<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg1553.tlg001.1st1K-grc1"><div type="textpart" subtype="chapter" xml:base="urn:cts:greekLit:tlg1553.tlg001.1st1K-grc1" n="30"><head>[Περὶ Φρίξου καὶ Ἕλλης.]</head><p>‹Περὶ Φρίξου› ἱστοροῦσιν ὡς ὁ κριὸς αὐτῷ προὔλεγεν ὅτι ὁ πατὴρ αὐτοὺς μέλλοι θύειν· καὶ λαβὼν τὴν ἀδελφὴν αὐτοῦ ἀναβάς τε ἐπ’ αὐτὸν σὺν αὐτῇ, διὰ τῆς θαλάσσης ἀφίκοντο εἰς τὸν Εὔξεινον πόντον, διὰ τριῶν ἢ τεσσάρων ἡμερῶν τὸ πᾶν διανύσαντες. ὅπερ ἐστὶ δύσπιστον, κριὸν θᾶττον νηὸς διανήχεσθαι, καὶ ταῦτα βαστάζοντα δύο ἀνθρώπους καί που σιτία καὶ ποτὰ καὶ ἑαυτῷ καὶ ἐκείνοις (οὐ γὰρ δήπου ἄσιτοι τοσοῦτον χρόνον διέμενον). εἶτα Φρίξος τὸν τὴν σωτηρίαν αὐτῷ φράσαντα κριὸν καὶ διασώσαντα σφάξας καὶ τὸ δέρμα ἀποδείρας ἔδωκεν ἕδνον Αἰήτῃ τῆς θυγατρὸς αὐτοῦ (ὁ δὲ Αἰήτης τῶν τόπων ἐκείνων τότε ἐβασίλευεν). ὅρα δὲ πῶς καὶ τὰ δέρματα τότε σπάνια ἦν, ὥστε βασιλέα ἕδνον τῆς ἰδίας θυγατρὸς τὸ κώδιον λαβεῖν. ‹ἢ› οὕτω τοῦ μηδενὸς ἀξίαν τὴν ἑαυτοῦ θυγατέρα ἐνόμιζεν; ἤδη δέ τινες, ἵνα τὸν γέλωτα τοῦτον ἐκφύγωσι, <q>χρυσοῦν</q> φασιν <q>ἦν τὸ δέρμα τοῦτο</q>. καὶ εἰ χρυσοῦν τὸ δέρμα ἦν, οὐκ ἐχρῆν τὸν βασιλέα λαβεῖν παρ’ ἀνδρὸς ξένου. λέλεκται δὲ ὅτι καὶ Ἰάσων ἐπὶ τὸ κώδιον τοῦτο τὴν Ἀργὼ ἔστειλε καὶ τοὺς ἀρίστους τῶν Ἑλλήνων. ἀλλ’ οὐκ ἂν οὔθ’ ὁ Φρίξος οὕτως ἀχάριστος ἦν ὥστε τὸν εὐεργέτην ἀνελεῖν, οὔτ’, εἰ ‹καὶ› σμαράγδιον ἦν τὸ κώδιον, ἔπλευσεν ἂν ἡ Ἀργὼ ἐπ’ αὐτό. τὸ δὲ ἀληθὲς ἔχει ὧδε. Ἀθάμας ὁ Αἰόλου τοῦ Ἕλληνος ἐβασίλευσε τῆς Φθίας. ἦν δὲ αὐτῷ ἀνὴρ ἐπίτροπος τῶν χρημάτων καὶ τῆς ἀρχῆς, ὃν μάλιστα πιστὸν ἡγεῖτο καὶ πλείστου ἄξιον, ὄνομα δὲ ἦν αὐτῷ Κριός. ἐπεὶ δὲ ἀπέθανεν ἡ μήτηρ, Φρίξῳ, ὅτι πρεσβύτερος ἦν, τὴν ἀρχὴν ἔδωκεν ******* αἰσθόμενος δὲ ταῦτα ὁ Κριὸς πρὸς μὲν τὸν Ἀθάμαντα οὐδὲν λέγει, πρὸς δὲ τὸν Φρίξον φησί, κελεύων ἀπαλλάττεσθαι αὐτὸν ἐκ τῆς γῆς, καὶ αὐτὸς ναῦν στείλας καὶ ἐνθέμενος ὅ τι ἦν πολλοῦ ἄξιον Ἀθάμαντι καὶ γεμίσας τὴν ναῦν ἁπάντων ἀγαθῶν καὶ χρημάτων, ἐν οἷς καὶ εἰκὼν ἦν, ἣν ἡ μήτηρ Μέροπος, θυγάτηρ Ἡλίου (ὄνομα δ’ ἦν αὐτῇ Κῶς), αὐτὴ ἐκ τῶν ἰδίων χρημάτων ἑαυτῆς [εἰκόνα] ἰσόμετρον χρυσῆν ἐποιήσατο (ἦν δὲ ὁ χρυσὸς πολὺς καὶ λόγος περὶ αὐτοῦ μέγας ἐγίνετο). ἐνέθετο οὖν εἰς τὴν ναῦν ταῦτα καὶ Φρίξον καὶ Ἕλλην, καὶ ᾤχετο ἀπιών. ἡ μὲν οὖν Ἕλλη κατὰ τὸν πλοῦν ἀσθενήσασα ἀπέθανεν (ἐξ ἧς καὶ Ἑλλήσποντος ἐκλήθη)· αὐτοὶ δ’ ἀφικόμενοι εἰς τὸν Φᾶσιν κατοικοῦσιν ἐκεῖ, καὶ γαμεῖ Φρίξος τὴν τοῦ Κόλχων βασιλέως θυγατέρα Αἰήτου, δοὺς ἕδνον τὴν χρυσῆν εἰκόνα τῆς Κῶ. ὕστερον δὲ Ἀθάμαντος τελευτήσαντος Ἰάσων πλεῖ τῇ Ἀργοῖ ἐπὶ τοῦτον τὸν χρυσὸν τῆς Κῶ, ἀλλ’ οὐχὶ δέρμα κριοῦ. οὕτως ἔχει ἡ ἀλήθεια.</p></div><div type="textpart" subtype="chapter" xml:base="urn:cts:greekLit:tlg1553.tlg001.1st1K-grc1" n="31"><head>[Περὶ τῶν Φόρκυνος θυγατέρων.]</head><p>Καὶ περὶ τούτων πολὺ γελοιότερος φέρεται λόγος, ὡς ὁ Φόρκυς εἶχε θυγατέρας τρεῖς, αἵτινες ἕνα ὀφθαλμὸν ἔχουσαι ἀνὰ μέρος ἐχρῶντο· τούτων δὲ ἡ χρωμένη ἐνετίθει αὐτὸν εἰς τὴν κεφαλὴν καὶ οὕτως ἔβλεπε· καὶ οὕτως, μιᾶς αὐτῶν ἀποδιδούσης τῇ ἑτέρᾳ τὸν ὀφθαλμόν, ἔβλεπον πᾶσαι. ἐλθὼν δὲ ὁ Περσεὺς ὀπίσω αὐτῶν ἐν ἠρεμαίῳ βαδίσματι καὶ λαβὼν τὸν ὀφθαλμὸν αὐτῶν, ἔφησεν οὐκ ἀποδώσειν, ἐὰν μὴ φράσωσιν ὅπη ἐστὶν ἡ Γοργώ. φράζουσι δ’ οὖν οὕτως· ὁ δὲ ἀποτεμὼν τὴν κεφαλὴν αὐτῆς, εἰς Σέριφον ἦλθε καὶ δείξας ταύτην τῷ Πολυδέκτῃ, λίθινον αὐτὸν ἐποίησεν. καὶ τοῦτο δὲ γελοιότερον, ἄνδρα ζῶντα ἰδόντα νεκροῦ κεφαλὴν ἀπολιθωθῆναι. τίς γὰρ ἡ δύναμις τοῦ νεκροῦ; ἐγένετο οὖν τοιοῦτόν τι. Φόρκυς ἦν ἀνὴρ Κερναῖος· οἱ δὲ Κερναῖοι γένος μέν εἰσιν Αἰθίοπες, οἰκοῦσι δὲ νῆσον τὴν Κέρνην ἔξω τῶν Ἡρακλείων Στηλῶν, ἀροῦσι δὲ Λιβύην παρὰ τὸν † Ἄννονα ποταμὸν κατ’ εὐθὺ Καρχηδόνος, εἰσὶ δὲ σφόδρα χρυσοῖ. οὗτος ὁ Φόρκυς ἐβασίλευε τῶν νήσων τῶν ἔξω ‹τῶν› Ἡρακλείων Στηλῶν (εἰσὶ δὲ τρεῖς), καὶ ποιεῖ τετράπηχυ ἄγαλμα Ἀθηνᾶς χρυσοῦν. καλοῦσι δὲ Κερναῖοι τὴν Ἀθηνᾶν Γοργώ, ὥσπερ τὴν Ἄρτεμιν Θρᾷκες μὲν Βένδιν, Κρῆτες δὲ Δίκτυναν, Λακεδαιμόνιοι δὲ Οὖπιν. ὁ μὲν οὖν Φόρκυς ἀποθνῄσκει πρὶν εἰς τὸ ἱερὸν ἀναθεῖναι τὸ ἄγαλμα· κατέλιπε δὲ κόρας τρεῖς, Σθενώ, Εὐρυάλην, Μέδουσαν. αὗται γήμασθαι μὲν οὐδενὶ ἠβουλήθησαν, διελόμεναι