[Περὶ Καινέως.] Καινέα φασὶν ὅτι ἄτρωτος ἦν. ὅστις δὲ ὑπολαμβάνει ἄτρωτον εἶναί τινα ἀπὸ σιδήρου ἄνθρωπον ὄντα, ματαιάζει. ἡ δὲ ἀλήθεια ἔχει ὧδε. Καινεὺς ἦν ἀνὴρ Θετταλὸς τὸ γένος, ἀγαθὸς τὰ πολεμικὰ καὶ ἐπιστήμων τοῦ μάχεσθαι· γενόμενος δὲ ἐν πολλαῖς μάχαις οὐδέποτε ἐτρώθη, οὐδὲ ὅτε Λαπίθαις συμμαχῶν πρὸς Κενταύρους ἀπέθανεν· ἀλλὰ συλλαβόντες αὐτόν, μόνον κατέχωσαν, καὶ οὕτως ἐτελεύτησεν. ἔλεγον οὖν οἱ Λαπίθαι, ἀνελόμενοι τὸν νεκρὸν αὐτοῦ καὶ εὑρόντες μὴ τετρωμένον τὸ σῶμα, Καινεὺς τόν τε ἄλλον βίον ἄτρωτος ἦν καὶ ἀπέθανεν ἄτρωτος. [Περὶ Κύκνου.] Ὁ αὐτὸς λόγος καὶ περὶ Κύκνου τοῦ ἐν Κολωναῖς· καὶ γὰρ κἀκεῖνόν φασιν ὅτι ἄτρωτος ἦν. καὶ αὐτὸς ἦν αἰχμητὴς καὶ ἐπιστήμων μάχης· ἀπέθανε δὲ ἐν Τροίᾳ ὑπὸ Ἀχιλλέως λίθῳ βληθείς, καὶ οὐδὲ τότε ἐτρώθη. ἔλεγον οὖν οἱ ἄνθρωποι, ὁρῶντες τὸν νεκρὸν αὐτοῦ, ὅτι ἄτρωτος ἦν, ὥσπερ καὶ νῦν λέγουσιν τοὺς ἀγωνιστάς, ἐάν τις ἄτρωτος ᾖ. οὕτως κἀκεῖνοι ἐκλήθησαν ἄτρωτοι. κατηγορεῖ δὲ τούτων τῶν λόγων καὶ ἐμοὶ μαρτυρεῖ Αἴας ὁ Τελαμώνιος· καὶ γὰρ κἀκεῖνος ἐλέγετο ἄτρωτος, καὶ ἀπέθανε ξίφει τρωθεὶς ὑφ’ ἑαυτοῦ. [Περὶ Δαιδάλου καὶ Ἰκάρου.] Φασὶν ὅτι Μίνως Δαίδαλον καὶ Ἴκαρον τὸν υἱὸν αὐτοῦ καθεῖρξε διά τινα αἰτίαν, Δαίδαλος δὲ ποιήσας πτέρυγας ἀμφοτέροις προσθετάς, ἐξέπτη μετὰ τοῦ Ἰκάρου. νοῆσαι δὲ ἄνθρωπον πετόμενον, ἀμήχανον, καὶ ταῦτα πτέρυγας ἔχοντα προσθετάς. τὸ οὖν λεγόμενον ἦν τοιοῦτον. Δαίδαλος ὢν ἐν τῇ εἱρκτῇ, καθεὶς ἑαυτὸν διὰ θυρίδος καὶ τὸν υἱὸν κατασπάσας, σκαφίδι ἐμβάς, ἀπῄει. αἰσθόμενος δὲ ὁ Μίνως πέμπει πλοῖα διώξοντα. οἱ δὲ ὡς ᾔσθοντο διωκόμενοι, ἀνέμου λάβρου καὶ φοροῦ ὄντος, πετόμενοι ἐφαίνοντο. εἶτα πλέοντες οὐρίῳ Κρητικῷ νότῳ ἐν τῷ πελάγει περιτρέπονται· καὶ ὁ μὲν Δαίδαλος περισῴζεται εἰς τὴν γῆν, ὁ δὲ Ἴκαρος διαφθείρεται (ὅθεν ἀπ’ ἐκείνου Ἰκάριον πέλαγος ἐκλήθη), ἐκβληθέντα δὲ ὑπὸ τῶν κυμάτων ὁ πατὴρ ἔθαψεν. [Περὶ Ἀταλάντης καὶ Μειλανίωνος.] Λέγεται περὶ Ἀταλάντης καὶ Μειλανίωνος ὡς ὁ μὲν ἐγένετο λέων, ἡ δὲ λέαινα. ἦν δὲ τὸ ἀληθὲς τοιοῦτον. Ἀταλάντη καὶ Μειλανίων ἐκυνηγέτουν. ἀναπείθει δὲ τὴν κόρην ὁ Μειλανίων μιγῆναι αὐτῷ. εἰσέρχονται δὲ εἴς τι σπήλαιον μιχθησόμενοι. ἦν δὲ ἐν τῷ ἄντρῳ εὐνὴ λέοντος καὶ λεαίνης, οἳ δή, ἀκούσαντες φωνῆς, ἐξελθόντες ἐμπίπτουσι τοῖς περὶ Ἀταλάντην καὶ ἀναιροῦσιν αὐτούς. μετὰ δὲ χρόνον τοῦ λέοντος καὶ τῆς λεαίνης ἐξελθόντων, ἰδόντες τούτους οἱ συγκυνηγετοῦντες τῷ Μειλανίωνι, ἔδοξαν αὐτοὺς εἰς ταῦτα τὰ ζῷα μεταβληθῆναι. εἰσβάλλοντες οὖν εἰς τὴν πόλιν διεφήμιζον ὡς οἱ περὶ Ἀταλάντην [καὶ Μειλανίωνα] εἰς λέοντας μετεβλήθησαν. [Περὶ Καλλιστοῦς.] Καὶ ὁ περὶ Καλλιστοῦς λόγος τοιοῦτος, ὡς κυνηγετοῦσα ἄρκτος ἐγένετο. ἐγὼ δέ φημι καὶ ταύτην εἰς γετοῦσα ἄρκτος ἐγένετο. ἐγὼ δέ φημι καὶ ταύτην εἰς ξύλοχόν που καταντήσασαν, ὅπου ἐτύγχανεν ἄρκτος, θηρεύουσαν καταβρωθῆναι· τοὺς δὲ ‹συγ›κυνηγετοῦντας, ἰδόντας εἰσελθοῦσαν μέν, μηκέτι δὲ ἐξερχομένην, εἰπεῖν ὡς ἡ κόρη ἄρκτος ἐγένετο.