<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg1548.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg1548.tlg001.1st1K-grc1" n="7"><p rend="indent"><label>7.</label> Ταῦτα μὲν οὖν τὰ πρὸς Ἀθηναίους· ἀσθενῆ δὲ σφόδρα καὶ καταγέλαστα τὰ πρὸς Λακεδαιμονίους. Ἤτοι γὰρ πᾶσά φησιν ἡ πόλις πολιορκηθήσεται, ἢ ἀπολωλότα τὸν βασιλέα πενθήσει. Τοῦτο δ’ ἐξ ἅπαντος εἰκὸς ἦν παντί τῳ στοχάζεσθαι, τὸ ἤτοι τόδε ἢ τόδε συμβήσεσθαι. Ἀλλ’ οὐ δήπου θεοῦ ἦν μάντευμα ὧδέ πως ἀμφιβάλλειν ἀγνοίᾳ τοῦ μέλλοντος, βοηθεῖν δέον, καὶ σωτῆρα τῶν Ἑλλήνων ἐν καιρῷ παραφαίνεσθαι, καὶ μᾶλλον τὴν κατὰ τῶν ἐχθρῶν καὶ βαρβάρων νίκην τοῖς Ἕλλησιν, ὡς ἂν οἰκείοις φίλοις προξενεῖν. Εἰ δὲ μὴ τοῦτο δυνατὸς ἦν, κἂν τὸ μὴ παθεῖν αὐτούς, μηδ’ ἁλῶναι παρέχειν. Ὁ. δὲ οὐδὲ τοῦτο, ἀλλ’ οὐδ’ ὅπως αὐτοῖς τὰ τῆς ἥττης περιστήσεται, γινώσκει. Διὸ καὶ πρὸς ταῦτα οἷά φησιν ὁ ἔλεγχος, ἄκουε· Ἀλλ’ οὐ δεῖ Λακεδαιμονίοις, φήσεις, ταυτὸν παραινεῖν. Ἀληθῆ λέγεις. Οὐ γὰρ ἠπίστασο, ὦ σοφιστά, οἷ χωρήσει τὰ τῆς Σπάρτης ὥσπερ τὰ τῆς Ἀττικῆς. Ἐδεδοίκεις οὖν μὴ σὺ μὲν κελεύσῃς αὐτοὺς φεύγειν, κἄπειτα οἱ μὲν φεύγοιεν, οἱ δὲ μὴ ἐπέλθοιεν. Ἐπεὶ οὖν ἔδει τι λέγειν, οὕτως εἶπας τοῖς Λακεδαιμονίοις· 
<quote type="blockquote">Ὑμῖν, ὦ Σπάρτης οἰκήτορες εὐρυχόροιο, 
<lb/>ἢ μέγα ἄστυ ἐρικυδὲς ὑπ’ ἀνδράσι Περσείδῃσι 
<lb/>πέρσεται· ἢ τὸ μὲν οὐκί , ἀφ’ Ἡρακλέος δὲ γενέθλης 
<lb/>πενθήσει βασιλῆ φθίμενον Λακεδαίμονος οὖρος.</quote> Πάλιν ὁ ἀμαντευτότατος σύνδεσμος. Ἀλλ’ ἐῶμεν αὐτόν, ὡς μὴ δὶς περὶ τοῦ αὐτοῦ σοι ἐπιπηδῶντες ἐπαχθεῖς ἅμα καὶ ἄποροι δοκῶμεν εἶναι, τὰ δὲ λοιπὰ ἐπισκοπῶμεν. Εἰς σὲ μὲν ἀπέβλεπον ἅπαντες ἐν τηλικούτῳ κινδύνῳ· σὺ δ’ αὐτοῖς καὶ τῶν μελλόντων μηνυτὴς καὶ τῶν ποιητέων ἦσθα