δὲ τὴν οὐσίαν ἑκάστη νήσου μιᾶς ἦρχε· τὴν δὲ Γοργὼ οὔτε πω ἀναθεῖναί γ’ αὐταῖς ἐδόκει, οὔτε διελεῖν, ἀλλ’ ἐν μέρει κατετίθεντο [ἐναλλὰξ] θησαυρὸν ἑαυταῖς. ἦν δὲ τῷ Φόρκυνι ἑταῖρος, καλός τε καὶ ἀγαθὸς ἀνήρ, καὶ αὐτῷ ἐν παντὶ πράγματι ἐχρῶντο ὥσπερ ὀφθαλμῷ. Περσεὺς δ’ ἀνὴρ φυγὰς ἐξ Ἄργους ἐληίζετο τὰ κατὰ θάλασσαν ἔχων πλοῖα καὶ ἰσχύν τινα περὶ αὑτόν· πυθόμενος δὲ ταύτῃ βασιλείαν εἶναι γυναικῶν καὶ πολύχρυσον μέν, ὀλίγανδρον δέ, ἀφικνεῖται· καὶ πρῶτον μὲν ναυλοχῶν ἐν τῷ πορθμῷ μεταξὺ τῆς Κέρνης καὶ τῆς Σαρπηδονίας, διαπλέοντα παρὰ τῆς ἑτέρας πρὸς τὴν ἑτέραν τὸν Ὀφθαλμὸν λαμβάνει. οὗτος δὲ αὐτῷ φράζει ὅτι ἄλλο μὲν οὐδὲν ἔχει λαβεῖν παρ’ αὐτῶν ἄξιον λόγου ὅ τι μὴ τὴν Γοργώ, μηνύει τε αὐτῆς τὸ πλῆθος τοῦ χρυσοῦ. αὐταὶ δὲ αἱ κόραι, ἐπεὶ οὐχ ἧκεν ὁ Ὀφθαλμὸς ἐν τῷ μέρει κατὰ τὸ εἰρημένον, συνῄεσαν ὁμόσε καὶ ᾐτιᾶτο ἡ ἑτέρα τὴν ἑτέραν. ὁπότε δὲ ἀπηρνοῦντο μὴ ἔχειν, ἐθαύμαζον τί ἂν εἴη τὸ γεγονός. ἐν τούτῳ προσπλεῖ αὐταῖς ὁ Περσεὺς ὁμοῦ οὔσαις, καὶ φράζει ὡς αὐτὸς ἔχει τὸν Ὀφθαλμόν, καί φησι μὴ ἀποδώσειν αὐταῖς, ἐὰν μὴ φράσωσιν ὅπη ἐστὶν ἡ Γοργώ· ἐπηπείλει δὲ καὶ προσαποκτενεῖν μὴ εἰπούσας. ἡ μὲν οὖν Μέδουσα οὔ φησι δείξειν, ἡ δὲ Σθενὼ καὶ ἡ Εὐρυάλη ἔδειξαν. τὴν μὲν οὖν Μέδουσαν ἀποκτείνει, ταῖς δὲ ἄλλαις τὸν Ὀφθαλμὸν ἀποδίδωσι. λαβὼν δὲ τὴν Γοργὼ κατέκοψεν· ἀπαρτισάμενος δὲ τριήρη, ἐπέθηκεν ἐπ’ αὐτῆς τὴν τῆς Γοργοῦς κεφαλὴν καὶ τῇ νηὶ ὄνομα ἔθετο Γοργώ. ἐν ταύτῃ δὲ περιπλέων χρήματα παρὰ τῶν νησιωτῶν εἰσεπράττετο καὶ τοὺς μὴ διδόντας ἀνῄρει. οὕτω δὴ καὶ τοὺς Σεριφίους ᾔτει χρήματα προσπλεύσας· οἱ δὲ ἡμέρας αὐτὸν ᾐτήσαντο, ἐν αἷς συλλέξουσι τὰ χρήματα. συναγαγόντες οὖν λίθους ἀνδρομήκεις ἔθηκαν εἰς τὴν ἀγορὰν καὶ ἐκλιπόντες τὴν Σέριφον ᾤχοντο. προσπλεύσας οὖν πάλιν ὁ Περσεὺς ἐπὶ τὴν ἀπαίτησιν τῶν χρημάτων καὶ ἐλθὼν εἰς τὴν ἀγοράν, ἀνθρώπων μὲν οὐδένα εὗρε, λίθους δὲ ἀνδρομήκεις. τοῖς οὖν λοιποῖς τῶν νησιωτῶν ἔλεγεν ὁ Περσεύς, ἐπειδὴ μὴ παρεῖχον τὰ χρήματα, <q>ὁρᾶτε μή, ὡς Σερίφιοι θεασάμενοι τῆς Γοργοῦς τὴν κεφαλὴν ἀπελιθώθησαν, καὶ ὑμεῖς τοῦτο πάθητε.