[Περὶ Γλαύκου τοῦ Σισύφου.] Φασὶ δὲ ὅτι καὶ οὗτος κατεβρώθη ὑπὸ τῶν ἵππων, ἀγνοοῦντες ὅτι ἱπποτροφῶν καὶ μεγάλας δαπάνας ποιούμενος καὶ τῶν οἰκείων οὐδὲν ἐπιμελούμενος ἐπετρίβη, καὶ ἐπέλιπεν αὐτὸν ὁ βίος. [Περὶ Γλαύκου τοῦ Μίνωος.] Καὶ οὗτος ὁ μῦθος παγγέλοιος, ὡς δὴ τοῦ Γλαύκου ἐν πίθῳ μέλιτος ἀποθανόντος ὁ Μίνως ἐν τῷ τύμβῳ κατώρυξε τὸν Κοιράνου Πολύιδον (ὃς ἦν ἐκ τοῦ Ἄργους), ὃς ἰδὼν δράκοντα ἑτέρῳ δράκοντι τεθνεῶτι πόαν ἐπιθέντα καὶ ἀναστήσαντα αὐτόν, καὶ αὐτὸς ταὐτὸ ποιήσας τῷ Γλαύκῳ, ἀνέστησεν αὐτόν. ὅπερ ἐστὶν ἀδύνατον, ἀποθανόντα ἄνδρα ἀναστῆσαι ἢ ὄφιν, ἀλλ’ οὐδὲ ἄλλο ζῷον. ἐγένετο δέ τι τοιόνδε. Γλαῦκος πιὼν μέλι ἐταράχθη τὴν κοιλίαν, χολῆς δὲ αὐτῷ πλείονος κινηθείσης καὶ λειποθυμήσαντος, ἀφίκοντο οἵ τε δὴ ἄλλοι ἰατροί, ἅτε χρήματα ληψόμενοι, καὶ δὴ καὶ Πολύιδος, ἤδη δὲ ἐκλείποντος αὐτοῦ, εἰδώς τινα πόαν ὠφελοῦσαν, ἣν ἔμαθε παρά τινος ἰατροῦ, ᾧ ὄνομα ἦν Δράκων, καὶ ταύτῃ τῇ βοτάνῃ χρησάμενος, ὑγιᾶ ἐποίησε τὸν Γλαῦκον. ἔλεγον οὖν οἱ ἄνθρωποι Πολύιδος Γλαῦκον ὑπὸ μέλιτος ἀποθανόντα βοτάνῃ ἀνέστησεν, ἣν παρὰ Δράκοντος ἔμαθεν. ἀφ’ οὗ οἱ μυθογράφοι τὸν μῦθον ἔπλασαν. [Περὶ Γλαύκου τοῦ θαλασσίου.] Λέγεται ὅτι καὶ οὗτος ὁ Γλαῦκος πόαν ποτὲ φαγὼν ἀθάνατος ἐγένετο καὶ νῦν ἐν τῇ θαλάσσῃ οἰκεῖ. τὸ δὲ τῇ πόᾳ ταύτῃ Γλαῦκον μόνον ἐντυχεῖν λίαν ἐστὶν εὔηθες, τό τε ἄνθρωπον ἐν θαλάσσῃ ἢ ἄλλο τι τῶν χερσαίων ζῆν, ὁπότε οὔτε ποτάμιόν τι ἐν τῇ θαλάσσῃ, οὔτε τὸ ἀνάπαλιν ἐν τῷ ποταμῷ τὰ θαλάσσια ζῆν δύναται. μάταιος οὖν ὁ λόγος. ἔχει δὲ τὸ ἀληθὲς οὕτως. Γλαῦκος ἦν ἀνὴρ ἁλιεὺς Ἀνθηδόνιος τὸ γένος· ἦν δὲ κολυμβητής, ἐν τούτῳ διαφέρων τῶν ἄλλων. κολυμβῶν δὲ ἐν τῷ λιμένι, ὁρώντων αὐτὸν τῶν ἀπὸ τῆς πόλεως, καὶ διακολυμβήσας εἴς τινα τόπον καὶ μὴ ὀφθεὶς τοῖς οἰκείοις ἡμέρας ἱκανάς, διακολυμβήσας πάλιν, ὤφθη αὐτοῖς· πυνθανομένων δὲ ποῦ διέτριψας τὰς τοσαύτας ἡμέρας; ἔφη ἐν τῇ θαλάσσῃ . καὶ συγκλείων εἰς ἔλυτρον ἰχθῦς, ὁπότε χειμὼν γένοιτο καὶ μηδεὶς τῶν ἄλλων ἁλιέων ἰχθῦς δύναιτο λαβεῖν, ἐπυνθάνετο τῶν πολιτῶν τίνας δὴ βούλοιντο τῶν ἰχθύων ἀποκομισθῆναι αὐτοῖς, καὶ κομίζων οὓς ἂν ἤθελον, Γλαῦκος θαλάσσιος ἐκλήθη, ὥσπερ νῦν εἴ τις ἐν ὄρει οἰκῶν καὶ ὢν ἀγαθὸς θηρευτὴς ὄρειος ἄνθρωπος καλοῖτο. οὕτω καὶ ὁ Γλαῦκος τὰ πλεῖστα ἐν θαλάσσῃ διατρίβων Γλαῦκος θαλάσσιος ἐκλήθη. καὶ περιτυχὼν θηρίῳ θαλασσίῳ ἀπώλετο· μὴ ἐξελθόντα δὲ ἐκ τῆς θαλάσσης ἐμύθευσαν οἱ ἄνθρωποι ὡς ἐν θαλάσσῃ οἰκοῦντα κἀκεῖ τοῦ λοιποῦ διάγοντα. [Περὶ Βελλεροφόντου.] Φασὶν ὅτι Βελλεροφόντην ὑπόπτερος ἵππος Πήγασος ἔφερεν. ἐμοὶ δὲ τοῦτο ἵππος οὐδέποτε δοκεῖ δύνασθαι, οὐδ’ εἰ πάντα τὰ τῶν πτηνῶν πτερὰ λάβοι· εἰ γὰρ ἦν ποτε τοιοῦτον ζῷον, καὶ νῦν ἂν ἦν. τοῦτον δέ φασι καὶ τὴν Ἀμισωδάρου Χίμαιραν ἀνελεῖν· ἦν δὲ ἡ Χίμαιρα πρόσθε λέων, ὄπιθεν δὲ δράκων, μέσση δὲ χίμαιρα. ἔνιοι δὲ δοκοῦσι τοιοῦτον γενέσθαι θηρίον τρεῖς ἔχον κεφαλάς, σῶμα δὲ ἕν. ἀδύνατον δὲ ὄφιν καὶ λέοντα καὶ αἶγα ὁμοίᾳ τροφῇ χρῆσθαι· καὶ τὸ θνητὴν ἔχον φύσιν πῦρ ἀποπνεῖν, εὔηθες. ποίᾳ δὲ τῶν κεφαλῶν τὸ σῶμα ἐπηκολούθει; τὸ δὲ ἀληθὲς ἔχει ὧδε. Βελλεροφόντης ἦν φυγὰς ἀνήρ, τὸ γένος Κορίνθιος, καλὸς κἀγαθός. κατασκευάσας δὲ πλοῖον μακρὸν ἐληίζετο τὰ παραθαλάσσια χωρία πλέων καὶ ἐπόρθει. ὄνομα δὲ ἦν τῷ πλοίῳ Πήγασος (ὡς καὶ νῦν ἕκαστον τῶν πλοίων ὄνομα ἔχει· ἐμοὶ δὲ δοκεῖ πλοίῳ μᾶλλον ἢ ἵππῳ ὄνομα κεῖσθαι Πήγασος). βασιλεὺς δὲ Ἀμισώδαρος ᾤκει ἐπὶ τῷ Ξάνθῳ ποταμῷ ὄρος τι ὑψηλόν, ἐξ οὗ ἡ Τελμισσὶς ὕλη προσκέχωσται, πρὸς ὃ δὴ ὄρος προσβάσεις εἰσὶ δύο, ‹ἡ› μὲν ἔμπροσθεν ἐκ πόλεως τῆς Ξανθίων, ἡ δὲ ὄπισθεν ‹ἐκ› τῆς Καρίας· τὰ δὲ ἄλλα κρημνοὶ ὑψηλοί, ἐν δὲ μέσῳ αὐτῶν χάσμα ἐστὶ τῆς γῆς μέγα, ἐξ οὗ δὴ καὶ πῦρ ἀναφέρεται. τούτῳ τῷ ὄρει ὄνομά ἐστι Χίμαιρα. τότε δὲ ἦν, ὡς λέγουσιν οἱ προσχώριοι, κατὰ μὲν τὴν πρόσθεν πρόσβασιν λέων οἰκῶν, κατὰ δὲ τὴν ὄπισθεν δράκων, οἳ δὴ καὶ ἐσίνοντο τοὺς ὑλοτόμους καὶ νομέας. τότε δὲ δὴ Βελλεροφόντης ἐλθὼν τὸ ὄρος ἐνέπρησε, καὶ ἡ Τελμισσὶς κατεκάη καὶ τὰ θηρία ἀπώλετο. ἔλεγον οὖν οἱ προσχώριοι Βελλεροφόντης ἀφικόμενος μετὰ τοῦ Πηγάσου τὴν Ἀμισωδάρου Χίμαιραν ἀπώλεσε . τούτου γενομένου προσανεπλάσθη ὁ μῦθος. [Περὶ Πέλοπος καὶ τῶν ἵππων.] Φασὶν ὅτι Πέλοψ ἦλθεν ἔχων ἵππους ὑποπτέρους εἰς Πῖσαν μνηστευσόμενος Ἱπποδάμειαν τὴν Οἰνομάου θυγατέρα. ἐγὼ δὲ τὰ αὐτὰ λέγω ἅπερ καὶ περὶ τοῦ Πηγάσου. ἐπεὶ Οἰνόμαος, εἰ ᾔδει ὑποπτέρους ὄντας τοὺς ἵππους τοῦ Πέλοπος, οὐκ ἂν δὴ τὴν θυγατέρα αὑτοῦ ἔδωκεν ἐπὶ τὸ ἅρμα αὐτοῦ ἀναβιβάσαι. ῥητέον οὖν ὅτι Πέλοψ ἦλθεν ἔχων πλοῖον, ἐπεγέγραπτο δὲ ἐπὶ τῆς σκηνῆς Ἵπποι ὑπόπτεροι , ἁρπάσας δὲ τὴν κόρην ᾤχετο φεύγων. ἔλεγον δὲ οἱ ἄνθρωποι ὡς ἁρπάσας τὴν Οἰνομάου θυγατέρα ἐπὶ τῶν Ἵππων ὑποπτέρων ᾤχετο φεύγων. καὶ ὁ μῦθος προσανεπλάσθη.