σύμβουλος. Καὶ σὲ μὲν ἐκεῖνοι πιστόν, σὺ δ’ αὐτοὺς ἐπέπεισο ἠλιθίους εἶναι· καὶ ὁ καθεστὼς καιρὸς ὅτι ἱκανὸς ἦν ἄγειν καὶ τραχηλίζειν τοὺς ἀβελτέρους οὐ μόνον εἰς Δελφικὰ καὶ Δωδωνεῖα σοφιστήρια, ἀλλ’ ἤδη καὶ ἐπὶ τὰ ὀρνιθομαντεῖα, καὶ ἀλευρομαντεῖα, καὶ τοὺς ἐγγαστριμύθους. Πιστοὶ δὲ οὐ μόνον οἱ θεοὶ τηνικαῦτα, ἀλλ’ ἤδη καὶ αἱ γαλαῖ, καὶ αἱ κορῶναι, καὶ τὰ καθύπνια παραπταίσματα. Οὔκουν ἄδηλον ὅτι οὔτ’ ἂν ἀμφότερα μᾶλλον ἐδέξαντο, ἢ τὸ ἕτερον, οὔτ’ ἂν τὸ μεῖζον ἀντὶ τοῦ μείονος, μεῖον δὲ εἶναι ἕνα ἀντὶ πάντων πεσεῖν τὸν βασιλέα. Μετὰ μὲν δὴ τῆς πόλεως πιπτούσης οὐδεμία οὐδ’ αὐτῷ ἀποφυγή· εἰ δ’ αὐτὸς ἄλλῃ πη τάττοιτο, τάχα ἄν τι καὶ παράδοξον γένοιτο. Λείπεται δὴ τοὺς ταῦτα λογιζομένους τὸν μὲν βασιλέα πέμψαι προσπολεμήσοντα, αὐτοὺς δὲ οἴκοι μένοντας ἔξω κινδύνων καραδοκεῖν. Τῷ μὲν οὖν μετ’ ὀλίγων ἐναντίῳ. ἱσταμένῳ πρὸς τὸν ἄπειραν ὄχλον ὄλεθρος προφανής, ἡ δὲ Σπάρτη ἀνοχὰς εἶχε τοῦ φόβου καὶ παραδόξους ἐλπίδας. Μηδὲν δὲ ἧτον ἀφώρατον εἶναι τὸ σόφισμα, καὶ διαφυγούσης καὶ ἁλούσης. Τί δήποτε; Ὅτι οὐκ εἴρητο μὰ Δία, εἰ ὁ βασιλεὺς ἀποθάνοι, <pb facs="fragmentaphiloso02mulluoft_0477"/> ἡ πόλις σωθήσεται, ἀλλ’ ὅτι ἢ μόνος ἀπολεῖται ἢ ἡ σύμπασα πόλις· τοῦτο δὲ ἐν ἑκατέρῳ ἀνεύθυνον, καὶ μόνου αὐτοῦ ἀπολουμένου καὶ μὴ μόνου. Οὗτος δὲ τύφου καὶ ἀφροσύνης καρπός. ὅθεν  [ed.</p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg1548.tlg001.1st1K-grc1" n="8"><p rend="indent"><label>8.</label> Ἀλλὰ ταῦτα μὲν ταύτῃ. Οὐκ ἄξιον δὲ παρελθεῖν καὶ ἅπερ Κνιδίοις ἔχρησε πάλιν εὐχομένοις καὶ τὴν παρὰ τοῦ θεοῦ συμμαχίαν αἰτοῦσιν. Ἔπαθον δὲ καὶ οἱ Κνίδιοι τούτῳ προσεοικὸς Ἁρπάγου ἐπ’ αὐτοὺς στρατεύσαντος. Τὸν γὰρ Ἰσθμὸν τὸν αὐτόθι διακόπτειν ἐπιχειροῦντες καὶ τὴν πόλιν νησοποιεῖν, τὰ μὲν πρῶτα τοῦ ἔργου εἴχοντο· ἐπεὶ δὲ αὐτοῖς ἀπήντα ἡ ἐργασία, ἀπαγορεύοντες ἤδη ἐχρῶντο. Σὺ δὲ αὐτοῖς εἶπας, 
