<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg1548.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg1548.tlg001.1st1K-grc1" n="13"><p rend="indent"><label>13.</label> Τούτοις ἐπισυνάψω καὶ ἅ φησιν ἀπελέγχων ὡς καὶ τοὺς τυράννους κολακεύειν εἰώθασιν οἱ περὶ ὧν ὁ λόγος. 
<quote type="blockquote">Ὄλβιος οὗτος ἀνήρ, ὃς ἐμὸν δόμον ἐσκαταβαίνει, 
<lb/>Κύψελος Αἰακίδης , βασιλεὺς κλεινοῖο Κορίνθου.</quote> Οὐκοῦν καὶ οἱ τύραννοι, οὐ μόνον οἱ τῶν τυράννων ἐπίβουλοι, 
<quote type="blockquote">Κύψελος, ὅς δὴ πολλὰ Κορίνθῳ πήματα τεύξει,</quote> καὶ Μελάνιππος, ὁ πολλὰ ἀγαθὰ τῇ Γελώων πόλει τεύξας. Πῶς δ’ εἰ Κύψελος ὄλβιος, ὦ κακόδαιμον, οὐ καὶ Φάλαρις ὄλβιος, ὁμότροπος ὢν Κυψέλῷ; Ὥστ’ ἂν ἐκείνως ἄμεινον εἶναι ὑμῖν, 
<quote type="blockquote">Εὐδαίμων Φάλαρις, καὶ Μελάνιππος ἔφυ, 
<lb/>θείας ἁγητῆρες ἐν ἀνθρώποις διχονοίας.</quote> κουσα δέ σου καὶ διαλελυμένον χρησμὸν περὶ τοῦ Φαλάριδος, ἐπαινοῦντα καὶ τιμῶντα, ὅτι λαβὼν ἐπιβουλεύοντας ᾐκίσατο μέν, καρτεροῦντας δὲ ἀγάμενος ἀφῆκε· Λοξίας καὶ Ζεὺς πατὴρ ἀναβολὴν ἐψηφίσαντο θανάτου Φαλάριδι, ἀνθ’ ὧν ἡμέρως Χαρίτωνι καὶ Μελανίππῳ προσηνέχθη. Ἀλλ’ εὖγε καὶ μόλις ἡμῖν τὰ περὶ τοῦ θανάτου ἔδειξας καὶ τῆς ζωῆς, ὅτι κάλλιστόν τι ἐστὶν ἡ ζωή. Ἐπὶ τούτοις ἅπασι καὶ τόδε προσκείσθω· 
<quote type="blockquote">Ἀλλά κε Μηθύμνης ναέταις πολὺ λώϊον ἔσται, 
<lb/>φαλληνὸν τιμῶσι Διωνύσοιο κάρηνον.</quote> <pb facs="fragmentaphiloso02mulluoft_0487"/> Θύουσι γὰρ αἱ πόλεις καὶ τελετὰς ἄγουσιν οὐ μόνον φαλληνοῖς Διονύσοιο καρήνοις, ἀλλὰ καὶ λιθίνοις καὶ χαλκέοις καὶ χρυσέοις· οὐ μόνον φαλληνοῖς, ἀλλὰ καὶ αὐτοῖς τοῖς Διονύσοις , καὶ ἄλλοις παμπόλλοις Ἡσιοδείοις θεοῖς. Τρὶς γὰρ ὡς ἀληθῶς μύριοί εἰσιν ἐπὶ χθονὶ πουλυβοτείρῃ οὐκ ἀθάνατοι, ἀλλὰ λίθινοι καὶ ξύλινοι δεσπόται ἀνθρώπων· οἳ εἰ ἀνθρώπων ὕβριν τε καὶ εὐνομίην ἐφεώρων, οὐκ ἂν τοσοῦτος ἤρθη