6. Εἰκότα δῆτα ποιῶν ὁ συγγραφεὺς διαπαίζει πάλιν τὴν Ἑλληνικὴν ἀπάτην ἐξελέγχων ἐν τούτοις· Ἀλλὰ τὰ μὲν τοιαῦτα ἴσως ἐθελοκάκου τινός ἐστιν· ἐκεῖνα δὲ δεῖ μᾶλλον εἰς τὴν κρίσιν προάγειν, τὰ πρὸς Ἀθηναίους. Καὶ δὴ λεγέσθω τὰ πρὸς Ἀθηναίους· Ὦ μέλεοι, τί κάθησθε; λιπὼν φεῦγ’ ἔσχατα γαίηςᵃ. Οὔτε γὰρ ἡ κεφαλὴ μένει ἔμπεδος, οὔτε τὸ σῶμα, οὐ χέρες, οὐδὲ πόδες νέατοι· κατὰ γάρ μιν ἐρεί[ψει πῦρ τε καὶ ὀξὺς Ἄρης, Συριηγενὲς ἅρμα διώκων· πολλὰ δὲ τῇδ’ ἀπολεῖ πυργώματα καὶ κατερείψει · πολλοὺς δ’ ἀθανάτων νηοὺς μαλερῷ πυρὶ δώσει, οἵ που νῦν ἱδρῶτι ῥεούμενοι ἑστήκασι , δείμασι παλλόμενοι. Ἰδοὺ δή σοι τὸ πρὸς Ἀθηναίους λόγιον· ἦ πού τι μαντικὸν ἔνεστι; Οὐ γὰρ οὕτως ἐθάῤῥεις αὐτῷ, νὴ Δία, φαίη τις ἄν. Εἰ δὲ προσθείης ἃ δεομένων βοηθεῖν αὐτοῖς ἐπιλέγεται, γνωσθήσεται. Ἰδοὺ δὴ προσκείσθω, Οὐ δύναται Παλλὰς Δί’ Ὀλύμπιον ἐξιλάσασθαι λισσομένη πολλοῖσι λόγοις. . . . Σοὶ δὲ τόδ’ αὖτις ἔπος ἐρέω, ἀδάμαντι πελάσσας . τῶν ἄλλων γὰρ ἁλισκομένων. . . τεῖχος Τριτογενεῖ ξύλινον διδοῖ εὐρύοπα Ζεὺς μοῦνον ἀπόρθητον τελέθειν, τὸ σὲ τέκνα τ’ ὀνήσει· μηδὲ σύ γ’ ἱπποσύνην τε μένειν καὶ πεζὸν ἰόντα, νῶτον ἐπιστρέψας· ἔτι τοί ποτε κἀντίος ἔσται. Ὦ θείη Σαλαμίς, ἀπολεῖς δὲ σὺ τέκνα γυναικῶν, ἤ που σκιδναμένης Δημήτερος, ἢ συνιούσης . Ἄξιός τε σοι ὁ Ζεὺς τοῦ Διός, ὦ υἱὲ τοῦ Διός· ἀλλὰ καὶ ἡ Ἀθηνᾶ τῆς Ἀθηνᾶς, ὦ τῆς Ἀθηνᾶς ἀδελφέ· ἥ τε σπουδὴ αὕτη καὶ ἡ ἀντισπουδία ἐπιπρέπει τῷ πατρὶ καὶ τῇ θυγατρί, μᾶλλον δὲ τοῖς θεοῖς· ὅ τε Ὀλύμπιος οὗτος ὁ τὴν μίαν ταύτην ἐξελεῖν πόλιν ἀσθενῶν, εἰ μὴ ἀπὸ Σούσων ἐπάγοι αὐτῇ τὸν ἄπειρον ἐκεῖνον στρατόν, μέγας τις ἄρα ἦν, καὶ τὴν τοῦ παντὸς κυρίαν ἔχων, καὶ πιθανὸς ἅμα, ἐκ μὲν τῆς Ἀσίας εἰς τὴν Εὐρώπην κινῶν ἔθνη τοσαῦτα, ἐν δὲ τῇ Εὐρώπῃ μίαν πόλιν ἀνατρέψαι ἀδύνατος ὤν. Καὶ σὺ δέ, ὁ τολμηρὸς ἅμα καὶ ἐπὶ τῷ μηδενὶ ῥιψοκίνδυνος οὐκ οἰμώζεις; (εἶπον ἂν ἄνθρωποι, ὑπὲρ ὧν ἡ Παλλὰς οὐ δύναται Δί’ Ὀλύμπιον ἐξιλάσασθαι·) ἢ οὐ τοῖς ἀνθρώποις ἐμήνιεν ὁ Ζεύς, ἀλλὰ τοῖς λίθοις καὶ τοῖς ξύλοις· κἄπειτα σὺ μὲν τοὺς ἀνθρώπους ἔσωζες, ὁ δὲ τὰ οἰκοδομήματα ἐνεπίμπρα ἐπακτῷ πυρί; Οὐ γὰρ ἦν αὐτῷ κεραυνὸς τηνικαῦτα. Ἢ μήτι μᾶλλον ἡμεῖς