<quote type="blockquote">Ἰσθμὸν δὲ μὴ πυργοῦτε, μηδ’ ὀρύσσετε· 
<lb/>Ζεὺς γάρ κ’ ἔθηκε νῆσον, αἰκ’ ἐβούλετο.</quote> Καὶ οἱ βλάκες ἐπείσθησαν, καὶ ἀποτραπόμενοι παρέδωκαν ἑαυτοὺς τῷ Ἁρπάγῳ. Τὸ δὲ ῥᾳδιούργημα. Ἐπεὶ γὰρ οὐκ ἦν βέβαιος ἀποφυγὴ· ὀρύξασι, τούτου μὲν ἔπαυσας· ὡς δὲ μὴ κελεύων ἔργου ἔχεσθαι, ἐπαγγέλλῃ τὴν ἀποφυγήν. Τοῦτο δὲ οὐ τὸ λώϊον εἶναι μὴ ὀρύξασι προσετίθεις, ἀλλ’ ὅτι οὐ δοκεῖ τῷ Διὶ αὐτὴν νῆσον εἶναι. Ἐν μὲν οὖν τῇ ἀποτροπῇ ἀμφότερα ἰσόῤῥοπα, ἐν δὲ τῇ προτροπῇ τὸ διαφεύξεσθαι προεῖχεν· ὅθεν  δὴ ἀσφαλὲς ἦν τῷ σοφιστῇ τὸ ἀνατρέπειν. Οὕτως τε οὐδὲν εἰπὼν ὧν ἕνκα ἦσαν ἀφιγμένοι, ἀπέπεμψας οἰομένους ἀκηκοέναι τι.</p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg1548.tlg001.1st1K-grc1" n="9"><p rend="indent"><label>9.</label> Ταῦτα δὲ ἡγοῦμαι τὸ ἀδρανὲς τῶν τε χρώντων καὶ τῶν χρωμένων ἀπελέγχειν αὐτάρκως, καὶ ὅτι μηδὲν ἀληθὲς ἢ ἔνθεόν ἐστιν εὑρεῖν ἐν τοῖς δηλουμένοις. Τὸ δὲ κακότροπον τοῦ ἤθους εἴτε τῶν πονηρῶν δαιμόνων εἴτε τῶν τὰ μαντεῖα καθυποκρινομένων ἀνδρῶν ἴδοις ἄν, εἰ μάθοις ὡς καὶ εἰς τὸν κατ’ ἀλλήλων πόλεμον τοὺς χρωμένους αὐτοῖς ἠρέθιζον, εἰρήνης καὶ φιλίας δέον αὐτοὺς εἶναι βραβευτάς. Τοτὲ μὲν οὖν Λακεδ αιμονίους ὡς ἂν οἰκείους καὶ φίλους ὁ ἐν Δελφοῖς πάλιν κατὰ Μεσσηνίων παροξύνει, τοτὲ δ’ αὖ Μεσσηνίοις κατὰ Λακεδαιμονίων χρᾷ, εἰ πάλιν οὗτοι δι’ ἀνθρωποθυσίας ἱλάσοιντο τοὺς δαίμονας. Ἄκουε δὲ καὶ τὰ περὶ τούτων. Ἐπικρινεῖ δὲ τὰ τοιαῦτα ἡ σοφία παροῦσα τῇ μαντικῇ, καὶ οὐκ ἐπιτρέψει αὐτῇ ὡς ἔτυχε διαλέγεσθαι, ἅτε δὴ τῶν πάντων ἀναψαμένη τὰ πείσματα, καὶ ἐπιθεμένη τὰ πρεσβεῖα· οὐδ’ ἐφήσει <pb facs="fragmentaphiloso02mulluoft_0478"/> ματαίῳ ὄντι τῷ Πυθίῳ χρᾶν οὔτε τούτοις, οὔτε Λακεδαιμονίοις περὶ Μεσσηνίων καὶ τῆς γῆς, ἧς εἶχον Μεσσήνιοι ἀπάτῃ νικήσαντες Λακεδαιμονίους , 
<quote type="blockquote">Οὔ σε μάχης μόνον ἔργ’ ἐφέπειν χερὶ Φοῖβος ἄνωγεν, 
<lb/>ἀλλ’ ἀπάτῃ μὲν ἔχει γαῖαν Μεσσηνίδα λαός· 
<lb/>ταῖς δ’ αὐταῖς τέχναις τις ἁλώσεται, αἷσπερ ὑπῆρξεν.</quote> Εἰρήνης μᾶλλον μεμνῆσθαι κελεύει καὶ ὀλιγοδείας καὶ αὐταρκείας. Οἱ δέ που τοῖς Λυκούργου νόμοις κατακοσμούμενοι ἧκον ὑπὸ ἀπληστίας καὶ δόξης κενῆς ἐρησόμενοι, ὡς μὴ δοκοῖεν Μεσσηνίων μάχῃ λείπεσθαι, ἐν νόμοις καρτερικοῖς τεθράφθαι δοκοῦντες. Εἰ δέ γε οἱ ἐν καρτερικοῖς ἦσαν νόμοις οὕτω τεθραμμένοι, ἐκαρτέρουν ἂν ἐπὶ τοῖς ὀλίγοις, καὶ οὐδὲν ἂν μάχης αὐτοῖς ἔδει, οὐδὲ ὅπλων καὶ τῆς λοιπῆς ἀποπληξίας. Ταῦτα Λακεδαιμονίοις κατὰ Μεσσηνίων· πάλιν δ’ αὖ Μεσσηνίοις κατὰ Λακεδαιμονίων ταῦτα· σὺ γὰρ καὶ Μεσσηνίοις κατὰ Λακεδαιμονίων, οὐ μόνον Λακεδαιμονίοις κατὰ Μεσσηνίων χρησμῳδεῖς . 
<quote type="blockquote">Παρθένον Αἰπυτίδα κλῆρος καλεῖ, ἥντινα δοίης 
<lb/>δαίμοσι νερτερίοις, καί κεν σώσειας Ἰθώμην.</quote> Τὰ γὰρ παρευρήματα οὐ δέχομαι, ὅτι οὐκ ἦν καθαρὸν ἐκ γένους Αἰπύτου τὸ ἱερεῖον, ὅθεν ἀτέλεστα Μεσσηνίοις εἶναι. Τοιοῦτος γὰρ εἶ, οἷος ταράττειν.</p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg1548.tlg001.1st1K-grc1" n="10"><p rend="indent"><label>10</label> Τὰ μὲν δὴ τῆς παλαιᾶς ἱστορίας τοιαῦτα. Μυρία δ’ ἐστὶ καὶ καθ’ ἡμᾶς τούτοις συνιδεῖν ὅμοια, ἐκ παλαιοῦ χρόνου καὶ εἰς ἡμᾶς αὐτοὺς τῶν κατὰ χρόνους ἀρχόντων τοτὲ μὲν εἰς ἀπράκτους πολέμους διὰ τῆς τῶν χρησμῶν συμβουλίας ὁρμώντων, τοτὲ δὲ σφαλλομένων ἐκ τῆς τῶν χρησθέντων