9. Ταῦτα δὲ ἡγοῦμαι τὸ ἀδρανὲς τῶν τε χρώντων καὶ τῶν χρωμένων ἀπελέγχειν αὐτάρκως, καὶ ὅτι μηδὲν ἀληθὲς ἢ ἔνθεόν ἐστιν εὑρεῖν ἐν τοῖς δηλουμένοις. Τὸ δὲ κακότροπον τοῦ ἤθους εἴτε τῶν πονηρῶν δαιμόνων εἴτε τῶν τὰ μαντεῖα καθυποκρινομένων ἀνδρῶν ἴδοις ἄν, εἰ μάθοις ὡς καὶ εἰς τὸν κατ’ ἀλλήλων πόλεμον τοὺς χρωμένους αὐτοῖς ἠρέθιζον, εἰρήνης καὶ φιλίας δέον αὐτοὺς εἶναι βραβευτάς. Τοτὲ μὲν οὖν Λακεδ αιμονίους ὡς ἂν οἰκείους καὶ φίλους ὁ ἐν Δελφοῖς πάλιν κατὰ Μεσσηνίων παροξύνει, τοτὲ δ’ αὖ Μεσσηνίοις κατὰ Λακεδαιμονίων χρᾷ, εἰ πάλιν οὗτοι δι’ ἀνθρωποθυσίας ἱλάσοιντο τοὺς δαίμονας. Ἄκουε δὲ καὶ τὰ περὶ τούτων. Ἐπικρινεῖ δὲ τὰ τοιαῦτα ἡ σοφία παροῦσα τῇ μαντικῇ, καὶ οὐκ ἐπιτρέψει αὐτῇ ὡς ἔτυχε διαλέγεσθαι, ἅτε δὴ τῶν πάντων ἀναψαμένη τὰ πείσματα, καὶ ἐπιθεμένη τὰ πρεσβεῖα· οὐδ’ ἐφήσει ματαίῳ ὄντι τῷ Πυθίῳ χρᾶν οὔτε τούτοις, οὔτε Λακεδαιμονίοις περὶ Μεσσηνίων καὶ τῆς γῆς, ἧς εἶχον Μεσσήνιοι ἀπάτῃ νικήσαντες Λακεδαιμονίους , Οὔ σε μάχης μόνον ἔργ’ ἐφέπειν χερὶ Φοῖβος ἄνωγεν, ἀλλ’ ἀπάτῃ μὲν ἔχει γαῖαν Μεσσηνίδα λαός· ταῖς δ’ αὐταῖς τέχναις τις ἁλώσεται, αἷσπερ ὑπῆρξεν. Εἰρήνης μᾶλλον μεμνῆσθαι κελεύει καὶ ὀλιγοδείας καὶ αὐταρκείας. Οἱ δέ που τοῖς Λυκούργου νόμοις κατακοσμούμενοι ἧκον ὑπὸ ἀπληστίας καὶ δόξης κενῆς ἐρησόμενοι, ὡς μὴ δοκοῖεν Μεσσηνίων μάχῃ λείπεσθαι, ἐν νόμοις καρτερικοῖς τεθράφθαι δοκοῦντες. Εἰ δέ γε οἱ ἐν καρτερικοῖς ἦσαν νόμοις οὕτω τεθραμμένοι, ἐκαρτέρουν ἂν ἐπὶ τοῖς ὀλίγοις, καὶ οὐδὲν ἂν μάχης αὐτοῖς ἔδει, οὐδὲ ὅπλων καὶ τῆς λοιπῆς ἀποπληξίας. Ταῦτα Λακεδαιμονίοις κατὰ Μεσσηνίων· πάλιν δ’ αὖ Μεσσηνίοις κατὰ Λακεδαιμονίων ταῦτα· σὺ γὰρ καὶ Μεσσηνίοις κατὰ Λακεδαιμονίων, οὐ μόνον Λακεδαιμονίοις κατὰ Μεσσηνίων χρησμῳδεῖς . Παρθένον Αἰπυτίδα κλῆρος καλεῖ, ἥντινα δοίης δαίμοσι νερτερίοις, καί κεν σώσειας Ἰθώμην. Τὰ γὰρ παρευρήματα οὐ δέχομαι, ὅτι οὐκ ἦν καθαρὸν ἐκ γένους Αἰπύτου τὸ ἱερεῖον, ὅθεν ἀτέλεστα Μεσσηνίοις εἶναι. Τοιοῦτος γὰρ εἶ, οἷος ταράττειν. 10 Τὰ μὲν δὴ τῆς παλαιᾶς ἱστορίας τοιαῦτα. Μυρία δ’ ἐστὶ καὶ καθ’ ἡμᾶς τούτοις συνιδεῖν ὅμοια, ἐκ παλαιοῦ χρόνου καὶ εἰς ἡμᾶς αὐτοὺς τῶν κατὰ χρόνους ἀρχόντων τοτὲ μὲν εἰς ἀπράκτους πολέμους διὰ τῆς τῶν χρησμῶν συμβουλίας ὁρμώντων, τοτὲ δὲ σφαλλομένων ἐκ τῆς τῶν χρησθέντων ἀδηλίας, ἄλλοτε δὲ ἀποπλανωμένων ἐκ τῆς αὐτόθεν τῶν λογίων ἀπάτης. Τί δεῖ δὲ λέγειν, ὥς ποτε ἐν ταῖς μεγίσταις συμφοραῖς, ἤτοι τῶν πρὸς τοὺς ἐχθροὺς παρατάξεων, ἢ τῶν ἐν ταῖς σωματικαῖς ἀῤῥωστίαις κινδύνων, τῆς τῶν νενομισμένων θεῶν ἐπικουρίας ἢ θεραπείας οὐδὲν ὤναντο. Τοιαῦτα δὲ ἀεὶ καὶ διὰ παντὸς αὐτοῖς τὰ ἀπὸ τῶν χρησμῶν ἐκπίπτει, οἷα καὶ τὰ τῆς παλαιᾶς ἱστορίας συνίστησιν. Ἀλλ’ ἐπεὶ τῶν μάλιστα παρὰ τοῖς Ἕλλησι θρυλουμένων τοῦ Πυθίου χρησμῶν εἷς τις ἦν καὶ ὁ πρὸς Λυκοῦργον, ᾧ προσιόντι ἡ Πυθία ἐπεφώνησε τὸ βοώμενον ἐκεῖνο, Ἥκεις, ὦ Λυκόοργε , ἐμὸν ποτὶ πίονα νηόν, Ζηνὶ φίλος καὶ πᾶσιν Ὀλύμπια δώματ’ ἔχουσι· δίζω ἤ σε θεὸν μαντεύσομαι, ἢ ἄνθρωπον· ἀλλ’ ἔτι καὶ μᾶλλον θεὸν ἔλπομαι· ὦ Λυκόοργε, ἥκεις εὐνομίην διζήμενος· αὐτὰρ ἐγώ τοι δώσω, καὶ τὰ τούτοις συνεπιλεγόμενα· φέρε καὶ πρὸς ταῦτα τίνα ποτὲ συνεῖδεν ὁ προδηλωθεὶς ἔλεγχος ἐποπτεύσωμεν. Γράφει δὲ ὧδε· Ἀλλὰ σὺ τὸν Λυκοῦργον προκαθηγεμόνα καὶ σκοπὸν ἐλθόντα ποτὲ ὡς σέ, ἥκειν ἔφης ἐκ κοίλης Λακεδαίμονος Ζηνὶ φίλον, καὶ πᾶσιν Ολύμπια δώματ’ ἔχουσι, δίζεσθαί τε εἰ θεὸν αὐτὸν μαντεύσῃ, ἢ ἄνθρωπον· ἀλλ’ ἔτι καὶ μᾶλλον θεὸν ἔλπεσθαι ὅτι ἦλθεν εὐνομίην αἰτήσων. Καὶ πῶς, εἰ θεός, οὐκ ἠπίστατο νόμον πολιτικὸν ὁ φίλος τοῦ Διὸς καὶ πάντων τῶν Ὀλυμπίων; Ἀλλ’ ἐπεί τοι