τολμηροί τε ἐσμὲν καὶ ῥιψοκίνδυνοι, οὐκ ἐπιτρέποντες ὑμῖν οὕτω φληναφεῖν. Πῶς δέ, ὦ μάντι, ὅτι μὲν ἡ θείη Σαλαμὶς ἀπολεῖ τέκνα γυναικῶν ᾔδεις, πότερα δὲ σκιδναμένης Δημήτερος ἢ συνιούσης οὐκέτ’ ᾔδεις; Πῶς δε οὐδὲ τοῦτο ᾔδεις, ὅτι τὰ τέκνα τῶν γυναικῶν εἴποι μὲν ἄν τις εἶναι καὶ τὰ οἰκεῖα, εἴποι δ’ ἂν καὶ τὰ πολέμια, αἰσθόμενος τοῦ κακοτεχνήματος; Περιμένειν δὲ δεῖ τὸ ἀποβησόμενον· ἓν γὰρ δεῖ τι τούτων ἀποβήσεσθαι. Ἡ γάρ τοι Σαλαμὶς ἡ θείη οὐδὲ ἡττωμένων ἀφήρμοσεν ἄν, ὡς εἰς οἶκτον οὕτως ἐπιφωνουμένη· ἥ τε μέλλουσα τῶν νηῶν μάχη, ἤτοι που σκιδναμένης Δημήτερος ἢ συνιούσης, καταπέπλασται τῇ ποιητικῇ σεμνολογίᾳ, ἵνα γένηται μάντευμα ἀφώρατον τῷ σοφισμῷ, καὶ μὴ εὐθὺς καταφανὲς ᾖ, ὅτι ἐν χειμῶνι μάχη ναυτικὴ οὐ συνίσταται. Ἤδη δὲ οὐδὲ ἡ τραγῳδία ἀφανής, οὐδὲ οἱ θεοὶ ἐπεισκυκλούμενοι, ὁ μὲν ἱκετεύων, ὁ δὲ οὐ κατακαμπτόμενος· χρήσιμοι τῷ ]μέλλοντι, καὶ τῇ τοῦ πολέμου παραδόξῳ ῥοπῇ, ὁ μὲν σωζομένοις, ὁ δ’ ἀπολλυμένοις. Εἴτε γὰρ σώζοιντο, ἰδοὺ αἱ τῆς Παλλάδος λιταὶ προμεμήνυνται, ἱκαναὶ οὖσαι κάμψαι τὴν τοῦ Διὸς ὀργήν· εἴτε καὶ μή, οὐδὲ τοῦτο τῷ μάντει ἀκατασκεύαστον· οὐ γὰρ δύναται Παλλὰς τὸν Δία ἐξιλάσασθαι· πρός τε τὰς ἡμικάκους τύχας ὁ τεχνίτης ἐκέρασε τὸ λόγιον, ὡς δὴ τοῦ Διὸς τῇ μὲν τὴν ἑαυτοῦ πρόθεσιν ἐκτελέσαντος, τῇ δὲ τὴν δέησιν τῆς θυγατρὸς· οὐ περιφρονήσαντος. Τά τε πυργώματα ὅτι πολλὰ ἀπολεῖται, εἰ μετὰ ναρθήκων ἀλλὰ μὴ μετὰ σιδήρου καὶ πυρὸς ἐπῄεσαν, τάχα ἂν ψεῦδος ἦν, ὁπότε καὶ μετὰ ναρθήκων ἔπραξαν ἄν τι πάντως οἱ τοσοῦτοι. Ἀλλ’ ἐγώ, φησίν, ἐξεῦρον τὸ ξύλινον τεῖχος, τὸ μόνον ἀπόρθητον. Συμβούλευμα σοῦ γε, ἀλλ’ οὐ μάντευμα, οὐκ ἀπεοικὸς τῷ Φεύγειν, μηδὲ μένειν, μηδ’ αἰδεῖσθαι κακὸν εἶναι. Ὁ γοῦν ἐπιλυσάμενος ἐκεῖνο τὸ αἴνιγμα οὐ χείρων ἦν σου κατιδεῖν, ὅτι ἡ τῶν Ἀθηναίων πόλις πρόφασις ἦν τῷ Πέρσῃ τῆς ὁδοῦ, καὶ ἡ πᾶσα ἔλασις ἐπὶ ταύτην πρώτην τε καὶ ἐξοχωτάτην ἐγένετο. Ἐπεὶ καὶ ὁ ἄμαντις αὐτὸς ἐγὼ τοῦτ’ αἰσθόμενος καὶ τὸν Ἀθηναῖον ἄν, οὐ μόνον τὸν Λυδόν, ἐκέλευον φεύγειν νῶτα ἐπιστρέψαντα. Ἔτι γάρ ποτε κἀντίος ἔσται· πολλὴ γὰρ ἱπποσύνη καὶ πεζὸς ἐπέρχεται. Ὅτι δὲ ναυσίν, ἀλλ’ οὐ κατ’ ἤπειρον· καὶ γὰρ ἦν γελοῖον