ἀδηλίας, ἄλλοτε δὲ ἀποπλανωμένων ἐκ τῆς αὐτόθεν τῶν λογίων ἀπάτης. Τί δεῖ δὲ λέγειν, ὥς ποτε ἐν ταῖς μεγίσταις συμφοραῖς, ἤτοι τῶν πρὸς τοὺς ἐχθροὺς παρατάξεων, ἢ τῶν ἐν ταῖς σωματικαῖς ἀῤῥωστίαις κινδύνων, τῆς τῶν νενομισμένων θεῶν ἐπικουρίας ἢ θεραπείας οὐδὲν ὤναντο. Τοιαῦτα δὲ ἀεὶ καὶ διὰ παντὸς αὐτοῖς τὰ ἀπὸ τῶν χρησμῶν ἐκπίπτει, οἷα καὶ τὰ τῆς παλαιᾶς ἱστορίας συνίστησιν. Ἀλλ’ ἐπεὶ τῶν μάλιστα παρὰ τοῖς Ἕλλησι θρυλουμένων τοῦ Πυθίου χρησμῶν εἷς τις ἦν καὶ ὁ πρὸς Λυκοῦργον, ᾧ προσιόντι ἡ Πυθία ἐπεφώνησε τὸ βοώμενον ἐκεῖνο, 
<quote type="blockquote">Ἥκεις, ὦ Λυκόοργε , ἐμὸν ποτὶ πίονα νηόν, 
<lb/>Ζηνὶ φίλος καὶ πᾶσιν Ὀλύμπια δώματ’ ἔχουσι· 
<lb/>δίζω ἤ σε θεὸν μαντεύσομαι, ἢ ἄνθρωπον· 
<lb/>ἀλλ’ ἔτι καὶ μᾶλλον θεὸν ἔλπομαι· ὦ Λυκόοργε, 
<lb/>ἥκεις εὐνομίην διζήμενος· αὐτὰρ ἐγώ τοι 
<lb/>δώσω,</quote> καὶ τὰ τούτοις συνεπιλεγόμενα· φέρε καὶ πρὸς ταῦτα <pb facs="fragmentaphiloso02mulluoft_0479"/> τίνα ποτὲ συνεῖδεν ὁ προδηλωθεὶς ἔλεγχος ἐποπτεύσωμεν. Γράφει δὲ ὧδε· Ἀλλὰ σὺ τὸν Λυκοῦργον προκαθηγεμόνα καὶ σκοπὸν ἐλθόντα ποτὲ ὡς σέ, ἥκειν ἔφης ἐκ κοίλης Λακεδαίμονος Ζηνὶ φίλον, καὶ πᾶσιν Ολύμπια δώματ’ ἔχουσι, δίζεσθαί τε εἰ θεὸν αὐτὸν μαντεύσῃ, ἢ ἄνθρωπον· ἀλλ’ ἔτι καὶ μᾶλλον θεὸν ἔλπεσθαι  ὅτι ἦλθεν εὐνομίην αἰτήσων. Καὶ πῶς, εἰ θεός, οὐκ ἠπίστατο νόμον πολιτικὸν ὁ φίλος τοῦ Διὸς καὶ πάντων τῶν Ὀλυμπίων; Ἀλλ’ ἐπεί τοι καὶ οὐ δίχα θεοῦ ἴσως τὰ τοιαῦτα εὑρίσκεται, ἃ δέδεικται τῷ θειοτάτῳ ἀνθρώπων ὑπὸ τῆς θεοῦ φωνῆς, φέρε, ἴδωμεν τὴν θείαν φωνήν, καὶ ἃ ἐδίδαξας τὸν Λυκοῦργον· 
<quote type="blockquote">Ἥκεις εὐνομίην διζήμενος, αὐτὰρ ἐγώ τοι 
<lb/>δώσω.</quote> Δός, εἴποιμι ἂν ἐγώ· οὐδεμίαν γάρ πω δόσιν οὐδενὶ ἐπηγγείλω τοιαύτην. 