λῆρος, ὥστε καὶ ἤδη καὶ μέχρις ὑμῶν κεχωρηκέναι τὸ κακόν, ἐπιδιαβὰν καὶ εἰς τὸν Ὄλυμπον, ὅθι, φασί, θεῶν ἕδος ἀσφαλἐς αἰεί. Καίτοι εἰ ἀσφαλἐς ἦν, οὐκ ἂν ἦν ἐπιβατὸν λήρῳ, οὐδ’ ἂν εἷς τις τῶν Ὀλυμπίων εἰς τοῦτο ἦλθε παρανοίας, ὥστε ἐλάῖνον κορμὸν θεῶσαι· ὃν οἱ Μηθυμναῖοι σαγήνης ἐμπλακέντα τοῖς λίνοις ἀνείλκυσαν, καὶ δίς, εἰ βούλει, καὶ τρὶς καὶ πλεονάκις ἐν τῷ αὐτῷ σαγηνεύοντες ἄνθρωποι, καὶ ἐξ ἐκείνου εἰς τὸ Λιβυκὸν ἐξοκείλαντες, οὐδ’ εἰς τὴν γῆν ἔξω ἐκβαλόντες αὐτόν· ἐπεὶ οὐκ ἄν, μὰ τὸν Διόνυσον, ἔτι αὐτοῖς ἐνεπλάκη τοῖς λίνοις. Ἀλλ’ ἐξ ἄκρου κεφαλοειδὴς ὁ κομὸς (Ἄπολλον, ξένου κατασκευάσματος·) τί ποτ’ οὖν ἔπραττεν ἐν τῷ πελάγει; ἀπορήσαι ἄν τις. Τί γὰρ ἄλλο, ἢ ἐκάθητο, νὴ Δία, ἀναμένων ἕως ἄνθρωποι μαινόμενοι, οὐ γὰρ φήσω ὅτι καὶ θεοί, ἐγκυρήσαντες αὐτῷ, οὐ διοπετές, ἀλλὰ ποσειδωνοπετὲς ἡγήσωνται, κἄπειτα εἰς ἄστυ ἀπαγάγωσιν, ὥσπερ τινὰ ἀγαθὴν τύχην, κακὴν οὖσαν ὡς ἀληθῶς, οὐ τύχην, ἀλλὰ τυφεδόνα; Ἢ οὐκ ἤρκει ἄρα αὐτοῖς οἴκοθεν διολλύουσα, ἀλλ’ αὐτὴν ἐπέῤῥωσέν τε καὶ προσεπέτεινε θεοπληξίας, ὡς ἔν τις εἴποι, ἐκ Δελφῶν μετάπεμπος ἐπιθήκη. Τοσαῦτα καὶ ὁ Οἰνόμαος.</p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg1548.tlg001.1st1K-grc1" n="14"><p rend="indent"><label>14.</label> Ἄκουε δ’ οὖν αὖθις τοῦ τὴν τῶν Γοήτων φώραν τὸ οἰκεῖον ἐπονομάσαντος σύγγραμμα, ὡς εὖ μάλα νεανικῷ φρονήματι τὸν πλάνον τῶν πολλῶν καὶ αὐτοῦ <pb facs="fragmentaphiloso02mulluoft_0488"/> γε τοῦ Ἀπόλλωνος ἐπανορθοῦται, δι’ ὧν γράφει τάδε κατὰ λέξιν. Σὲ οὖν ἐν Δελφοῖς καθῆσθαι μὴ δυνάμενον, μηδ’ εἰ βούλοιο, σιωπᾶν. Ὁ δ’ Ἀπόλλων ἄρα ὁ τοῦ Διὸς υἱὸς νυνὶ βούλεται, οὐχ ὅτι βούλεται, ἀλλ’ ὅτι ὑπ’ ἀνάγκης εἰς τὸ βουληθῆναι τέτακται. Δοκῳ δέ μοι τὰ λοιπὰ πάντα παρείς, ἐπειδὴ εἰς τοῦτον τὸν λόγον οὐκ οἶδ’ ὅπως ὑπήχθην, οἰκεῖόν τι καὶ ἀξιοζήτητον ζητήσειν πρᾶγμα. Ἀπόλωλε γάρ, τό γ’ ἐπὶ τοῖς σοφοῖς, ἐκ τοῦ ἀνθρωπίνου