείπτως νύκτα καὶ ἡμέραν. ὄνομα δὲ ἦν τῷ πολιχνίῳ Ὕδρα. πέμπει οὖν Εὐρυσθεὺς Ἡρακλέα ἐκπορθήσοντα τὸ πολίχνιον. οἱ δὲ περὶ Ἡρακλέα ἐπυρπόλουν τοὺς ἐπὶ τῷ πύργῳ τοξότας· ὁπότε δέ τις πληγεὶς πέσοι, δύο ἀνέβαινον τοξόται ἀνθ’ ἑνός, ἐπεὶ ἀνδρεῖος ἦν ὁ προανῃρημένος. ἐπεὶ δὲ συνείχετο ὁ Λέρνος ὑπὸ τοῦ Ἡρακλέους τῷ πολέμῳ, μισθοῦται ἐπικούρους Κᾶρας. ἦλθε δὲ αὐτῷ ἄγων τὴν στρατιὰν Καρκίνος ὀνόματι ἀνὴρ μέγας καὶ πολεμικός. καὶ σὺν τούτῳ ἀντεῖχον πρὸς τὸν Ἡρακλέα. εἶτα βοηθεῖ Ἰόλαος ὁ Ἰφικλέους ἀδελφιδοῦς ὢν τῷ Ἡρακλεῖ ἔχων στρατιὰν ἀπὸ Θηβῶν καὶ τὸν πεφυκότα πύργον πρὸς τῇ Ὕδρᾳ προσελθὼν ἐνέπρησε, καὶ σὺν ταύτῃ τῇ δυνάμει ‹ἐκ›πορθεῖ αὐτοὺς ὁ Ἡρακλῆς, καὶ τὴν Ὕδραν ἀναιρεῖ καὶ τὴν στρατιὰν ἀπόλλυσιν. οὗ γενομένου γράφουσι τὴν ὕδραν ὄφιν καὶ τὸν μῦθον προσαναπλάττουσιν. [Περὶ Κερβέρου.] Εἴρηται περὶ Κερβέρου ὡς κύων ὢν τρεῖς εἶχε κεφαλάς. δῆλον δὲ ὅτι καὶ οὗτος ἀπὸ τῆς πόλεως ἐκλήθη Τρικάρηνος, ὥσπερ ὁ Γηρυόνης· ἔλεγον δὲ οἱ ἄνθρωποι καλός τε καὶ μέγας ὁ Τρικάρηνος κύων. εἴρηται δὲ περὶ αὐτοῦ ὡς Ἡρακλῆς αὐτὸν ἐξ ιδου ἀνήγαγε, μυθικῶς. ἐγένετο δὲ τοιόνδε τι. Γηρυόνῃ ἐπὶ ταῖς βουσὶν ἦσαν κύνες μεγάλοι καὶ νεανίαι, ὀνόματα δὲ ἦν αὐτοῖς τῷ μὲν Κέρβερος, τῷ δὲ Ὄρθος. τὸν μὲν οὖν Ὄρθον Ἡρακλῆς ἐν Τρικαρηνίᾳ πρὶν περιελάσαι τὰς βοῦς ἀναιρεῖ· ὁ δὲ Κέρβερος συνηκολούθει ταῖς βουσίν. ἐπιθυμήσας δὲ τοῦ κυνὸς ἀνὴρ Μυκηναῖος ὄνομα Μολοττός, τὸ μὲν πρῶτον ᾔτει τὸν Εὐρυσθέα ἀποδόσθαι αὐτῷ τὸν κύνα· οὐ βουλομένου δὲ τοῦ Εὐρυσθέως, ἀναπείθει τοὺς βουκόλους καὶ κατείργνυσι τὸν κύνα ἐν τῇ Λακωνικῇ ἐπὶ Ταινάρῳ ἐν σπηλαίῳ τινὶ τεκνοποιίας ἕνεκα, καὶ ὑφίησιν αὐτῷ κύνας θηλείας ἐμβατεύειν. Εὐρυσθεὺς δὲ πέμπει Ἡρακλέα κατὰ ζήτησιν τοῦ κυνός. ὁ δὲ πᾶσαν Πελοπόννησον περιιὼν ἦλθεν ὅπου αὐτῷ ἐμηνύθη ὁ κύων ὑπάρχειν, καὶ καταβὰς ἀνάγει ἐκ τοῦ ἄντρου τὸν κύνα. ἔλεγον οὖν οἱ ἄνθρωποι διὰ τοῦ ἄντρου καταβὰς εἰς ιδου Ἡρακλῆς ἀνήγαγε τὸν κύνα.