<quote type="blockquote">Ἕως ἂν μαντείαισιν ὑποσχέσιάς τε  καὶ ὅρκους, 
<lb/>καὶ δίκας ἀλλήλοισι καὶ ἀλλοδαποῖσι διδῶτε, 
<lb/>ἁγνῶς καὶ καθαρῶς πρεσβηγενέας τιμῶντες, 
<lb/>Τυνδαρίδας δ’ ἐποπιζόμενοι, Μενέλαν τε καὶ ἄλλους 
<lb/>ἀθανάτους ἥρωας, οἳ ἐν Λακεδαίμονι δίῃ, 
<lb/>οὕτω τοί χ’ ὑμῶν περιφείδοιτ’ εὐρύοπα Ζεύς.</quote> Ἄπολλον, διδασκαλίας καὶ παρεγγυήσεως θείας· καὶ οὐ μακρὸς ἕνεκα τούτων ὁ σπόλος, οὐδὲ ὅπως εἰς Δελφοὺς ἐκ Πελοποννήσου, ἀλλ’ οὐδ’ εἰς Ὑπερβορέους αὐτούς, ὅθεν ἀφῖχθαι λέγουσι κατὰ χρησμὸν Ἀστερίας ἄλλης μάντεως 
<quote type="blockquote">Οἰκητὰς Δήλοιο θυώδεος ἠδ’ ἱερῆας.</quote> Δοκεῖ δέ μοι ὁ Λυκοῦργος οὗτος οὐκ ἐσχηκέναι τιτθήν, οὐδὲ σὺν θώκῳ πρεσβυτέρων οὐδέποτε κεκαθικέναι, παρ’ ὧν καὶ παρ’ ἧς εἶχε καλλίω τούτων ἀκοῦσαι καὶ σοφώτερα. Τάχα δέ πού τι προσθήσεις, ἐάν σε λιπαρῇ ὁ Λυκοῦργος εἰπεῖν τι σαφές. Εἰ οἱ μὲν εὖ ἡγοῖντο, ἁ δ’ ἕποιντο, ἔτι φήσω τοῷ αὐτοῦ εἶναι συνθώκου τοῦτο, καὶ ἀξιώσω τὸν Λυκοῦργον μὴ ἀποκαμεῖν εἴ τι δύναιτο πολιτικὸν παρὰ σοῦ δίδαγμα ἀναλαβὼν ἀπιέναι εἰς τὴν τὴν Σπάρτην. 
<quote type="blockquote">Εἰσὶν ὁδοὶ δύο πλεῖστον ἀπ’ ἀλλήλων ἀπέχουσαι 
<lb/>ἡ μὲν ἐλευθερίας εἰς τίμιον οἶχον ἄγουσα, 
<lb/>ἡ δ’ ἐπὶ δουλείας φευκτὸν δόμον ἡμερίοισι· 
<lb/>καὶ τὴν μὲν διά τ’ ἀνδροσύνης ἱερῆς θ’ ὁμονοίας 
<lb/>ἔστι περᾶν, ἣν δὴ λαοῖς ἡγεῖσθε κέλευθον· 
<lb/>τὴν δὲ διὰ στυγερῆς ἔριδος καὶ ἀνάλκιδος ἄτης 
<lb/>εἰσαφικάνουσι...</quote> τὴν δὲ πεφυλάχθαι. Μάλιστα ἀνδρείους εἶναι κελεύεις· τοῦτο μὲν καὶ παρὰ τῶν δειλῶν πολλάκις ἠκούσαμεν· ἀλλὰ καὶ ὁμόφρονας· τοῦτο οὐ παρὰ τῶν σοφῶν μόνων, ἀλλ’ ἥδῃ καὶ παρ’ αὐτῶν τῶν στασιαζόντων. Ὥστε μὲν τοῦ παρεγγυήματος ἀφίεμέν σε. Καίτοι <pb facs="fragmentaphiloso02mulluoft_0480"/> μάντις ὤν, οὐκ ἔγνως ἡμᾶς πολλάκις καὶ παρὰ πολλῶν εἰληφότας αὐτό, οὔτε τῆς δάφνης ἐμφαγόντων, οὔτε τὸ Κασταλίας ὕδωρ πιόντων, οὐδ’ ἐπὶ σοφίᾳ τὴν ὀφρύν ποτε ἀνασπασάντων; Λέγ’ οὖν περὶ ἀνδρείας, λέγε θεοῦ καὶ περὶ ἐλευθερίας, λέγε περὶ ὁμοφροσύνης, τίνα τρόπον ἐγγίνεται ταῦτα πόλει, καὶ μὴ ἡμᾶς τοὺς οὐκ εἰδότας κέλευε ἡγεῖσθαι τοῖς λαοῖς τῆς κελεύθου ταύτης, ἀλλ’ αὐτὸς ἡγοῦ. Καλὴ μὲν γάρ, ἀλλ’ ἄπορος ἡμῖν καὶ φοβερά. Τούτοις προστίθησι λέγων, 