βίου, ἀπόλωλεν, εἴτε οἴακά τις αὐτὸ εἴτε ἕρμα εἴτε κρηπῖδα ὀνομάζων χαίρει, τῆς ἡμετέρας ζωῆς ἡ ἐξουσία, ἣν ἡμεῖς μὲν αὐτοκράτορα τῶν ἀναγκαιοτάτων τιθέμεθα, Δημόκριτος δέ γε, εἰ μή τι ἠπάτημαι, καὶ Χρύσιππος, ὁ μὲν δοῦλον, ὁ δὲ ἡμίδουλον ἐπινοεῖ τὸ κάλλιστον τῶν ἀνθρωπίνων ἐπιδεῖξαι. Ἀλλὰ τούτων μὲν λόγος τοσοῦτος, ὅσον ἄν τις ἀξιώσειεν ἄνθρωπος ὢν ἀνθρωπίνως μάχεσθαι· εἰ δ’ ἤδη καὶ τὸ θεῖον ἡμῶν καταστρατεύεται, παπαῖ, οἷα πεισόμεθα. Ἀλλ’ οὐκ εἰκός, οὐδὲ δίκαιον, ἀπὸ γοῦν τούτων τεκμαιρομένοις ἡμῖν, 
<quote type="blockquote">Ἐχθρὲ περικτιόνεσσι, φίλ’ ἀθανάτοισι θεοῖσιν, 
<lb/>εἴσω τὸν προβόλαιον ἔχων πεφυλαγμένος ἧσο.</quote> Τί γάρ, φησὶν ὁ Ἀργεῖος, εἰ βουλοίμην, ἔξεστί μοι καὶ δύναμαι εἴ μοι δόξει, ἧσθαι καὶ πεφυλάχθαι Ἔξεστιν, εἴποις ἄν, καὶ δύνασαι· ἢ πῶς ἄν σοι τοῦτ’ Ἀρχίλοχος ἐγὼ προσέταττον; 
<quote type="blockquote">Χείρωνος φίλε τέκνον ἀγακλειτοῖο Κάρυστε, 
<lb/>Πήλιον ἐκπρολιπὼν Εὐβοίας ἄκρον ἱκέσθαι, 
<lb/>ἔνθ’ ἱερὰν χώραν κτίζειν σοι θέσφατόν ἐστιν. 
<lb/>Ἀλλ’ ἴθι, μηκέτι μέλε.</quote> Ἦ γὰρ ὡς ἀληθῶς ἐπ’ ἀνθρώπῳ τι ἐστίν, ὦ Ἄπολλον, καὶ βουληθῆναι Πήλιον ἐκπρολιπεῖν, κύριός εἰμι ἐγώ; Καὶ μὴν ἤκουον παρὰ πολλῶν καὶ σοφῶν, ὅτι εἴ μοι πέπρωται Εὐβοίας ἄκρον ἱκέσθαι καὶ ἱερὰν χώραν κτίζειν, καὶ ἵξομαι καὶ κτίσω, εἴτε λέγοις, εἴτε μή, καὶ εἴτε βουλοίμην, εἴτε μή. Εἰ δέ με δεῖ καὶ βουληθῆναι ὅ, τι μοι ἀνάγκη ἐστὶ καὶ εἰ μὴ βουλοίμην βουληθῆναι· ἀλλὰ σύ, ὦ Ἄπολλον, πιστεύεσθαι δικαιότερος. Ἔοικα δή σοι μᾶλλον προσέξειν. 
<quote type="blockquote">Ἄγγειλον Παρίοις, Τελεσίκλεες, ὥς σε κελεύω 
<lb/>νήσῳ ἐν Ἠερίῃ κτίζειν εὐδείελον ἄστυ.