καὶ οὐ δίχα θεοῦ ἴσως τὰ τοιαῦτα εὑρίσκεται, ἃ δέδεικται τῷ θειοτάτῳ ἀνθρώπων ὑπὸ τῆς θεοῦ φωνῆς, φέρε, ἴδωμεν τὴν θείαν φωνήν, καὶ ἃ ἐδίδαξας τὸν Λυκοῦργον· Ἥκεις εὐνομίην διζήμενος, αὐτὰρ ἐγώ τοι δώσω. Δός, εἴποιμι ἂν ἐγώ· οὐδεμίαν γάρ πω δόσιν οὐδενὶ ἐπηγγείλω τοιαύτην. Ἕως ἂν μαντείαισιν ὑποσχέσιάς τε καὶ ὅρκους, καὶ δίκας ἀλλήλοισι καὶ ἀλλοδαποῖσι διδῶτε, ἁγνῶς καὶ καθαρῶς πρεσβηγενέας τιμῶντες, Τυνδαρίδας δ’ ἐποπιζόμενοι, Μενέλαν τε καὶ ἄλλους ἀθανάτους ἥρωας, οἳ ἐν Λακεδαίμονι δίῃ, οὕτω τοί χ’ ὑμῶν περιφείδοιτ’ εὐρύοπα Ζεύς. Ἄπολλον, διδασκαλίας καὶ παρεγγυήσεως θείας· καὶ οὐ μακρὸς ἕνεκα τούτων ὁ σπόλος, οὐδὲ ὅπως εἰς Δελφοὺς ἐκ Πελοποννήσου, ἀλλ’ οὐδ’ εἰς Ὑπερβορέους αὐτούς, ὅθεν ἀφῖχθαι λέγουσι κατὰ χρησμὸν Ἀστερίας ἄλλης μάντεως Οἰκητὰς Δήλοιο θυώδεος ἠδ’ ἱερῆας. Δοκεῖ δέ μοι ὁ Λυκοῦργος οὗτος οὐκ ἐσχηκέναι τιτθήν, οὐδὲ σὺν θώκῳ πρεσβυτέρων οὐδέποτε κεκαθικέναι, παρ’ ὧν καὶ παρ’ ἧς εἶχε καλλίω τούτων ἀκοῦσαι καὶ σοφώτερα. Τάχα δέ πού τι προσθήσεις, ἐάν σε λιπαρῇ ὁ Λυκοῦργος εἰπεῖν τι σαφές. Εἰ οἱ μὲν εὖ ἡγοῖντο, ἁ δ’ ἕποιντο, ἔτι φήσω τοῷ αὐτοῦ εἶναι συνθώκου τοῦτο, καὶ ἀξιώσω τὸν Λυκοῦργον μὴ ἀποκαμεῖν εἴ τι δύναιτο πολιτικὸν παρὰ σοῦ δίδαγμα ἀναλαβὼν ἀπιέναι εἰς τὴν τὴν Σπάρτην. Εἰσὶν ὁδοὶ δύο πλεῖστον ἀπ’ ἀλλήλων ἀπέχουσαι ἡ μὲν ἐλευθερίας εἰς τίμιον οἶχον ἄγουσα, ἡ δ’ ἐπὶ δουλείας φευκτὸν δόμον ἡμερίοισι· καὶ τὴν μὲν διά τ’ ἀνδροσύνης ἱερῆς θ’ ὁμονοίας ἔστι περᾶν, ἣν δὴ λαοῖς ἡγεῖσθε κέλευθον· τὴν δὲ διὰ στυγερῆς ἔριδος καὶ ἀνάλκιδος ἄτης εἰσαφικάνουσι... τὴν δὲ πεφυλάχθαι. Μάλιστα ἀνδρείους εἶναι κελεύεις· τοῦτο μὲν καὶ παρὰ τῶν δειλῶν πολλάκις ἠκούσαμεν· ἀλλὰ καὶ ὁμόφρονας· τοῦτο οὐ παρὰ τῶν σοφῶν μόνων, ἀλλ’ ἥδῃ καὶ παρ’ αὐτῶν τῶν στασιαζόντων. Ὥστε