</q></p></div><div type="textpart" subtype="chapter" xml:base="urn:cts:greekLit:tlg1553.tlg001.1st1K-grc1" n="32"><head>[Περὶ Ἀμαζόνων.]</head><p>Τάδε λέγω καὶ περὶ Ἀμαζόνων, ὅτι οὐ γυναῖκες ἦσαν αἱ στρατεύσασαι, ἀλλ’ ἄνδρες βάρβαροι, ἐφόρουν δὲ χιτῶνας ποδήρεις ὥσπερ αἱ Θρᾷσσαι καὶ τὴν κόμην ἀνεδοῦντο μίτραις, τοὺς δὲ πώγωνας ἐξυρῶντο ὡς καὶ νῦν οἱ † πατηριᾶται παραξίθοοι, καὶ διὰ τοῦτο ἐκαλοῦντο πρὸς τῶν πολεμίων γυναῖκες. Ἀμαζόνες δὲ τὸ γένος μάχεσθαι ἀγαθοὶ ἦσαν· στρατείαν δὲ γυναικὸς οὐδέποτε εἰκὸς γενέσθαι, οὐδὲ γὰρ νῦν οὐδαμοῦ.</p></div><div type="textpart" subtype="chapter" xml:base="urn:cts:greekLit:tlg1553.tlg001.1st1K-grc1" n="33"><head>[Περὶ Ὀρφέως.]</head><p>Ψευδὴς καὶ ὁ περὶ τοῦ Ὀρφέως μῦθος, ὅτι κιθαρίζοντι αὐτῷ ἐφείπετο τετράποδα καὶ ἑρπετὰ καὶ ὄρνεα καὶ δένδρα. δοκεῖ δέ μοι ταῦτα εἶναι. Βάκχαι μανεῖσαι πρόβατα διέσπασαν ἐν τῇ Πιερίᾳ, πολλὰ δὲ καὶ ἄλλα βιαίως εἰργάζοντο τρεπόμεναί τε εἰς τὸ ὄρος διέτριβον ἐκεῖ τὰς ἡμέρας. ὡς δὲ ἔμειναν, οἱ πολῖται, δεδιότες περὶ τῶν γυναικῶν καὶ θυγατέρων, μεταπεμψάμενοι τὸν Ὀρφέα μηχανήσασθαι ἐδέοντο, ὃν τρόπον καταγάγοι ἀπὸ τοῦ ὄρους αὐτάς. ὁ δὲ θυσάμενος τῷ Διονύσῳ ὄργια κατάγει αὐτὰς βακχευούσας κιθαρίζων. αἱ δὲ νάρθηκας τότε πρῶτον ἔχουσαι κατέβαινον ἐκ τοῦ ὄρους καὶ κλῶνας δένδρων παντοδαπῶν· τοῖς δὲ ἀνθρώποις τότε θεασαμένοις τὰ ξύλα θαυμαστὰ ἐφαίνετο, καὶ ἔφασαν <q>Ὀρφεὺς κιθαρίζων ἄγει ἐκ τοῦ ὄρους καὶ τὴν ὕλην.</q> καὶ ἐκ τούτου ὁ μῦθος ἐπλάσθη.</p></div><div type="textpart" subtype="chapter" xml:base="urn:cts:greekLit:tlg1553.tlg001.1st1K-grc1" n="34"><head>[Περὶ Πανδώρας.]</head><p>Ὁ περὶ Πανδώρας οὐκ ἀνεκτὸς λόγος, ὡς ἐκ γῆς ἀναπλασθεῖσαν ἀναδοῦναι αὐτὴν καὶ ἄλλοις τὸ πλάσμα. ἐμοὶ δὲ οὐ δοκεῖ τοῦτο· ἀλλὰ Πανδώρα γυνὴ ἐγένετο Ἕλλην μάλιστα πλουσία, καὶ ὅτε ἐξίοι, ἐκοσμεῖτο καὶ ἐχρίετο πολλῇ τῇ γῇ. πρώτη γὰρ αὕτη ἐξεῦρε χρίεσθαι πολλῇ τῇ γῇ τὸ χρῶμα (ὡς καὶ νῦν πολλαί· ὀνομάζεται δὲ οὐδεμία διὰ τὸ πλεῖστον). καὶ τὸ μὲν ἔργον οὕτως ἔχει· ὁ δὲ λόγος ἐπὶ τὸ ἀμήχανον ἐτράπη.</p></div></div></body></text></TEI>