</quote> Ἀγγελῶ νὴ Δία, (φήσει τάχα πού τις τετυφωμένος, σε ἐλέγχων,) κἂν μὴ κελεύσῃς· πέπρωται γάρ. Καὶ ἔστι Θάσος μὲν ἡ Ἠερία νῆσος· ἥξουσι δ’ ἐπ’ αὐτὴν Πάριοι, Ἀρχιλόχου τοῦ ἐμοῦ υἱοῦ φράσαντος, ὅτι ἡ νῆσος αὕτη πρὶν Ἠερία ἐκαλεῖτο. Σὺ οὖν, δεινὸς γὰρ ἐπεξελθεῖν, οὐκ ἀνέξῃ οἶμαι αὐτοῦ, οὕτως ὄντος ἀχαρίστου καὶ θρασέος, ὅς, εἰ μὴ σὺ μηνύσαι αὑτῷ ἐβουλήθης, οὐκ ἄν ποτε ἤγγειλεν, οὐδ’ ἂν Ἀρχίλοχος ὁ υἱὸς ἀὐτοῦ Παρίους ἐξενάγησεν, οὐδ’ ἂν <pb facs="fragmentaphiloso02mulluoft_0489"/> οἱ Πάριοι Θάσον ᾤκησαν. Οὐκ οἶδ’ οὖν εἰ οὺ λέγεις μὲν ταῦτα, οὐκ οἶσθα δὲ ἃ λέγεις. Ἀλλ’ ἐπεὶ σχολὴν ἄγειν ἐοίκαμεν καὶ μακρὰ διαλέγεσθαι, ὁ δὲ λόγος οὐ| πάρεργος, ἐκεῖνό μοι λέγε· (ἴσως γὰρ καὶ ὀλίγα ἐκ πολλῶν ἀρκεῖ·) ἆρά γέ τί ἐσμεν ἐγώ τε καὶ ού; Φαίης ἄν· Τοῦτο δὲ ὁπόθεν ἴσμεν; τῷ ποτ’ ἄρα τοῦτο εἰδέναι ἐκρίναμεν; Ἢ οὐκ ἄλλο ἱκανὸν οὕτως, ὡς ἡ συναίσθησίς τε καὶ ἀντίληψις ἡμῶν αὐτῶν; Τί δ’; ὅτι ζῷά ἐσμεν πῶς ποτ’ ἄρα ἐξεύρομεν; πῶς δ’ ὅτι καὶ ζῴων, ὡς μὲν ἂν ἐγὼ εἴποιμι, ἄνθρωποι· καὶ ἀνθρώπων ὁ μὲν γόης, ὁ δὲ γόητος ἀπελεγκτής· ὡς δ’ ἂν σύ, ὁ μὲν ἄνθρωπος, ὁ δὲ θεός, καὶ ὁ μὲν μάντις, ὁ δὲ συκοφάντης; Καὶ ἔστω γέ σοι οὕτως ἔχον, ἐάνπερ| ἔγωγε ἁλῶ. Πῶς δ’ ὅτι διαλεγόμεθα ἐν τῷ παρόντι ἐγνώκαμεν; Τί φής; ἆρ’οὺκ ὀρθῶς ἐκρίναμεν τὴν ἡμῶν αὐτῶν ἀντίληψιν τῷ πάντων ἐγγυτάτῳ πράγματι αὐτῷ; Δηλονότι. Οὐ γὰρ ἦν ἄλλο αὐτοῦ οὔτε ἀνώτερον, οὔτε πρεσβύτερον, οὔτε πιστότερον. Ἐπεὶ εἰ μὴ οὕτως ἕξει, μήτε ἄρα ὡς σέ τις εἰς Δελφοὺς παραγενέσθω λοιπὸν ὄνομα Ἀλκμαίων, ἀπεκτονὼς τὴν μητέρα, καὶ οἴκοθεν ἐλαυνόμενος, καὶ οἴκαδε ἐπιθυμῶν. Οὐ γὰρ οἶδεν, οὔτ’ εἰ ἔστι τι αὐτὸς τοπαράπαν, οὔτε εἰ οἴκοθεν ἐλαύνεται, οὔτ’ εἰ οἴκαδε ἐπιθυμεῖ· ἀλλ’ εἰ καὶ μαίνεται ὁ Ἀλκμαίων καὶ ὑπονοεῖ τὰ μὴ ὄντα, ὅ γε Πύθιος οὐ μαίνετεαι. Μηδὲ λέγε οὕτως, 
<quote type="blockquote">Νόστον δίζηαι πατρίην ἐς γαῖαν ἱκέσθαι 
