<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg1553.tlg001.1st1K-grc1"><div type="textpart" subtype="chapter" xml:base="urn:cts:greekLit:tlg1553.tlg001.1st1K-grc1" n="20"><head>[Περὶ Σκύλλης.]</head><p>Λέγεται περὶ Σκύλλης ὡς ἦν ἐν Τυρρηνίᾳ θηρίον τι γυνὴ μὲν μέχρι τοῦ ὀμφαλοῦ, κυνῶν δὲ ἐντεῦθεν προσπεφύκεσαν κεφαλαί, τὸ δ’ ἄλλο σῶμα ὄφεως. τοιαύτην δὲ φύσιν ἐννοεῖν πολλὴ εὐήθεια. ἡ δὲ ἀλήθεια αὕτη. Τυρρηνῶν νῆες ἦσαν, αἳ ἐληίζοντο τὰ περίχωρα τῆς Σικελίας καὶ τὸν Ἰόνιον κόλπον. ἦν δὲ καὶ ναῦς τριήρης ταχεῖα τότε, ᾗ ὄνομα Σκύλλα, καὶ κατεπεγέγραπτο ἐπὶ τῆς πρῴρας. αὕτη δ’ ἡ τριήρης τὰ λοιπὰ τῶν πλοίων συλλαμβάνουσα πολλάκις εἰργάζετο βρῶμα, καὶ λόγος ἦν περὶ αὐτῆς πολύς. ταύτην τὴν ναῦν Ὀδυσσεὺς φορῷ καὶ λάβρῳ πνεύματι χρησάμενος διέφυγε· διηγήσατο δὲ ἐν Κερκύρᾳ τῷ Ἀλκινόῳ ὡς ἐδιώχθη καὶ ὡς ἐξέφυγε καὶ τὴν ἰδέαν τοῦ πλοιαρίου. προσανεπλάσθη δὲ ὁ μῦθος.</p></div><div type="textpart" subtype="chapter" xml:base="urn:cts:greekLit:tlg1553.tlg001.1st1K-grc1" n="21"><head>[Περὶ Δαιδάλου.]</head><p>Λέγεται περὶ Δαιδάλου ὡς ἀγάλματα κατεσκεύαζε δι’ ἑαυτῶν πορευόμενα· ὅπερ ἔμοιγε ἀδύνατον εἶναι δοκεῖ, ἀνδριάντα δι’ ἑαυτοῦ βαδίζειν. τὸ δὲ ἀληθὲς τοιοῦτον. οἱ τότε ἀνδριαντοποιοὶ καὶ ἀγαλματοποιοὶ συμπεφυκότας ὁμοῦ τοὺς πόδας καὶ τὰς χεῖρας παρατεταμένας ἐποίουν. Δαίδαλος δὲ πρῶτος ἐποίησε διαβεβηκότα τὸν ἕνα πόδα. διὰ τοῦτο δὴ οἱ ἄνθρωποι ἔλεγον <q>ὁδοιποροῦν τὸ ἄγαλμα τοῦτο εἰργάσατο Δαίδαλος, ἀλλ’ οὐχὶ ἑστηκός,</q> ὡς καὶ νῦν λέγομεν <q>μαχόμενοί γε ἄνδρες γεγραμμένοι εἰσί</q> καὶ <q>τρέχοντες ἵπποι</q> καὶ <q>χειμαζομένη ναῦς</q>. οὕτω κἀκεῖνον ἔλεγον ὁδοιποροῦντα ποιεῖν ἀγάλματα.</p></div><div type="textpart" subtype="chapter" xml:base="urn:cts:greekLit:tlg1553.tlg001.1st1K-grc1" n="22"><head>[Περὶ Φινέως.]</head><p>Ἱστορεῖται περὶ Φινέως ὡς διεφόρουν Ἅρπυιαι τὸν βίον αὐτοῦ, δοκοῦσι δὲ ἔνιοι θηρία πετεινὰ εἶναι ταῦτα ἁρπάζοντα ἀπὸ τῆς τραπέζης τοῦ Φινέως τὸ δεῖπνον. ἡ δὲ ἀλήθεια αὕτη. Φινεὺς ἦν Παιονίας βασιλεύς. γέροντα δὲ αὐτὸν ὄντα ἡ ὄψις ἐπέλιπεν οἵ τε ἄρρενες παῖδες ἀπέθανον. θυγατέρες δὲ ἦσαν αὐτῷ Ἐράσεια καὶ Ἁρπύρεια ***, αἵτινες τὸν βίον αὐτοῦ διέφθειρον. ἔλεγον οὖν οἱ πολῖται <q>δύστηνος ὁ Φινεύς· αἱ ρπυιαι αὐτοῦ διαφθείρουσι τὸν βίον.