ἔχοντας ναυτικόν, καὶ ἐπὶ θαλάσσης κατοικοῦντας, μὴ οὐ πασσυδὶ σκευωρησαμένους, καὶ τροφὰς ὅσας εἶχον συνεμβαλλομένους σώζεσθαι, παραδόντας τοῖς βουλομένοις τὴν γῆν. 7. Ταῦτα μὲν οὖν τὰ πρὸς Ἀθηναίους· ἀσθενῆ δὲ σφόδρα καὶ καταγέλαστα τὰ πρὸς Λακεδαιμονίους. Ἤτοι γὰρ πᾶσά φησιν ἡ πόλις πολιορκηθήσεται, ἢ ἀπολωλότα τὸν βασιλέα πενθήσει. Τοῦτο δ’ ἐξ ἅπαντος εἰκὸς ἦν παντί τῳ στοχάζεσθαι, τὸ ἤτοι τόδε ἢ τόδε συμβήσεσθαι. Ἀλλ’ οὐ δήπου θεοῦ ἦν μάντευμα ὧδέ πως ἀμφιβάλλειν ἀγνοίᾳ τοῦ μέλλοντος, βοηθεῖν δέον, καὶ σωτῆρα τῶν Ἑλλήνων ἐν καιρῷ παραφαίνεσθαι, καὶ μᾶλλον τὴν κατὰ τῶν ἐχθρῶν καὶ βαρβάρων νίκην τοῖς Ἕλλησιν, ὡς ἂν οἰκείοις φίλοις προξενεῖν. Εἰ δὲ μὴ τοῦτο δυνατὸς ἦν, κἂν τὸ μὴ παθεῖν αὐτούς, μηδ’ ἁλῶναι παρέχειν. Ὁ. δὲ οὐδὲ τοῦτο, ἀλλ’ οὐδ’ ὅπως αὐτοῖς τὰ τῆς ἥττης περιστήσεται, γινώσκει. Διὸ καὶ πρὸς ταῦτα οἷά φησιν ὁ ἔλεγχος, ἄκουε· Ἀλλ’ οὐ δεῖ Λακεδαιμονίοις, φήσεις, ταυτὸν παραινεῖν. Ἀληθῆ λέγεις. Οὐ γὰρ ἠπίστασο, ὦ σοφιστά, οἷ χωρήσει τὰ τῆς Σπάρτης ὥσπερ τὰ τῆς Ἀττικῆς. Ἐδεδοίκεις οὖν μὴ σὺ μὲν κελεύσῃς αὐτοὺς φεύγειν, κἄπειτα οἱ μὲν φεύγοιεν, οἱ δὲ μὴ ἐπέλθοιεν. Ἐπεὶ οὖν ἔδει τι λέγειν, οὕτως εἶπας τοῖς Λακεδαιμονίοις· Ὑμῖν, ὦ Σπάρτης οἰκήτορες εὐρυχόροιο, ἢ μέγα ἄστυ ἐρικυδὲς ὑπ’ ἀνδράσι Περσείδῃσι πέρσεται· ἢ τὸ μὲν οὐκί , ἀφ’ Ἡρακλέος δὲ γενέθλης πενθήσει βασιλῆ φθίμενον Λακεδαίμονος οὖρος. Πάλιν ὁ ἀμαντευτότατος σύνδεσμος. Ἀλλ’ ἐῶμεν αὐτόν, ὡς μὴ δὶς περὶ τοῦ αὐτοῦ σοι ἐπιπηδῶντες ἐπαχθεῖς ἅμα καὶ ἄποροι δοκῶμεν εἶναι, τὰ δὲ λοιπὰ ἐπισκοπῶμεν. Εἰς σὲ μὲν ἀπέβλεπον ἅπαντες ἐν τηλικούτῳ κινδύνῳ· σὺ δ’ αὐτοῖς καὶ τῶν μελλόντων μηνυτὴς καὶ τῶν ποιητέων ἦσθα σύμβουλος. Καὶ σὲ μὲν ἐκεῖνοι πιστόν, σὺ δ’ αὐτοὺς ἐπέπεισο ἠλιθίους εἶναι· καὶ ὁ καθεστὼς καιρὸς ὅτι ἱκανὸς ἦν ἄγειν καὶ τραχηλίζειν τοὺς ἀβελτέρους οὐ μόνον εἰς Δελφικὰ καὶ Δωδωνεῖα σοφιστήρια, ἀλλ’ ἤδη καὶ ἐπὶ τὰ ὀρνιθομαντεῖα, καὶ ἀλευρομαντεῖα, καὶ τοὺς ἐγγαστριμύθους. Πιστοὶ δὲ οὐ μόνον οἱ θεοὶ τηνικαῦτα, ἀλλ’ ἤδη καὶ αἱ γαλαῖ, καὶ αἱ κορῶναι, καὶ τὰ καθύπνια παραπταίσματα. Οὔκουν ἄδηλον ὅτι οὔτ’ ἂν ἀμφότερα μᾶλλον ἐδέξαντο, ἢ τὸ ἕτερον, οὔτ’ ἂν τὸ μεῖζον ἀντὶ τοῦ μείονος, μεῖον δὲ εἶναι ἕνα ἀντὶ πάντων πεσεῖν τὸν βασιλέα. Μετὰ μὲν δὴ τῆς πόλεως πιπτούσης οὐδεμία οὐδ’ αὐτῷ ἀποφυγή· εἰ δ’ αὐτὸς ἄλλῃ πη τάττοιτο, τάχα ἄν τι καὶ παράδοξον γένοιτο. Λείπεται δὴ τοὺς ταῦτα λογιζομένους τὸν μὲν βασιλέα πέμψαι προσπολεμήσοντα, αὐτοὺς δὲ οἴκοι μένοντας ἔξω κινδύνων καραδοκεῖν. Τῷ μὲν οὖν μετ’ ὀλίγων ἐναντίῳ. ἱσταμένῳ πρὸς τὸν ἄπειραν ὄχλον ὄλεθρος προφανής, ἡ δὲ Σπάρτη ἀνοχὰς εἶχε τοῦ φόβου καὶ παραδόξους ἐλπίδας. Μηδὲν δὲ ἧτον ἀφώρατον εἶναι τὸ σόφισμα, καὶ διαφυγούσης καὶ ἁλούσης. Τί δήποτε; Ὅτι οὐκ εἴρητο μὰ Δία, εἰ ὁ βασιλεὺς ἀποθάνοι, ἡ πόλις σωθήσεται, ἀλλ’ ὅτι ἢ μόνος ἀπολεῖται ἢ ἡ σύμπασα πόλις· τοῦτο δὲ ἐν ἑκατέρῳ ἀνεύθυνον, καὶ μόνου αὐτοῦ ἀπολουμένου καὶ μὴ μόνου. Οὗτος δὲ τύφου καὶ ἀφροσύνης καρπός. ὅθεν [ed. 8. Ἀλλὰ ταῦτα μὲν ταύτῃ. Οὐκ ἄξιον δὲ παρελθεῖν καὶ ἅπερ Κνιδίοις ἔχρησε πάλιν εὐχομένοις καὶ τὴν παρὰ τοῦ θεοῦ συμμαχίαν αἰτοῦσιν. Ἔπαθον δὲ καὶ οἱ Κνίδιοι τούτῳ προσεοικὸς Ἁρπάγου ἐπ’ αὐτοὺς στρατεύσαντος. Τὸν γὰρ Ἰσθμὸν τὸν αὐτόθι διακόπτειν ἐπιχειροῦντες καὶ τὴν πόλιν νησοποιεῖν, τὰ μὲν πρῶτα τοῦ ἔργου εἴχοντο· ἐπεὶ δὲ αὐτοῖς ἀπήντα ἡ ἐργασία, ἀπαγορεύοντες ἤδη ἐχρῶντο. Σὺ δὲ αὐτοῖς εἶπας, Ἰσθμὸν δὲ μὴ πυργοῦτε, μηδ’ ὀρύσσετε· Ζεὺς γάρ κ’ ἔθηκε νῆσον, αἰκ’ ἐβούλετο. Καὶ οἱ βλάκες ἐπείσθησαν, καὶ ἀποτραπόμενοι παρέδωκαν ἑαυτοὺς τῷ Ἁρπάγῳ. Τὸ δὲ ῥᾳδιούργημα. Ἐπεὶ γὰρ οὐκ ἦν βέβαιος ἀποφυγὴ· ὀρύξασι, τούτου μὲν ἔπαυσας· ὡς δὲ μὴ κελεύων ἔργου ἔχεσθαι, ἐπαγγέλλῃ τὴν ἀποφυγήν. Τοῦτο δὲ οὐ τὸ λώϊον εἶναι μὴ ὀρύξασι προσετίθεις, ἀλλ’ ὅτι οὐ δοκεῖ τῷ Διὶ αὐτὴν νῆσον εἶναι. Ἐν μὲν οὖν τῇ ἀποτροπῇ ἀμφότερα ἰσόῤῥοπα, ἐν δὲ τῇ προτροπῇ τὸ διαφεύξεσθαι προεῖχεν· ὅθεν δὴ ἀσφαλὲς ἦν τῷ σοφιστῇ τὸ ἀνατρέπειν. Οὕτως τε οὐδὲν εἰπὼν ὧν ἕνκα ἦσαν ἀφιγμένοι, ἀπέπεμψας οἰομένους ἀκηκοέναι τι. 9. Ταῦτα δὲ ἡγοῦμαι τὸ ἀδρανὲς τῶν τε χρώντων καὶ τῶν χρωμένων ἀπελέγχειν αὐτάρκως, καὶ ὅτι μηδὲν ἀληθὲς ἢ ἔνθεόν ἐστιν εὑρεῖν ἐν τοῖς δηλουμένοις. Τὸ δὲ κακότροπον τοῦ ἤθους εἴτε τῶν πονηρῶν δαιμόνων εἴτε τῶν τὰ μαντεῖα καθυποκρινομένων ἀνδρῶν ἴδοις ἄν, εἰ μάθοις ὡς καὶ εἰς τὸν κατ’ ἀλλήλων πόλεμον τοὺς χρωμένους αὐτοῖς ἠρέθιζον, εἰρήνης καὶ φιλίας δέον αὐτοὺς εἶναι βραβευτάς. Τοτὲ μὲν οὖν Λακεδ αιμονίους ὡς ἂν οἰκείους καὶ φίλους ὁ ἐν Δελφοῖς πάλιν κατὰ Μεσσηνίων παροξύνει, τοτὲ δ’ αὖ Μεσσηνίοις κατὰ Λακεδαιμονίων χρᾷ, εἰ πάλιν οὗτοι δι’ ἀνθρωποθυσίας ἱλάσοιντο τοὺς δαίμονας. Ἄκουε δὲ καὶ τὰ περὶ τούτων. Ἐπικρινεῖ δὲ τὰ τοιαῦτα ἡ σοφία παροῦσα τῇ μαντικῇ, καὶ οὐκ ἐπιτρέψει αὐτῇ ὡς ἔτυχε διαλέγεσθαι, ἅτε δὴ τῶν πάντων ἀναψαμένη τὰ πείσματα, καὶ ἐπιθεμένη τὰ πρεσβεῖα· οὐδ’ ἐφήσει ματαίῳ ὄντι τῷ Πυθίῳ χρᾶν οὔτε τούτοις, οὔτε Λακεδαιμονίοις περὶ Μεσσηνίων καὶ τῆς γῆς, ἧς εἶχον Μεσσήνιοι ἀπάτῃ νικήσαντες Λακεδαιμονίους , Οὔ σε μάχης μόνον ἔργ’ ἐφέπειν χερὶ Φοῖβος ἄνωγεν, ἀλλ’ ἀπάτῃ μὲν ἔχει γαῖαν Μεσσηνίδα λαός· ταῖς δ’ αὐταῖς τέχναις τις ἁλώσεται, αἷσπερ ὑπῆρξεν. Εἰρήνης μᾶλλον μεμνῆσθαι κελεύει καὶ ὀλιγοδείας καὶ αὐταρκείας. Οἱ δέ που τοῖς Λυκούργου νόμοις κατακοσμούμενοι ἧκον ὑπὸ ἀπληστίας καὶ δόξης κενῆς ἐρησόμενοι, ὡς μὴ δοκοῖεν Μεσσηνίων μάχῃ λείπεσθαι, ἐν νόμοις καρτερικοῖς τεθράφθαι δοκοῦντες. Εἰ δέ γε οἱ ἐν καρτερικοῖς ἦσαν νόμοις οὕτω τεθραμμένοι, ἐκαρτέρουν ἂν ἐπὶ τοῖς ὀλίγοις, καὶ οὐδὲν ἂν μάχης αὐτοῖς ἔδει, οὐδὲ ὅπλων καὶ τῆς λοιπῆς ἀποπληξίας. Ταῦτα Λακεδαιμονίοις κατὰ Μεσσηνίων· πάλιν δ’ αὖ Μεσσηνίοις κατὰ Λακεδαιμονίων ταῦτα· σὺ γὰρ καὶ Μεσσηνίοις κατὰ Λακεδαιμονίων, οὐ μόνον Λακεδαιμονίοις κατὰ Μεσσηνίων χρησμῳδεῖς . Παρθένον Αἰπυτίδα κλῆρος καλεῖ, ἥντινα δοίης δαίμοσι νερτερίοις, καί κεν σώσειας Ἰθώμην. Τὰ γὰρ παρευρήματα οὐ δέχομαι, ὅτι οὐκ ἦν καθαρὸν ἐκ γένους Αἰπύτου τὸ ἱερεῖον, ὅθεν ἀτέλεστα Μεσσηνίοις εἶναι. Τοιοῦτος γὰρ εἶ, οἷος ταράττειν. 10 Τὰ μὲν δὴ τῆς παλαιᾶς ἱστορίας τοιαῦτα. Μυρία δ’ ἐστὶ καὶ καθ’ ἡμᾶς τούτοις συνιδεῖν ὅμοια, ἐκ παλαιοῦ χρόνου καὶ εἰς ἡμᾶς αὐτοὺς τῶν κατὰ χρόνους ἀρχόντων τοτὲ μὲν εἰς ἀπράκτους πολέμους διὰ τῆς τῶν χρησμῶν συμβουλίας ὁρμώντων, τοτὲ δὲ σφαλλομένων ἐκ τῆς τῶν χρησθέντων ἀδηλίας, ἄλλοτε δὲ ἀποπλανωμένων ἐκ τῆς αὐτόθεν τῶν λογίων ἀπάτης. Τί δεῖ δὲ λέγειν, ὥς ποτε ἐν ταῖς μεγίσταις συμφοραῖς, ἤτοι τῶν πρὸς τοὺς ἐχθροὺς παρατάξεων, ἢ τῶν