3. Ἐπὶ τούτοις ὁ συγγραφεὺς οἷα οὐκ ἀλόγως διαγανακτεῖ, ἄκουε. Ἔοικας δὴ ὡς ἀληθῶς τὰ μὲν ὅσα ψάμμου ἄξιά ἐστιν εἰδέναι, καλὸν δὲ μηδὲν εἰδέναι. Τὸ γοῦν ὀσμὴν ἐς φρένας σὰς ἐλθεῖν κραταιρίνοιο χελώνης ἑψομένης, ψάμμου ἄξιον ἐπιστήμη ἐστίν· οὐκ ἀληθὲς μὲν ὂν οὐδ’ αὐτό, ἀλλὰ προσεοικός γε ὅμως τῷ ἀλαζόνι καὶ ἀναιδεῖ, καὶ ἐπὶ τοῖς κενοῖς εἰδήμασι τὴν ὀφρὺν ἐπαίροντι, καὶ τὸ Αὔδιον ἀνδράποδον τὸν Κροῖσον πείθοντι μὴ καταφρονεῖν αὐτοῦ. Ὅς μετ’ ὀλίγον ἐπὶ τῇ πείρᾳ ἤμελλεν ἐρωτᾶν σε, εἰ στρατεύοι ἐπὶ Πέρσας, καὶ σύμβουλον ποιεῖσθαι ὑπὲρ τῆς αὐτοῦ μανίας καὶ πλεονεξίας. ᾯ οὐκ ὤκνησας εἰπεῖν, ὅτι Ἄλυν διαβὰς μεγάλην ἀρχὴν καταλύσει. Ἐκεῖνο μέντοι εὖ, ὅτι σοι οὐδὲν ἔμελεν, εἴ τι ἄτοπον πείσεται ὑπ’ ἀμφιβόλου χρησμοῦ ἐπαρθεὶς ἐπ’ ἀλλοτρίαν ἀρχήν, οὐδ’ εἰ πικροί τινες ἄνθρωποι καὶ κακοήθεις, δέον ἐπαινεῖν σε ἐπὶ τῷ ἐκτραχηλίσαι μαινόμενον ἄνθρωπον, καὶ προσεγκαλοῖεν, ὡς οὐδὲ ἰσόῤῥοπον φωνὴν ἀφέντι , ἵν’ ὀκνήσειεν καὶ βουλεύσαιτο ὁ Λυδός· ἀλλὰ καταλῦσαι καθ’ ἕνα τρόπον ἐστὶ νοεῖσθαι πρὸς τῶν Ἑλλήνων, οὐ τὸ τῆς οἰκείας ἀρχῆς ἐκπεσεῖν, ἀλλὰ τὸ τὴν ἀλλοτρίαν περιποιήσασθαι. Ὁ μὲν γὰρ ἡμίμηδος ἢ ἡμιπέρσης Κῦρος, ἢ ὁ μητρόθεν μὲν ἐκ τυραννικοῦ πατρόθεν δὲ ἐξ ἰδιωτικοῦ γένους ἡμίονος ὢν ἐν τῷ αἰνίγματι, παρεμφαίνει μὲν τὴν ἔκτυφον μοῦσαν, ἀλλὰ καὶ τὴν ἄμαντιν μαντικήν, εἴπερ οὐκ ἤδη μὴ οὐ συνήσοντα τοῦ αἰνίγματος ὁ μαντις. Εἰ δ’ οὐχ ὑπὸ ἀγνοίας ἀλλ’ ὑπὸ τρυφῆς καὶ πονηρίας ἔπαιζε, βαβαὶ οἷα τὰ θεῖα παίγνιά ἐστιν. Εἰ δ’ οὐδὲ τοῦτο, ἀλλ’ ὅτι ἐχρῆν οὕτω γενέσθαι, ἀνιερώτατος μὲν οὗτος λόγων σοφιστικῶν· τί δ’ ὅμως, εἰ οὕτως ἐχρῆν γενέσθαι, σὺ ὁ δύστηνος ἐν Δελφοῖς καθέζῃ τὰ κενὰ καὶ μάταια ἄδων; τί δέ σου ὄφελος ἡμῖν; τί δὲ μαινόμεθα οἱ πανταχόθεν τῆς