<lb/>Ἀμφιαρηῖαδη.</quote> Οὐδὲ γὰρ σὺ οἶσθά πως εἴ σέ τις ἐρωτᾷ Ἀμφιαρηιάδης, οὐδ’ εἰ σύ τι εἴ ὁ ἐρωτώμενος, καὶ λέγειν ἔχων περὶ ὧν τις ἐρωτᾷ. Μηδὲ Χρύσιππος ἔρα ὁ τὴν ἡμιδουλείαν εἰσάγων, ὅ, τι ποτέ ἐστιν αὐτὸ τοῦτο οὐκ εἰδώς , ἀπαντάτω εἰς τὴν στοάν, μηδ’ οἰέσθω ἀπαντήσεσθαι τοὺς βλέννους ἐκείνους ὡς αὐτὸν ἀκουσομένους τὸν οὖτιν· μηδὲ διατεινέσθω περὶ μηδενὸς καταστὰς πρὸς μὲν Ἀρκεσίλαον παρόντα, πρὸς δὲ Ἐπίκουρον οὐ παρόντα. Τί γάρ ἐστιν ὁ Ἀρκεσίλαος, τί δὲ ὁ Ἐπίκουρος, ἢ τί ἡ Στοά, ἢ τί οἱ νέοι, ἢ τίς ὁ οὖτις, οὔτ’ οἶδεν, οὔτε οἷος εἰδέναι· πολὺ γὰρ πρότερον οὐδ’ εἰ αὐτός τί ἐστιν οἶδεν. Ἀλλ’ οὐκ ἀνέξεσθε οὔτε ὑμεῖς, οὔτε ὁ Δημόκριτος, εἰ λέγοι τις ταῦτα· οὐ γὰρ εἶναι πισπότερον μέτρον οὗ λέγω· οὐδ’ εἰ δοκεῖ καὶ ἄλλα τινὰ εἶναι, τούτῳ γ’ ἂν παρισωθείη· ἢ παρισωθείη μὲν ἄν, ὑπερβάλλοι δὲ οὐκ ἄν. Οὐκοῦν, φήσειεν ἄν τις, ὦ Δημόκριτε, καὶ σὺ ὦ Χρύσιππε, καὶ σὺ ὦ μάντι, ἐπειδὴ ἀγανακτεῖτε εἴ τις ἐθελήσαι παρελέσθαι τὴν ὑμῶν αὐτῶν ἀντίληψιν· οὐ γὰρ ἔτι τὰς πολλὰς ἐκείνας βίβλους εἶναι· φέρε καὶ ἡμεῖς ἀνταγανακτήσωμεν. Τί δή ποτε; Ἔνθα μὲν ἂν ὑμῖν δοκῇ, ἔσται τοῦτο καὶ πιστότατον καὶ πρεσβύτατον· ἔνθα δ’ ἂν μὴ δοκῆ, ἐκεῖ <pb facs="fragmentaphiloso02mulluoft_0490"/> καταδυναστεύσει τι λεληθὸς αὐτοῦ εἱμαρμένη πεπρωμένη, διαφορὰν ἑκάστῳ ὑμῶν ἔχουσα, τῷ μὲν ἐκ θεοῦ, τῷ δὲ ἐκ τῆς τῶν μικρῶν ἐκείνων σωμάτων τῶν φερομένων κάτω καὶ ἀναπαλλομένων ἄνω καὶ περιπλεκομένων καὶ διαλυομένων καὶ δισταμένων καὶ παρατιθεμένων ἐξ ἀνάγκης; Ἰδοὺ γὰρ ᾧ τρόπῳ ἡμῶν αὐτῶν ἀντειλήμμεθα, τούτῳ καὶ τῶν ἐν ἡμῖν αὐθαιρέτων καὶ βιαίων. Οὐ λέληθε δὲ ἡμᾶς ὅσον τὸ μεταξὺ τοῦ βαδίζειν καὶ τοῦ ἄγεσθαι, οὐδὲ ὅσον τοῦ αἱρεῖσθαι καὶ τοῦ ἀναγκάζεσθαι. Ὧν δὲ ἕνεκα ταῦτα προσήνεγκα τῷ λόγῳ; Ὅτι σε ἐκπέφευγεν, ὦ μάντι, ὧν κύριοί ἐσμεν ἡμεῖς, καὶ ὁ τὰ πάντα εἰδὼς ταῦτά γε οὐκ ἂν εἰδείης, ὧν τὰ πείσματα ἀνῆπται ἐκ τῆς ἡμετέρας βουλήσεως. Αὕτη δέ γε ἐφαίνετο οὐκ ὀλίγων οὖσα πραγμάτων ἀρχή· ὂν δὲ ἡ ἀρχή, ἥτις ἦν τῶν μετὰ ταῦτα αἰτία, ἐκπέφευγεν, ᾖ πού γε τὰ μετὰ τὴν ἀρχὴν εἰδείη ἂν οὗτος. Ἀναίσχυντος δηλαδὴ ὁ Λαΐῳ προμαντευόμενος, ὅτι αὐτὸν ἀποκτενεῖ ὁ φύς. Ἤμελλε γάρ που ὁ φὺς κύριος