ἐν ταῖς σωματικαῖς ἀῤῥωστίαις κινδύνων, τῆς τῶν νενομισμένων θεῶν ἐπικουρίας ἢ θεραπείας οὐδὲν ὤναντο. Τοιαῦτα δὲ ἀεὶ καὶ διὰ παντὸς αὐτοῖς τὰ ἀπὸ τῶν χρησμῶν ἐκπίπτει, οἷα καὶ τὰ τῆς παλαιᾶς ἱστορίας συνίστησιν. Ἀλλ’ ἐπεὶ τῶν μάλιστα παρὰ τοῖς Ἕλλησι θρυλουμένων τοῦ Πυθίου χρησμῶν εἷς τις ἦν καὶ ὁ πρὸς Λυκοῦργον, ᾧ προσιόντι ἡ Πυθία ἐπεφώνησε τὸ βοώμενον ἐκεῖνο, Ἥκεις, ὦ Λυκόοργε , ἐμὸν ποτὶ πίονα νηόν, Ζηνὶ φίλος καὶ πᾶσιν Ὀλύμπια δώματ’ ἔχουσι· δίζω ἤ σε θεὸν μαντεύσομαι, ἢ ἄνθρωπον· ἀλλ’ ἔτι καὶ μᾶλλον θεὸν ἔλπομαι· ὦ Λυκόοργε, ἥκεις εὐνομίην διζήμενος· αὐτὰρ ἐγώ τοι δώσω, καὶ τὰ τούτοις συνεπιλεγόμενα· φέρε καὶ πρὸς ταῦτα τίνα ποτὲ συνεῖδεν ὁ προδηλωθεὶς ἔλεγχος ἐποπτεύσωμεν. Γράφει δὲ ὧδε· Ἀλλὰ σὺ τὸν Λυκοῦργον προκαθηγεμόνα καὶ σκοπὸν ἐλθόντα ποτὲ ὡς σέ, ἥκειν ἔφης ἐκ κοίλης Λακεδαίμονος Ζηνὶ φίλον, καὶ πᾶσιν Ολύμπια δώματ’ ἔχουσι, δίζεσθαί τε εἰ θεὸν αὐτὸν μαντεύσῃ, ἢ ἄνθρωπον· ἀλλ’ ἔτι καὶ μᾶλλον θεὸν ἔλπεσθαι ὅτι ἦλθεν εὐνομίην αἰτήσων. Καὶ πῶς, εἰ θεός, οὐκ ἠπίστατο νόμον πολιτικὸν ὁ φίλος τοῦ Διὸς καὶ πάντων τῶν Ὀλυμπίων; Ἀλλ’ ἐπεί τοι καὶ οὐ δίχα θεοῦ ἴσως τὰ τοιαῦτα εὑρίσκεται, ἃ δέδεικται τῷ θειοτάτῳ ἀνθρώπων ὑπὸ τῆς θεοῦ φωνῆς, φέρε, ἴδωμεν τὴν θείαν φωνήν, καὶ ἃ ἐδίδαξας τὸν Λυκοῦργον· Ἥκεις εὐνομίην διζήμενος, αὐτὰρ ἐγώ τοι δώσω. Δός, εἴποιμι ἂν ἐγώ· οὐδεμίαν γάρ πω δόσιν οὐδενὶ ἐπηγγείλω τοιαύτην. Ἕως ἂν μαντείαισιν ὑποσχέσιάς τε καὶ ὅρκους, καὶ δίκας ἀλλήλοισι καὶ ἀλλοδαποῖσι διδῶτε, ἁγνῶς καὶ καθαρῶς πρεσβηγενέας τιμῶντες, Τυνδαρίδας δ’ ἐποπιζόμενοι, Μενέλαν τε καὶ ἄλλους ἀθανάτους ἥρωας, οἳ ἐν Λακεδαίμονι δίῃ, οὕτω τοί χ’ ὑμῶν περιφείδοιτ’ εὐρύοπα Ζεύς. Ἄπολλον, διδασκαλίας καὶ παρεγγυήσεως θείας· καὶ οὐ μακρὸς ἕνεκα τούτων ὁ σπόλος, οὐδὲ ὅπως εἰς Δελφοὺς ἐκ Πελοποννήσου, ἀλλ’ οὐδ’ εἰς Ὑπερβορέους αὐτούς, ὅθεν ἀφῖχθαι λέγουσι κατὰ χρησμὸν Ἀστερίας ἄλλης μάντεως Οἰκητὰς Δήλοιο θυώδεος ἠδ’ ἱερῆας. Δοκεῖ δέ μοι ὁ Λυκοῦργος οὗτος οὐκ ἐσχηκέναι τιτθήν, οὐδὲ σὺν θώκῳ πρεσβυτέρων οὐδέποτε κεκαθικέναι, παρ’ ὧν καὶ παρ’ ἧς εἶχε καλλίω τούτων ἀκοῦσαι καὶ σοφώτερα. Τάχα δέ πού τι προσθήσεις, ἐάν σε λιπαρῇ ὁ Λυκοῦργος εἰπεῖν τι σαφές. Εἰ οἱ μὲν εὖ ἡγοῖντο, ἁ δ’ ἕποιντο, ἔτι φήσω τοῷ αὐτοῦ εἶναι συνθώκου τοῦτο, καὶ ἀξιώσω τὸν Λυκοῦργον μὴ ἀποκαμεῖν εἴ τι δύναιτο πολιτικὸν παρὰ σοῦ δίδαγμα ἀναλαβὼν ἀπιέναι εἰς τὴν τὴν Σπάρτην. Εἰσὶν ὁδοὶ δύο πλεῖστον ἀπ’ ἀλλήλων ἀπέχουσαι ἡ μὲν ἐλευθερίας εἰς τίμιον οἶχον ἄγουσα, ἡ δ’ ἐπὶ δουλείας φευκτὸν δόμον ἡμερίοισι· καὶ τὴν μὲν διά τ’ ἀνδροσύνης ἱερῆς θ’ ὁμονοίας ἔστι περᾶν, ἣν δὴ λαοῖς ἡγεῖσθε κέλευθον· τὴν δὲ διὰ στυγερῆς ἔριδος καὶ ἀνάλκιδος ἄτης εἰσαφικάνουσι... τὴν δὲ πεφυλάχθαι. Μάλιστα ἀνδρείους εἶναι κελεύεις· τοῦτο μὲν καὶ παρὰ τῶν δειλῶν πολλάκις ἠκούσαμεν· ἀλλὰ καὶ ὁμόφρονας· τοῦτο οὐ παρὰ τῶν σοφῶν μόνων, ἀλλ’ ἥδῃ καὶ παρ’ αὐτῶν τῶν στασιαζόντων. Ὥστε μὲν τοῦ παρεγγυήματος ἀφίεμέν σε. Καίτοι μάντις ὤν, οὐκ ἔγνως ἡμᾶς πολλάκις καὶ παρὰ πολλῶν εἰληφότας αὐτό, οὔτε τῆς δάφνης ἐμφαγόντων, οὔτε τὸ Κασταλίας ὕδωρ πιόντων, οὐδ’ ἐπὶ σοφίᾳ τὴν ὀφρύν ποτε ἀνασπασάντων; Λέγ’ οὖν περὶ ἀνδρείας, λέγε θεοῦ καὶ περὶ ἐλευθερίας, λέγε περὶ ὁμοφροσύνης, τίνα τρόπον ἐγγίνεται ταῦτα πόλει, καὶ μὴ ἡμᾶς τοὺς οὐκ εἰδότας κέλευε ἡγεῖσθαι τοῖς λαοῖς τῆς κελεύθου ταύτης, ἀλλ’ αὐτὸς ἡγοῦ. Καλὴ μὲν γάρ, ἀλλ’ ἄπορος ἡμῖν καὶ φοβερά. Τούτοις προστίθησι λέγων, Σὺ δὲ καὶ περὶ γάμου ἕτοιμος λέγειν, Ἄργεος ἱπποβότου πῶλον λάβε κυανοχαίτην. Περὶ δὲ παίδων, Ἠετίων, οὔτις σε τίει πολύτιτον ἐόντα · Λάβδα κύει, τέξει δ’ ὀλοοίτροχον. Περὶ δὲ ἀποικίας, Στέλλ’ ἐπὶ χρυσείους ἄνδρας πολυεθνέα λαόν, ὤμοις μὲν χαλκὸν προφέρων, χερσὶν δὲ σίδηρον. Περὶ δὲ κενῆς δόξης, Γαίης μὲν πάσης τὸ Πελασγικὸν οὖδας ἄμεινον · ἵπποι Θρηίκιαι, Λακεδαιμόνιαι δὲ γυναῖκες, ἄνδρες θ’ οἳ πίνουσιν ὕδωρ καλῆς Ἀρεθούσης. Καί μοι δοκεῖς οὐδὲν τῶν τερατοσκόπων καλουμένων κρείττων εἶναι, ἀλλ’ οὐδὲ τῶν ἄλλων ἀγυρτῶν καὶ σοφιστῶν. Ἀλλὰ τῶν μὲν οὐδὲν ἔγωγε ἐθαύμασα, εἰ μισθοῦ τραχηλίζουσι· σοῦ δὲ τοῦ θεοῦ καὶ τῶν ἀνθρώπων, εἰ μισθοῦ τραχηλίζονται. Εἶδ’ ὁ μὲν Σωκράτης ἐκεῖνος οὐδέτερον ἀπεκρίνατο πρὸς τὸν ἐρωτήσαντα, πότερον γαμήσει ἢ μή, ἀλλ’ ὅτι μετανοήσει ἀμφότερα· πρὸς δὲ τὸν ἐπιθυμοῦντα παίδων, οὐκ εὗ ἔφη αὐτὸν ποιήσειν, ὃς ἐάσας ἐπιχειρεῖν