γῆς ἐπὶ σὲ διώκοντες; τὶ δὲ σοι κίνσης δεῖ ; codd. τί δὲ σὺ κνηφίας;) 4. Τοιαῦτα τῆς Οἰνομάου παῤῥησίας τὰ τῆς τῶν Γοήτων φώρας, κυνικῆς οὐκ ἀπηλλαγμένα πικρίας. Οὐδὲ γὰρ δαίμονος, μὴ ὅτι θεοῦ, τοὺς παρὰ τοῖς Πανέλλησι θαυμαζομένους χρησμοὺς εἶναι βούλεται, γοήτων δ’ ἀνδρῶν πλάνας καὶ σοφίσματα ἐπὶ ἀπάτῃ τῶν πολλῶν ἐσκευωρημένα· ὧν ἐπείπερ ἅπαξ ἐμνήσθημεν, οὐδὲν ἂν γένοιτο ἐμποδὼν τοῦ καὶ ἑτέρων ἐλέγχων ἐπακοῦσαι. Καὶ πρώτου γε δι’ οὗ φησιν ὁ αὐτὸς ἑαυτὸν ὑπὸ τοῦ Κλαρίου Ἀπόλλωνος ἠπατῆσθαι, γράφων ὧδε· Ἀλλὰ δὴ ἔδει τι καὶ ἡμᾶς τῆς κωμῳδίας μετασχεῖν, καὶ μὴ σεμνύνεσθαι ὡς οὐκ ἐμπεσόντας εἰς τὴν κοινὴν παραπληξίαν, καὶ τὴν ἐμπορίαν εἰπεῖν, ἣν καὶ αὐτοὶ περὶ σοφίας ἐνεπορευσάμεθα ἐκ τῆς Ἀσίας, ὦ Κλάριε, παρὰ σοῦ· Ἔστιν ἐν Τρηχῖνος αἴῃ κῆπος Ἡρακλήΐος πάντ’ ἔχων θάλλοντα, πᾶσι δρεπόμενος πανημαδόν, οὐδ’ ὀλιζοῦται, βέβριθε δ’ ὕδασιν διηνεκές. Εἶτ’ ἐγὼ ἀκούσας ὁ βάκηλος καὶ αὐτὸς ὑπὸ τοῦ Ἡρακλέους ἐφυσήθην, καὶ τοῦ Ἡρακληΐου κήπου θάλλοντος Ἡσιόδειόν τινα ὀνειροπολῶν ἱδρῶτα διὰ τὴν Τρηχῖνα, καὶ ῥηϊδίην αὖθις ζωὴν διὰ τὸν θάλλοντα κῆπον. Εἶτά μοι ἐπερομένῳ, εἴ μοι συναίρονται οἱ θεοί, εἷς τις ἐκ τῶν πολλῶν λέγει, ἐπομνύμενος αὐτοὺς τοὺς συναιρομένους θεούς, ἦ μὴν παρὰ σοῦ ἀκηκοέναι αὐτὸ τοῦτο Καλλιστράτῳ δεδομένον Ποντικῷ τινι ἐμπόρῳ. Ἐγὼ οὖν ὡς ἤκουσα, πῶς, οἴει, ἠγανάκτησα, ὡς δὴ τῆς ἀρετῆς ὑπ’ αὐτοῦ ἀποστερούμενος; Ἀλλὰ καίπερ ὅμως δυσφορῶν ἀνεσκοπούμην τὸν ἔμπορον, εἴ τι κἀκεῖνος ἐθάλφθη ὑπὸ τοῦ Ἡρακλέους· ἐφαίνετο δὴ οὖν κἀκεῖνος πόνον τινὰ πονεῖν, καὶ κέρδους ἐφίεσθαι, καὶ βίον τινὰ ἡδὺν ἐκ τοῦ κέρδους προσδοκᾶν. Ὡς δ’ ἐφαίνετο ὁ ἔμπορος ἐξισούμενος, οὐκέτι τὸν χρησμὸν ἐδεχόμην, οὐδὲ τὸν Ἡρακλέα, ἀλλ’ ἀπηξίουν τῶν αὐτῶν