3. Ἐπὶ τούτοις ὁ συγγραφεὺς οἷα οὐκ ἀλόγως διαγανακτεῖ, ἄκουε. Ἔοικας δὴ ὡς ἀληθῶς τὰ μὲν ὅσα ψάμμου ἄξιά ἐστιν εἰδέναι, καλὸν δὲ μηδὲν εἰδέναι. Τὸ γοῦν ὀσμὴν ἐς φρένας σὰς ἐλθεῖν κραταιρίνοιο χελώνης ἑψομένης, ψάμμου ἄξιον ἐπιστήμη ἐστίν· οὐκ ἀληθὲς μὲν ὂν οὐδ’ αὐτό, ἀλλὰ προσεοικός γε ὅμως τῷ ἀλαζόνι καὶ ἀναιδεῖ, καὶ ἐπὶ τοῖς κενοῖς εἰδήμασι τὴν ὀφρὺν ἐπαίροντι, καὶ τὸ Αὔδιον ἀνδράποδον τὸν Κροῖσον πείθοντι μὴ καταφρονεῖν αὐτοῦ. Ὅς μετ’ ὀλίγον ἐπὶ τῇ πείρᾳ ἤμελλεν ἐρωτᾶν σε, εἰ στρατεύοι ἐπὶ Πέρσας, καὶ σύμβουλον ποιεῖσθαι ὑπὲρ τῆς αὐτοῦ μανίας καὶ πλεονεξίας. ᾯ οὐκ ὤκνησας εἰπεῖν, ὅτι Ἄλυν διαβὰς μεγάλην ἀρχὴν καταλύσει. Ἐκεῖνο μέντοι εὖ, ὅτι σοι οὐδὲν ἔμελεν, εἴ τι ἄτοπον πείσεται ὑπ’ ἀμφιβόλου χρησμοῦ ἐπαρθεὶς ἐπ’ ἀλλοτρίαν ἀρχήν, οὐδ’ εἰ πικροί τινες ἄνθρωποι καὶ κακοήθεις, δέον ἐπαινεῖν σε ἐπὶ τῷ ἐκτραχηλίσαι μαινόμενον ἄνθρωπον, καὶ προσεγκαλοῖεν, ὡς οὐδὲ ἰσόῤῥοπον φωνὴν ἀφέντι , ἵν’ ὀκνήσειεν καὶ βουλεύσαιτο ὁ Λυδός· ἀλλὰ καταλῦσαι καθ’ ἕνα τρόπον ἐστὶ νοεῖσθαι πρὸς τῶν Ἑλλήνων, οὐ τὸ τῆς οἰκείας ἀρχῆς ἐκπεσεῖν, ἀλλὰ τὸ τὴν ἀλλοτρίαν περιποιήσασθαι. Ὁ μὲν γὰρ ἡμίμηδος ἢ ἡμιπέρσης Κῦρος, ἢ ὁ μητρόθεν μὲν ἐκ τυραννικοῦ πατρόθεν δὲ ἐξ ἰδιωτικοῦ γένους ἡμίονος ὢν ἐν τῷ αἰνίγματι, παρεμφαίνει μὲν τὴν ἔκτυφον μοῦσαν, ἀλλὰ καὶ τὴν ἄμαντιν μαντικήν, εἴπερ οὐκ ἤδη μὴ οὐ συνήσοντα τοῦ αἰνίγματος ὁ μαντις. Εἰ δ’ οὐχ ὑπὸ ἀγνοίας ἀλλ’ ὑπὸ τρυφῆς καὶ πονηρίας ἔπαιζε, βαβαὶ οἷα τὰ θεῖα παίγνιά ἐστιν. Εἰ δ’ οὐδὲ τοῦτο, ἀλλ’ ὅτι ἐχρῆν οὕτω γενέσθαι, ἀνιερώτατος μὲν οὗτος λόγων σοφιστικῶν· τί δ’ ὅμως, εἰ οὕτως ἐχρῆν γενέσθαι, σὺ ὁ δύστηνος ἐν Δελφοῖς καθέζῃ τὰ κενὰ καὶ μάταια ἄδων; τί δέ σου ὄφελος ἡμῖν; τί δὲ μαινόμεθα οἱ πανταχόθεν τῆς γῆς ἐπὶ σὲ διώκοντες; τὶ δὲ σοι κίνσης δεῖ ; codd. τί δὲ σὺ κνηφίας;) 4. Τοιαῦτα τῆς Οἰνομάου παῤῥησίας τὰ τῆς τῶν Γοήτων φώρας, κυνικῆς οὐκ ἀπηλλαγμένα πικρίας. Οὐδὲ γὰρ δαίμονος, μὴ ὅτι θεοῦ, τοὺς παρὰ τοῖς Πανέλλησι θαυμαζομένους χρησμοὺς εἶναι βούλεται, γοήτων δ’ ἀνδρῶν πλάνας καὶ σοφίσματα ἐπὶ ἀπάτῃ τῶν πολλῶν ἐσκευωρημένα· ὧν ἐπείπερ ἅπαξ ἐμνήσθημεν, οὐδὲν ἂν γένοιτο ἐμποδὼν τοῦ καὶ ἑτέρων ἐλέγχων ἐπακοῦσαι. Καὶ πρώτου γε δι’ οὗ φησιν ὁ αὐτὸς ἑαυτὸν ὑπὸ τοῦ Κλαρίου Ἀπόλλωνος ἠπατῆσθαι, γράφων ὧδε· Ἀλλὰ δὴ ἔδει τι καὶ ἡμᾶς τῆς κωμῳδίας μετασχεῖν, καὶ μὴ σεμνύνεσθαι ὡς οὐκ ἐμπεσόντας εἰς τὴν κοινὴν παραπληξίαν, καὶ τὴν ἐμπορίαν εἰπεῖν, ἣν καὶ αὐτοὶ περὶ σοφίας ἐνεπορευσάμεθα ἐκ τῆς Ἀσίας, ὦ Κλάριε, παρὰ σοῦ· Ἔστιν ἐν Τρηχῖνος αἴῃ κῆπος Ἡρακλήΐος πάντ’ ἔχων θάλλοντα, πᾶσι δρεπόμενος πανημαδόν, οὐδ’ ὀλιζοῦται, βέβριθε δ’ ὕδασιν διηνεκές. Εἶτ’ ἐγὼ ἀκούσας ὁ βάκηλος καὶ αὐτὸς ὑπὸ τοῦ Ἡρακλέους ἐφυσήθην, καὶ τοῦ Ἡρακληΐου κήπου θάλλοντος Ἡσιόδειόν τινα ὀνειροπολῶν ἱδρῶτα διὰ τὴν Τρηχῖνα, καὶ ῥηϊδίην αὖθις ζωὴν διὰ τὸν θάλλοντα κῆπον. Εἶτά μοι ἐπερομένῳ, εἴ μοι συναίρονται οἱ θεοί, εἷς τις ἐκ τῶν πολλῶν λέγει, ἐπομνύμενος αὐτοὺς τοὺς συναιρομένους θεούς, ἦ μὴν παρὰ σοῦ ἀκηκοέναι αὐτὸ τοῦτο Καλλιστράτῳ δεδομένον Ποντικῷ τινι ἐμπόρῳ. Ἐγὼ οὖν ὡς ἤκουσα, πῶς, οἴει, ἠγανάκτησα, ὡς δὴ τῆς ἀρετῆς ὑπ’ αὐτοῦ ἀποστερούμενος; Ἀλλὰ καίπερ ὅμως δυσφορῶν ἀνεσκοπούμην τὸν ἔμπορον, εἴ τι κἀκεῖνος ἐθάλφθη ὑπὸ τοῦ Ἡρακλέους· ἐφαίνετο δὴ οὖν κἀκεῖνος πόνον τινὰ πονεῖν, καὶ κέρδους ἐφίεσθαι, καὶ βίον τινὰ ἡδὺν ἐκ τοῦ κέρδους προσδοκᾶν. Ὡς δ’ ἐφαίνετο ὁ ἔμπορος ἐξισούμενος, οὐκέτι τὸν χρησμὸν ἐδεχόμην, οὐδὲ τὸν Ἡρακλέα, ἀλλ’ ἀπηξίουν τῶν αὐτῶν κοινωνεῖν, εἴς τε τοὺς παρόντας πόνους αὐτῶν ἀποβλέπων, καὶ τὰς ἐν ἐλπίδι φάτνας. Ἀλλ’ οὐδ’ ὁ λῃστὴς ἄμοιρος ἐφαίνετο τοῦ χρησμοῦ, οὐδ’ ὁ στρατιωτης, οὐδ’ ἐρῶν ἀνήρ, οὐδ’ ἐρῶσα γυνή, οὐδὲ κόλαξ, οὐδὲ ῥήτωρ, οὐδὲ συκοφάντης. Ἑκάστῳ γὰρ ὡς ἐπιθυμεῖ, ἡγεῖσθαι μὲν τὸν πόνον, προσδοκᾶσθαι δὲ τὴν εὐφροσύνην.