ὅπως, εἴ οἱ παῖδες γένοιντο, ἄριστα αὐτοῖς χρῷτο, τούτου μὲν οὐδένα λόγον ἐποιήσατο, αὐτὸ δὲ μόνον ἐσκοπεῖτο, πῶς ἂν αὐτῷ γένοιντο. Ἑτέρου δὲ ἀποδημεῖν ἐγνωκότος διὰ τὸ κακῶς ἔχειν αὐτὸν οἴκοι, οὐκ ἔφη ὀρθῶς αὐτὸν βουλεύεσθαι· τὴν μὲν γὰρ πατρίδα αὐτόθι ἀπολιπὼν ἄπεισι, τὴν δὲ ἀμαθίαν μεθ’ ἑαυτοῦ ἄγων, ἥτις αὐτὸν καὶ τοῖς ἐκεῖ δυσαρεστεῖν ποιήσει καθάπερ καὶ τοῖς ἐνθάδε. Καὶ οὐχ ὁπότε ἠρωτᾶτο μόνον, ἀλλὰ καὶ αὐτόκλητος ἐπὶ τὰς τοιάσδε συνουσίας ἰών. Εἴκοσι τὰς πρὸ κυνός, καὶ εἴκοσι τὰς μετέπειτα , οἴκῳ ἐνὶ σκιερῷ Διονύσῳ χρῆσθαι ἰατρῷ. Ἀθηναίοις ὑπὸ καύματος ἐνοχλουμένοις, ἰατρικόν, ἀλλ’ οὐ μαντικόν. Ἐργῖνε Κλυμένοιο πάϊ Πρεσβωνάδαο , ὄψ’ ἦλθες γενεὴν διζήμενος· ἀλλὰ καὶ ἔμπης ἱστοβοῆϊ γέροντι νέαν ποτίβαλλε κορώνην. Γέροντι νέαν συνοικεῖν, εἰ παίδων ἐπιθυμεῖ, οὐ μάντεως οὐδὲ τοῦτο, ἀλλὰ φύσιν ἐπισταμένου. Ἀλλ’ ἡ ἐπιθυμία τοὺς βλάκας ἐξίστησι. Διόπερ σοι καὶ νάρθηκα παραινῶ ἐπ’ αὐτοὺς λαμβάνειν, εἰ μὴ πείθοις μανθάνειν ἀντὶ τῶν καταπτύστων ἐρωτημάτων ἄξιόν τι τοῦ θείου φοιτητηρίου· ἢ Ἀντιόχῳ τῷ Παρίῳ ἀποβαλόντι τὴν οὐσίαν ἐν πολιτικῇ φλυαρίᾳ, καὶ ὑπὸ λύπης ἥκοντι πρὸς σὲ λέγειν, Ἀντίοχ’, εἰς Θάσον ἐλθέ, καὶ οἴκει εὐκλέα νῆσον· ὃς ἐκείνως ἂν μᾶλλον ὤνατο, ἀκούσας, Ἀντίοχ’, εἰς νοῦν ἐλθέ, καὶ ἐν πενίᾳ μὴ ὀδύρου. ἢ τοῖς ἥκουσι Κρητῶν· Φαιστοῦ καὶ Τάῤῥας ναέται, Δίου τε πολύῤῥου, Πυθῶον κέλομαι τελέειν Φοίβοιο καθαρμὸν εὐαγέοντας, ὅπως Κρήτην καταναιετάητε, ὄλβον μὴ πατρίοισι νόμοις, καὶ Ζῆνα σέβοντες· οἷς ἀκοῦσαι ἐκεῖνο κρεῖττον ἦν, Λήρου καὶ μανίας ναέται, πολλοῦ θ’ ἅμα τόφου, οἰκεῖον τελέειν κέλομαι λήροιο καθαρμὸν εὐαγέοντας, ὅπως σοφίαν καταναιετάητε, ὄλβον μὴ πατρίοισι νόμοις, θείοις δὲ σέβοντες· ὡς μὴ μᾶλλον τῆς Κρήτης σὺ καθαρμοῦ προσδέῃ, Ὀρφικούς τινας ἢ Ἔπιμενιδε ους καθαρμοὺς φανταζόμενος. Διὰ τί δέ, ὦ σοφώτατε, Χαρίλαος καὶ Ἀρχέλαος οἱ Λακεδαιμονίων βασιλεῖς, Εἴ κεν ἐπικτήτου μοίρης λάχος Ἀπόλλωνι ἥμισυ δάσσωνται, πολὺ λώϊον ἔσσεται αὐτοῖς; Ποίῳ δὲ καὶ ἄλλω λέγεις Ἀπόλλωνι; Οὐ γὰρ δὴ αὐτῷ σοι, ὦ ἀναίσχυντε μάντι, ὡς μή τίς σοι αὐτῷ ἐπιπλήξειεν, ἅτε κακῶς οὕτω συνδιαιρουμένῳ τοῖς λῃσταῖς. Ταῦτα μὲν οὖν ὧδε ἐχέτω.