κοινωνεῖν, εἴς τε τοὺς παρόντας πόνους αὐτῶν ἀποβλέπων, καὶ τὰς ἐν ἐλπίδι φάτνας. Ἀλλ’ οὐδ’ ὁ λῃστὴς ἄμοιρος ἐφαίνετο τοῦ χρησμοῦ, οὐδ’ ὁ στρατιωτης, οὐδ’ ἐρῶν ἀνήρ, οὐδ’ ἐρῶσα γυνή, οὐδὲ κόλαξ, οὐδὲ ῥήτωρ, οὐδὲ συκοφάντης. Ἑκάστῳ γὰρ ὡς ἐπιθυμεῖ, ἡγεῖσθαι μὲν τὸν πόνον, προσδοκᾶσθαι δὲ τὴν εὐφροσύνην. 5. Ταῦτα ἐκθέμενος εὐθὺς ἐπισυνάπτει, ὡς καὶ δεύτερον ἐρωτήσας καὶ τρίτον οὐδὲν εἰδότας ἔγνω τοὺς θαυμασίους, μόνῳ δὲ τῷ τῆς ἀσαφείας σκότῳ τὴν σφῶν ἄγνοιαν ἐπικρύπτοντας. Λέγει δ’ οὖν· Ἐπεὶ δέ μοι τὰ τῆς ἐμπορίας ἤδη πρὸ ὁδοῦ ἦν, ἀνδρὸς δὲ ἔδει τοῦ ξεναγωγήσοντος ἐπὶ τὴν σοφίαν, ἄπορος δὲ ἐφαίνετο οὗτος, σοῦ ἐδεόμην καὶ τούτου γενέσθαι ἐνδείκτην, Ἔν τε τοῖσιν εὐπελέεσσιν ἠδ’ Ἀχαιοῖσιν χρέος θήσεται, τὸ δ’ ἐκτεκμαρθὲν οὐδὲ μικρὸν ἔσσεται . Τί φής; Εἰ δ’ ἀγαλματοποιός τις ἢ ζωγράφος ἐπεθύμουν γενέσθαι, καὶ διδασκάλους ἐζήτουν, ἆρά μοι ἤρκει ἀκοῦσαι « Ἔν τε τοῖσιν εὐπελέεσσιν», ἀλλ’ οὐκ ἂν μαίνεσθαι εἶπον τὸν λέγοντα; Ἀλλὰ τοῦτο μὲν ἴσως οὐχ ἱκανὸς εἶ διανοῆσαι, ἀσάφειαν γὰρ ἔχει πολλὴν τὰ ἀνθρώπεια ἤθη· ὅπου δέ μοι ἐκ Κολοφῶνος ἄμεινον πορεύεσθαι, οὐκέθ’ οὕτως ἀφανὲς τῷ θεῷ, Ἐκ τανυστρόφοιο λᾶας σφενδόνης ἱείς ἀνήρ, χῆνας ἐναρίζων βολαῖσν, ἀσπέτους, ποιηβόρους. Τοοὺς δὲ ἀσπέτους, ποιηβόρους χῆνας, τίς μοι μηνύσει ὅ τι ποτὶ λέγουσι; τίς δὲ τὴν τανύστροφον σφενδόνην; ὁ Ἀμφίλοχος, ἢ ὁ Δωδωναῖος, ἢ σοὺ ἐν Δελροῖς, εἰ γενοίμην; Οὐκ ἀπάγξῃ που ἀπελθὼν τῇ τανυστρόφῳ σφενδόνη μετὰ τοῦ ἀδιανοήτου ποιήματος; Ἀλλὰ γὰρ τούτων ἅδε ἐληλεγμένων, ὥρα συνιδεῖν αὖθις ἄνωθεν, ὅπως τοὺς παλαιτάτους χρησμοὺς τοὺς ἐν Δελφοῖς ὁ αὐτὸς ἀπελέγχει, τοὺς δὴ μάλιστα ἐν ταῖς Ἑλληνικαῖς ἱστορίαις θαυμαζομένους. Πολὺς ἦν ὁ Περσῶν στρατὸς ὡπλισμένος κατὰ Ἀθηναίων, οὐδ’ ἦν τις αὐτοῖς ἄλλη σωτηρίας ἐλπίς, ἢ μόνος ὁ θεός. Οἳ δὴ τοῦτον ὅστις ἦν οὐκ εἰδότες, τὸν πάτριον ἀρωγὸν ἐπεκαλοῦντο· ὁ ἐν Δελφοῖς Ἀπόλλων οὗτος ἦν. Τι οὖν ὁ θαυμαστὸς οὗτος; ἆρά γε τῶν οἰκείων ὑπερεμάχει; ἄρα λοιβῆς καὶ κνίσης ἐμέμνητο, καὶ ὧν αὐτῷ συνήθως ἐτέλουν τὰς ἑκατόμβας ἐπιθύοντες; Οὐ μὲν οὖν. Ἀλλὰ τί φησιν; Φεύγειν, καὶ φεύγειν ξύλινον τεῖχος παρασκευασαμένους· οὕτω τὸ ναυτικὸν δηλῶν· δι’ οὗ μόνου φησὶν αὐτοὺς σωθήσεσθαι τῆς πόλεως ἐμπρησθείσης. Ὦ μεγάλης θεοῦ βοηθείας. Εἶτα πολιορκίαν οὐ μόνον τῶν ἄλλων κατὰ τὴν πόλιν οἰκοδομημάτων, ἀλλὰ καὶ αὐτῶν τῶν τοῖς θεοῖς ἀφιερωμένων προλέγειν δῆθεν προσποιεῖται. Τοῦτο δὲ καὶ δίχα χρησμοῦ τοῖς πᾶσιν ἐκ τῆς τῶν πολεμίων ἐφόδου προσδοκᾶν ἦν. 6. Εἰκότα δῆτα ποιῶν ὁ συγγραφεὺς διαπαίζει πάλιν τὴν Ἑλληνικὴν ἀπάτην ἐξελέγχων ἐν τούτοις· Ἀλλὰ τὰ μὲν τοιαῦτα ἴσως ἐθελοκάκου τινός ἐστιν· ἐκεῖνα δὲ δεῖ μᾶλλον εἰς τὴν κρίσιν προάγειν, τὰ πρὸς Ἀθηναίους. Καὶ δὴ λεγέσθω τὰ πρὸς Ἀθηναίους· Ὦ μέλεοι, τί κάθησθε; λιπὼν φεῦγ’ ἔσχατα γαίηςᵃ. Οὔτε γὰρ ἡ κεφαλὴ μένει ἔμπεδος, οὔτε τὸ σῶμα, οὐ χέρες, οὐδὲ πόδες νέατοι· κατὰ γάρ μιν ἐρεί[ψει πῦρ τε καὶ ὀξὺς Ἄρης, Συριηγενὲς ἅρμα διώκων· πολλὰ δὲ τῇδ’ ἀπολεῖ πυργώματα καὶ κατερείψει · πολλοὺς δ’ ἀθανάτων νηοὺς μαλερῷ πυρὶ δώσει, οἵ που νῦν ἱδρῶτι ῥεούμενοι ἑστήκασι , δείμασι παλλόμενοι. Ἰδοὺ δή σοι τὸ πρὸς Ἀθηναίους λόγιον· ἦ πού τι μαντικὸν ἔνεστι; Οὐ γὰρ οὕτως ἐθάῤῥεις αὐτῷ, νὴ Δία, φαίη τις ἄν. Εἰ δὲ προσθείης ἃ δεομένων βοηθεῖν αὐτοῖς ἐπιλέγεται, γνωσθήσεται. Ἰδοὺ δὴ προσκείσθω, Οὐ δύναται Παλλὰς Δί’ Ὀλύμπιον ἐξιλάσασθαι λισσομένη πολλοῖσι λόγοις. . . . Σοὶ δὲ τόδ’ αὖτις ἔπος ἐρέω, ἀδάμαντι πελάσσας . τῶν ἄλλων γὰρ ἁλισκομένων. . . τεῖχος Τριτογενεῖ ξύλινον διδοῖ εὐρύοπα Ζεὺς μοῦνον ἀπόρθητον τελέθειν, τὸ σὲ τέκνα τ’ ὀνήσει· μηδὲ σύ γ’ ἱπποσύνην τε μένειν καὶ πεζὸν ἰόντα, νῶτον ἐπιστρέψας· ἔτι τοί ποτε κἀντίος ἔσται. Ὦ θείη Σαλαμίς, ἀπολεῖς δὲ σὺ τέκνα γυναικῶν, ἤ που σκιδναμένης Δημήτερος, ἢ συνιούσης . Ἄξιός τε σοι ὁ Ζεὺς τοῦ Διός, ὦ υἱὲ τοῦ Διός· ἀλλὰ καὶ ἡ Ἀθηνᾶ τῆς Ἀθηνᾶς, ὦ τῆς Ἀθηνᾶς ἀδελφέ· ἥ τε σπουδὴ αὕτη καὶ ἡ ἀντισπουδία ἐπιπρέπει τῷ πατρὶ καὶ τῇ θυγατρί, μᾶλλον δὲ τοῖς θεοῖς· ὅ τε Ὀλύμπιος οὗτος ὁ τὴν μίαν ταύτην ἐξελεῖν πόλιν ἀσθενῶν, εἰ μὴ ἀπὸ Σούσων ἐπάγοι αὐτῇ τὸν ἄπειρον ἐκεῖνον στρατόν, μέγας τις ἄρα ἦν, καὶ τὴν τοῦ παντὸς κυρίαν ἔχων, καὶ πιθανὸς ἅμα, ἐκ μὲν τῆς Ἀσίας εἰς τὴν Εὐρώπην κινῶν ἔθνη τοσαῦτα, ἐν δὲ τῇ Εὐρώπῃ μίαν πόλιν ἀνατρέψαι ἀδύνατος ὤν. Καὶ σὺ δέ, ὁ τολμηρὸς ἅμα καὶ ἐπὶ τῷ μηδενὶ ῥιψοκίνδυνος οὐκ οἰμώζεις; (εἶπον ἂν ἄνθρωποι, ὑπὲρ ὧν ἡ Παλλὰς οὐ δύναται Δί’ Ὀλύμπιον ἐξιλάσασθαι·) ἢ οὐ τοῖς ἀνθρώποις ἐμήνιεν ὁ Ζεύς, ἀλλὰ τοῖς λίθοις καὶ τοῖς ξύλοις· κἄπειτα σὺ μὲν τοὺς ἀνθρώπους ἔσωζες, ὁ δὲ τὰ οἰκοδομήματα ἐνεπίμπρα ἐπακτῷ πυρί; Οὐ γὰρ ἦν αὐτῷ κεραυνὸς τηνικαῦτα. Ἢ μήτι μᾶλλον ἡμεῖς τολμηροί τε ἐσμὲν καὶ ῥιψοκίνδυνοι, οὐκ ἐπιτρέποντες ὑμῖν οὕτω φληναφεῖν. Πῶς δέ, ὦ μάντι, ὅτι μὲν ἡ θείη Σαλαμὶς ἀπολεῖ τέκνα γυναικῶν ᾔδεις, πότερα δὲ σκιδναμένης Δημήτερος ἢ συνιούσης οὐκέτ’ ᾔδεις; Πῶς δε οὐδὲ τοῦτο ᾔδεις, ὅτι τὰ τέκνα τῶν γυναικῶν εἴποι μὲν ἄν τις εἶναι καὶ τὰ οἰκεῖα, εἴποι δ’ ἂν καὶ τὰ πολέμια, αἰσθόμενος τοῦ κακοτεχνήματος; Περιμένειν δὲ δεῖ τὸ ἀποβησόμενον· ἓν γὰρ δεῖ τι τούτων ἀποβήσεσθαι. Ἡ γάρ τοι Σαλαμὶς ἡ θείη οὐδὲ ἡττωμένων ἀφήρμοσεν ἄν, ὡς εἰς οἶκτον οὕτως ἐπιφωνουμένη· ἥ τε μέλλουσα τῶν νηῶν μάχη, ἤτοι που σκιδναμένης Δημήτερος