μὲν τοῦ παρεγγυήματος ἀφίεμέν σε. Καίτοι μάντις ὤν, οὐκ ἔγνως ἡμᾶς πολλάκις καὶ παρὰ πολλῶν εἰληφότας αὐτό, οὔτε τῆς δάφνης ἐμφαγόντων, οὔτε τὸ Κασταλίας ὕδωρ πιόντων, οὐδ’ ἐπὶ σοφίᾳ τὴν ὀφρύν ποτε ἀνασπασάντων; Λέγ’ οὖν περὶ ἀνδρείας, λέγε θεοῦ καὶ περὶ ἐλευθερίας, λέγε περὶ ὁμοφροσύνης, τίνα τρόπον ἐγγίνεται ταῦτα πόλει, καὶ μὴ ἡμᾶς τοὺς οὐκ εἰδότας κέλευε ἡγεῖσθαι τοῖς λαοῖς τῆς κελεύθου ταύτης, ἀλλ’ αὐτὸς ἡγοῦ. Καλὴ μὲν γάρ, ἀλλ’ ἄπορος ἡμῖν καὶ φοβερά. Τούτοις προστίθησι λέγων, Σὺ δὲ καὶ περὶ γάμου ἕτοιμος λέγειν, Ἄργεος ἱπποβότου πῶλον λάβε κυανοχαίτην. Περὶ δὲ παίδων, Ἠετίων, οὔτις σε τίει πολύτιτον ἐόντα · Λάβδα κύει, τέξει δ’ ὀλοοίτροχον. Περὶ δὲ ἀποικίας, Στέλλ’ ἐπὶ χρυσείους ἄνδρας πολυεθνέα λαόν, ὤμοις μὲν χαλκὸν προφέρων, χερσὶν δὲ σίδηρον. Περὶ δὲ κενῆς δόξης, Γαίης μὲν πάσης τὸ Πελασγικὸν οὖδας ἄμεινον · ἵπποι Θρηίκιαι, Λακεδαιμόνιαι δὲ γυναῖκες, ἄνδρες θ’ οἳ πίνουσιν ὕδωρ καλῆς Ἀρεθούσης. Καί μοι δοκεῖς οὐδὲν τῶν τερατοσκόπων καλουμένων κρείττων εἶναι, ἀλλ’ οὐδὲ τῶν ἄλλων ἀγυρτῶν καὶ σοφιστῶν. Ἀλλὰ τῶν μὲν οὐδὲν ἔγωγε ἐθαύμασα, εἰ μισθοῦ τραχηλίζουσι· σοῦ δὲ τοῦ θεοῦ καὶ τῶν ἀνθρώπων, εἰ μισθοῦ τραχηλίζονται. Εἶδ’ ὁ μὲν Σωκράτης ἐκεῖνος οὐδέτερον ἀπεκρίνατο πρὸς τὸν ἐρωτήσαντα, πότερον γαμήσει ἢ μή, ἀλλ’ ὅτι μετανοήσει ἀμφότερα· πρὸς δὲ τὸν ἐπιθυμοῦντα παίδων, οὐκ εὗ ἔφη αὐτὸν ποιήσειν, ὃς ἐάσας ἐπιχειρεῖν ὅπως, εἴ οἱ παῖδες γένοιντο, ἄριστα αὐτοῖς χρῷτο, τούτου μὲν οὐδένα λόγον ἐποιήσατο, αὐτὸ δὲ μόνον ἐσκοπεῖτο, πῶς ἂν αὐτῷ γένοιντο. Ἑτέρου δὲ ἀποδημεῖν ἐγνωκότος διὰ τὸ κακῶς ἔχειν αὐτὸν οἴκοι, οὐκ ἔφη ὀρθῶς αὐτὸν βουλεύεσθαι· τὴν μὲν γὰρ πατρίδα αὐτόθι ἀπολιπὼν ἄπεισι, τὴν δὲ ἀμαθίαν μεθ’ ἑαυτοῦ ἄγων, ἥτις αὐτὸν καὶ τοῖς ἐκεῖ δυσαρεστεῖν ποιήσει καθάπερ καὶ τοῖς ἐνθάδε. Καὶ οὐχ ὁπότε ἠρωτᾶτο μόνον, ἀλλὰ καὶ αὐτόκλητος ἐπὶ τὰς τοιάσδε συνουσίας ἰών. Εἴκοσι τὰς πρὸ κυνός, καὶ εἴκοσι τὰς μετέπειτα , οἴκῳ ἐνὶ σκιερῷ Διονύσῳ χρῆσθαι ἰατρῷ. Ἀθηναίοις ὑπὸ καύματος ἐνοχλουμένοις, ἰατρικόν, ἀλλ’ οὐ μαντικόν. Ἐργῖνε Κλυμένοιο πάϊ Πρεσβωνάδαο , ὄψ’ ἦλθες γενεὴν διζήμενος· ἀλλὰ καὶ ἔμπης ἱστοβοῆϊ γέροντι νέαν ποτίβαλλε κορώνην. Γέροντι νέαν συνοικεῖν, εἰ παίδων ἐπιθυμεῖ, οὐ μάντεως οὐδὲ τοῦτο, ἀλλὰ φύσιν ἐπισταμένου. Ἀλλ’ ἡ ἐπιθυμία τοὺς βλάκας ἐξίστησι. Διόπερ σοι καὶ νάρθηκα παραινῶ ἐπ’ αὐτοὺς λαμβάνειν, εἰ μὴ πείθοις μανθάνειν ἀντὶ τῶν καταπτύστων ἐρωτημάτων ἄξιόν τι τοῦ θείου φοιτητηρίου· ἢ Ἀντιόχῳ τῷ Παρίῳ ἀποβαλόντι τὴν οὐσίαν ἐν πολιτικῇ φλυαρίᾳ, καὶ ὑπὸ λύπης ἥκοντι πρὸς σὲ λέγειν, Ἀντίοχ’, εἰς Θάσον ἐλθέ, καὶ οἴκει εὐκλέα νῆσον· ὃς ἐκείνως ἂν μᾶλλον ὤνατο, ἀκούσας, Ἀντίοχ’, εἰς νοῦν ἐλθέ, καὶ ἐν πενίᾳ μὴ ὀδύρου. ἢ τοῖς ἥκουσι Κρητῶν· Φαιστοῦ καὶ Τάῤῥας ναέται, Δίου τε πολύῤῥου, Πυθῶον κέλομαι τελέειν Φοίβοιο καθαρμὸν εὐαγέοντας, ὅπως Κρήτην καταναιετάητε, ὄλβον μὴ πατρίοισι νόμοις, καὶ Ζῆνα σέβοντες· οἷς ἀκοῦσαι ἐκεῖνο κρεῖττον ἦν, Λήρου καὶ μανίας ναέται, πολλοῦ θ’ ἅμα τόφου, οἰκεῖον τελέειν κέλομαι λήροιο καθαρμὸν εὐαγέοντας, ὅπως σοφίαν καταναιετάητε, ὄλβον μὴ πατρίοισι νόμοις, θείοις δὲ σέβοντες· ὡς μὴ μᾶλλον τῆς Κρήτης σὺ καθαρμοῦ προσδέῃ, Ὀρφικούς τινας ἢ Ἔπιμενιδε ους καθαρμοὺς φανταζόμενος. Διὰ τί δέ, ὦ σοφώτατε, Χαρίλαος καὶ Ἀρχέλαος οἱ Λακεδαιμονίων βασιλεῖς, Εἴ κεν ἐπικτήτου μοίρης λάχος Ἀπόλλωνι ἥμισυ δάσσωνται, πολὺ λώϊον ἔσσεται αὐτοῖς; Ποίῳ δὲ καὶ ἄλλω λέγεις Ἀπόλλωνι; Οὐ γὰρ δὴ αὐτῷ σοι, ὦ ἀναίσχυντε μάντι, ὡς μή τίς σοι αὐτῷ ἐπιπλήξειεν, ἅτε κακῶς οὕτω συνδιαιρουμένῳ τοῖς λῃσταῖς. Ταῦτα μὲν οὖν ὧδε ἐχέτω.