<quote type="blockquote">Σὺ δὲ καὶ περὶ γάμου ἕτοιμος λέγειν, 
<lb/>Ἄργεος ἱπποβότου πῶλον λάβε κυανοχαίτην.</quote> Περὶ δὲ παίδων, 
<quote type="blockquote">Ἠετίων, οὔτις σε τίει πολύτιτον ἐόντα · 
<lb/>Λάβδα κύει, τέξει δ’ ὀλοοίτροχον.</quote> Περὶ δὲ ἀποικίας, 
<quote type="blockquote">Στέλλ’ ἐπὶ χρυσείους ἄνδρας πολυεθνέα λαόν, 
<lb/>ὤμοις μὲν χαλκὸν προφέρων, χερσὶν δὲ σίδηρον.</quote> Περὶ δὲ κενῆς δόξης, 
<quote type="blockquote">Γαίης μὲν πάσης τὸ Πελασγικὸν οὖδας ἄμεινον · 
<lb/>ἵπποι Θρηίκιαι, Λακεδαιμόνιαι δὲ γυναῖκες, 
<lb/>ἄνδρες θ’ οἳ πίνουσιν ὕδωρ καλῆς Ἀρεθούσης.</quote> Καί μοι δοκεῖς οὐδὲν τῶν τερατοσκόπων καλουμένων κρείττων εἶναι, ἀλλ’ οὐδὲ τῶν ἄλλων ἀγυρτῶν καὶ σοφιστῶν. Ἀλλὰ τῶν μὲν οὐδὲν ἔγωγε ἐθαύμασα, εἰ μισθοῦ τραχηλίζουσι· σοῦ δὲ τοῦ θεοῦ καὶ τῶν ἀνθρώπων, εἰ μισθοῦ τραχηλίζονται. Εἶδ’ ὁ μὲν Σωκράτης ἐκεῖνος οὐδέτερον ἀπεκρίνατο πρὸς τὸν ἐρωτήσαντα, πότερον γαμήσει ἢ μή, ἀλλ’ ὅτι μετανοήσει ἀμφότερα· πρὸς δὲ τὸν ἐπιθυμοῦντα παίδων, οὐκ εὗ ἔφη αὐτὸν ποιήσειν, ὃς ἐάσας ἐπιχειρεῖν ὅπως, εἴ οἱ παῖδες γένοιντο, ἄριστα αὐτοῖς χρῷτο, τούτου μὲν οὐδένα λόγον ἐποιήσατο, αὐτὸ δὲ μόνον ἐσκοπεῖτο, πῶς ἂν αὐτῷ γένοιντο. Ἑτέρου δὲ ἀποδημεῖν ἐγνωκότος διὰ τὸ κακῶς ἔχειν αὐτὸν οἴκοι, οὐκ ἔφη ὀρθῶς αὐτὸν βουλεύεσθαι· τὴν μὲν γὰρ πατρίδα αὐτόθι ἀπολιπὼν ἄπεισι, τὴν δὲ ἀμαθίαν μεθ’ ἑαυτοῦ ἄγων, ἥτις αὐτὸν καὶ τοῖς ἐκεῖ δυσαρεστεῖν ποιήσει καθάπερ καὶ τοῖς ἐνθάδε. Καὶ οὐχ ὁπότε ἠρωτᾶτο μόνον, ἀλλὰ καὶ αὐτόκλητος ἐπὶ τὰς τοιάσδε συνουσίας ἰών. 
<quote type="blockquote">Εἴκοσι τὰς πρὸ κυνός, καὶ εἴκοσι τὰς μετέπειτα , 
<lb/>οἴκῳ ἐνὶ σκιερῷ Διονύσῳ χρῆσθαι ἰατρῷ.</quote> Ἀθηναίοις ὑπὸ καύματος ἐνοχλουμένοις, ἰατρικόν, ἀλλ’ οὐ μαντικόν. 
<quote type="blockquote">Ἐργῖνε Κλυμένοιο πάϊ Πρεσβωνάδαο , 
<lb/>ὄψ’ ἦλθες γενεὴν διζήμενος· ἀλλὰ καὶ ἔμπης <pb facs="fragmentaphiloso02mulluoft_0481"/> 
<lb/>ἱστοβοῆϊ γέροντι νέαν ποτίβαλλε κορώνην.</quote> Γέροντι νέαν συνοικεῖν, εἰ παίδων ἐπιθυμεῖ, οὐ μάντεως οὐδὲ τοῦτο, ἀλλὰ φύσιν ἐπισταμένου. Ἀλλ’ ἡ ἐπιθυμία τοὺς βλάκας ἐξίστησι. Διόπερ σοι καὶ νάρθηκα παραινῶ ἐπ’ αὐτοὺς λαμβάνειν, εἰ μὴ πείθοις μανθάνειν ἀντὶ τῶν καταπτύστων ἐρωτημάτων ἄξιόν τι τοῦ θείου φοιτητηρίου· ἢ Ἀντιόχῳ τῷ Παρίῳ ἀποβαλόντι τὴν οὐσίαν ἐν πολιτικῇ φλυαρίᾳ, καὶ ὑπὸ λύπης ἥκοντι πρὸς σὲ λέγειν, 
<quote type="blockquote">Ἀντίοχ’, εἰς Θάσον ἐλθέ, καὶ οἴκει εὐκλέα νῆσον·</quote> ὃς ἐκείνως ἂν μᾶλλον ὤνατο, ἀκούσας, 
<quote type="blockquote">Ἀντίοχ’, εἰς νοῦν ἐλθέ, καὶ ἐν πενίᾳ μὴ ὀδύρου.</quote> ἢ τοῖς ἥκουσι Κρητῶν· 
<quote type="blockquote">Φαιστοῦ καὶ Τάῤῥας ναέται, Δίου τε πολύῤῥου, 
<lb/>Πυθῶον κέλομαι τελέειν Φοίβοιο καθαρμὸν 
<lb/>εὐαγέοντας, ὅπως Κρήτην καταναιετάητε, 
<lb/>ὄλβον μὴ πατρίοισι νόμοις, καὶ Ζῆνα σέβοντες·</quote> οἷς ἀκοῦσαι ἐκεῖνο κρεῖττον ἦν, 
<quote type="blockquote">Λήρου καὶ μανίας ναέται, πολλοῦ θ’ ἅμα τόφου, 
<lb/>οἰκεῖον τελέειν κέλομαι λήροιο καθαρμὸν 
<lb/>εὐαγέοντας, ὅπως σοφίαν καταναιετάητε, 
<lb/>ὄλβον μὴ πατρίοισι νόμοις, θείοις δὲ σέβοντες·</quote> ὡς μὴ μᾶλλον τῆς Κρήτης σὺ καθαρμοῦ προσδέῃ, Ὀρφικούς τινας ἢ Ἔπιμενιδε ους καθαρμοὺς φανταζόμενος.</p><p rend="indent">Διὰ τί δέ, ὦ σοφώτατε, Χαρίλαος καὶ Ἀρχέλαος οἱ Λακεδαιμονίων βασιλεῖς, 
<quote type="blockquote">Εἴ κεν ἐπικτήτου μοίρης λάχος Ἀπόλλωνι 
<lb/>ἥμισυ δάσσωνται, πολὺ λώϊον ἔσσεται αὐτοῖς;</quote> Ποίῳ δὲ καὶ ἄλλω λέγεις Ἀπόλλωνι; Οὐ γὰρ δὴ αὐτῷ σοι, ὦ ἀναίσχυντε μάντι, ὡς μή τίς σοι αὐτῷ ἐπιπλήξειεν, ἅτε κακῶς οὕτω συνδιαιρουμένῳ τοῖς λῃσταῖς. Ταῦτα μὲν οὖν ὧδε ἐχέτω.</p></div></div></body></text></TEI>