</q> οἰκτείραντες δὲ αὐτὸν Ζήτης καὶ Κάλαϊς, ἀστυγείτονες αὐτῷ ὄντες, Βορέου δὲ παῖδες (ἀνδρός, οὐκ ἀνέμου), βοηθήσαντες αὐτῷ, τάς τε θυγατέρας ἐξεδίωξαν ἐκ τῆς πόλεως καὶ τὰ χρήματα συναθροίσαντες, ἐπίτροπον αὐτῶν κατέστησαν τῶν Θρᾳκῶν τινα.</p></div><div type="textpart" subtype="chapter" xml:base="urn:cts:greekLit:tlg1553.tlg001.1st1K-grc1" n="23"><head>[Περὶ Μήστρας.]</head><p>Περὶ Μήστρας τῆς Ἐρυσίχθονος φασὶν ὡς, ὁπότε βούλοιτο, ἀλλάσσειν τὴν ἰδέαν. ὃ μύθου ὁπότε βούλοιτο, ἀλλάσσειν τὴν ἰδέαν. ὃ μύθου καταγελάστου. πῶς γὰρ εἰκὸς ἐκ κόρης γενέσθαι βοῦν καὶ αὖθις κύνα ἢ ὄρνεον; τὸ δὲ ἀληθὲς ἔχει ὧδε. Ἐρυσίχθων ἦν ἀνὴρ Θετταλός, διαφθείρας δὲ τὰ χρήματα πένης ἐγένετο. ἦν δὲ θυγάτηρ αὐτῷ καλὴ καὶ ὡραία Μήστρα ὀνόματι· ὅστις δὲ εἶδεν αὐτήν, ἐπιθυμητικῶς διέκειτο. ἀργυρίῳ μὲν οὖν οἱ τότε ἄνθρωποι οὐκ ἐμνηστεύοντο, ἐδίδοσαν δὲ οἱ μὲν ἵππους, οἱ δὲ βοῦς, τινὲς δὲ πρόβατα ἢ ὅ τι ἂν ἐθέλῃ ἡ Μήστρα. ἔλεγον δὲ οἱ Θετταλοί, ὁρῶντες ἀθροιζόμενον τῷ Ἐρυσίχθονι τὸν βίον, <q>ἐγένετο ἐκ Μήστρας αὐτῷ καὶ ἵππος καὶ βοῦς καὶ τἄλλα.</q> ὅθεν ὁ μῦθος προσανεπλάσθη.</p></div><div type="textpart" subtype="chapter" xml:base="urn:cts:greekLit:tlg1553.tlg001.1st1K-grc1" n="24"><head>[Περὶ Γηρυόνου.]</head><p>Γηρυόνην δέ φασιν ὅτι τρικάρηνος ἐγένετο. ἀδύνατον δὲ σῶμα ‹ἓν› τρεῖς ἔχειν κεφαλάς. ἦν δὲ τοιοῦτον. πόλις ἐστὶν ἐν τῷ Εὐξείνῳ πόντῳ Τρικαρηνία καλουμένη. ἦν δὲ ὁ Γηρυόνης ἐν τοῖς τότε ἀνθρώποις ὀνομαστός, πλούτῳ τε καὶ τοῖς ἄλλοις διαφέρων· εἶχε δὲ καὶ βοῶν ἀγέλην θαυμαστήν, ἐφ’ ἣν ἐλθὼν Ἡρακλῆς ἀντιποιούμενον Γηρυόνην ἀπέκτεινεν. οἱ δὲ θεώμενοι περιελαυνομένας τὰς βοῦς ἐθαύμαζον· ἦσαν γὰρ τὸ μὲν μέγεθος μικραί, ἀπὸ δὲ κεφαλῆς ἐπὶ τὴν ὀσφὺν μακραὶ καὶ σιμαί, κέρατα οὐκ ἔχουσαι, ὀστέα δὲ μεγάλα καὶ πλατέα. πρὸς τοὺς πυνθανομένους οὖν ἔλεγόν τινες <q>Ἡρακλῆς ταύτας περιήλασεν οὔσας Γηρυόνου τοῦ Τρικαρήνου.</q> τινὲς δὲ ἐκ τοῦ λεγομένου ὑπέλαβον αὐτὸν τρεῖς ἔχειν κεφαλάς.</p></div></div></body></text></TEI>