ἢ συνιούσης, καταπέπλασται τῇ ποιητικῇ σεμνολογίᾳ, ἵνα γένηται μάντευμα ἀφώρατον τῷ σοφισμῷ, καὶ μὴ εὐθὺς καταφανὲς ᾖ, ὅτι ἐν χειμῶνι μάχη ναυτικὴ οὐ συνίσταται. Ἤδη δὲ οὐδὲ ἡ τραγῳδία ἀφανής, οὐδὲ οἱ θεοὶ ἐπεισκυκλούμενοι, ὁ μὲν ἱκετεύων, ὁ δὲ οὐ κατακαμπτόμενος· χρήσιμοι τῷ ]μέλλοντι, καὶ τῇ τοῦ πολέμου παραδόξῳ ῥοπῇ, ὁ μὲν σωζομένοις, ὁ δ’ ἀπολλυμένοις. Εἴτε γὰρ σώζοιντο, ἰδοὺ αἱ τῆς Παλλάδος λιταὶ προμεμήνυνται, ἱκαναὶ οὖσαι κάμψαι τὴν τοῦ Διὸς ὀργήν· εἴτε καὶ μή, οὐδὲ τοῦτο τῷ μάντει ἀκατασκεύαστον· οὐ γὰρ δύναται Παλλὰς τὸν Δία ἐξιλάσασθαι· πρός τε τὰς ἡμικάκους τύχας ὁ τεχνίτης ἐκέρασε τὸ λόγιον, ὡς δὴ τοῦ Διὸς τῇ μὲν τὴν ἑαυτοῦ πρόθεσιν ἐκτελέσαντος, τῇ δὲ τὴν δέησιν τῆς θυγατρὸς· οὐ περιφρονήσαντος. Τά τε πυργώματα ὅτι πολλὰ ἀπολεῖται, εἰ μετὰ ναρθήκων ἀλλὰ μὴ μετὰ σιδήρου καὶ πυρὸς ἐπῄεσαν, τάχα ἂν ψεῦδος ἦν, ὁπότε καὶ μετὰ ναρθήκων ἔπραξαν ἄν τι πάντως οἱ τοσοῦτοι. Ἀλλ’ ἐγώ, φησίν, ἐξεῦρον τὸ ξύλινον τεῖχος, τὸ μόνον ἀπόρθητον. Συμβούλευμα σοῦ γε, ἀλλ’ οὐ μάντευμα, οὐκ ἀπεοικὸς τῷ Φεύγειν, μηδὲ μένειν, μηδ’ αἰδεῖσθαι κακὸν εἶναι. Ὁ γοῦν ἐπιλυσάμενος ἐκεῖνο τὸ αἴνιγμα οὐ χείρων ἦν σου κατιδεῖν, ὅτι ἡ τῶν Ἀθηναίων πόλις πρόφασις ἦν τῷ Πέρσῃ τῆς ὁδοῦ, καὶ ἡ πᾶσα ἔλασις ἐπὶ ταύτην πρώτην τε καὶ ἐξοχωτάτην ἐγένετο. Ἐπεὶ καὶ ὁ ἄμαντις αὐτὸς ἐγὼ τοῦτ’ αἰσθόμενος καὶ τὸν Ἀθηναῖον ἄν, οὐ μόνον τὸν Λυδόν, ἐκέλευον φεύγειν νῶτα ἐπιστρέψαντα. Ἔτι γάρ ποτε κἀντίος ἔσται· πολλὴ γὰρ ἱπποσύνη καὶ πεζὸς ἐπέρχεται. Ὅτι δὲ ναυσίν, ἀλλ’ οὐ κατ’ ἤπειρον· καὶ γὰρ ἦν γελοῖον ἔχοντας ναυτικόν, καὶ ἐπὶ θαλάσσης κατοικοῦντας, μὴ οὐ πασσυδὶ σκευωρησαμένους, καὶ τροφὰς ὅσας εἶχον συνεμβαλλομένους σώζεσθαι, παραδόντας τοῖς βουλομένοις τὴν γῆν.