ἔσεσθαι τῆς ἑαυτοῦ βουλήσεως, καὶ οὔτε τις Ἀπόλλων, οὔτε τις αὐτοῦ ὑπέρτερος ἐξικνεῖσθαι ἱκανὸς οὐδεμιᾷ δυνάμει, ὧν οὐκ ἔστιν οὔτε ὕπαρξις, οὔτε γενέσεως ἀνάγκη. Ἐκεῖνο γὰρ δὴ τὸ καταγελαστότατον ἁπάντων, τὸ μῖγμα καὶ ἡ σύνοδος τοῦ καὶ ἐπὶ τοῖς ἀνθρώποις τι εἶναι, καὶ εἱρμὸν οὐδὲν ἧττον εἶναι. Προσεοικέναι γὰρ αὐτόν, ὡς λέγουσιν οἱ σοφώτεροι, τῷ Εὐριπιδείῳ λόγῳ· τεκνῶσαι μὲν γὰρ ἐθελῆσαι τὸν Λάϊον, κύριον εἶναι τὸν Λάϊον, καὶ τοῦτο ἐκπεφευγέναι τὴν Ἀπολλωνίαν ὄψιν· τεκνώ· σαντι δ’ αὐτῷ ἐπεῖναι ἀνάγκην ἄφυκτον ὑπὸ τοῦ φύντος αὐτὸν ἀποθανεῖν· οὕτως οὖν τὴν ἐπὶ τῷ μέλλοντι ἀνάγκην παρέχειν τῷ μάντει τὴν τοῦ γενησομένου προαίσθησιν. Ἦν δέ που καὶ ὁ φὺς τῆς ἰδίας βουλήσεως κύριος, ὥσπερ ὁ φύσας· καὶ ὡς ἐκεῖνος τοῦ τεκνῶσαι καὶ μή, οὕτως οὗτος τοῦ ἀποκτεῖναι καὶ μή. Τοιαῦτα δὲ ὑμῶν τὰ μαντεύματα πάντα· καὶ ὁ Εὐριπίδειος Ἀπόλλων τοῦτ’ ἐκεῖνο ἦν ὃ ἔλεγεν, τὸ 
<quote type="blockquote">Καὶ πᾶς σὸς οἶκος βήσεται δι’ αἵματος,</quote> ὅτι πήρωσις μὲν ἔσται αὐτοχειρίᾳ τοῦ φύντος ἐπὶ γάμῳ μητρὸς καὶ τυραννίδι ἣν παρέλαβεν ἐπ’ αἰνίγματος λύσει, παίδων δὲ ἀλληλοκτόνοι σφαγαὶ ἐπὶ φυγῇ μὲν ἐκ τῆς ἀρχῆς τοῦ ἑτέρου, τοῦ δὲ ἑτέρου πλεονεξίᾳ, καὶ γάμῳ τοῦ φυγάδος ἐν Ἄργει, καὶ στόλῳ στρατηγῶν ἑπτὰ καταγελάστων καὶ συμβολῇ· ὧν ἐπὶ πολλὰς ἀρχὰς καὶ ἐξουσίας διαιρουμένων, πῶς ἂν ᾖ σοι ἐξεπίστασθαι, ἢ ὁ εἱρμὸς συνδεῖν δύναιτο; Εἰ γὰρ αὑτοῦ κύριος ὢν μὴ ἐβουλήθη τυραννεῖν ὁ Οἰδίπους, ἢ τοῦτο βουληθεὶς καὶ πράξας γαμεῖν τὴν Ἰοκάστην οὐ προείλετο, ἢ γήμας μὴ ἐτετύφωτο μηδ’ ἦν δύσθυμος καὶ δυσάρεστος, πῶς ἂν τὰ καθ’ ἕκαστα ἐπράχθη; πῶς δ’ ἂν τῶν ὀφθαλμῶν ἥψατο; πῶς δ’ ἂν τοῖς παισὶν ἐπηράσατο τὴν Εὐριπίδου καὶ τὴν σὴν ἀράν; τά τε ἑξῆς τούτων τίνα ἂν τρόπον ἐγεγόνει, μὴ προτέρων αἰτιῶν γιγνομένων ἢ σύ τι περὶ τῶν μελλόντων λέγειν ἠδύνασο; Πάλιν δ’ αὖ εἰ συμβάντες οἱ παῖδες ἅμα ἐβασίλευον, <pb facs="fragmentaphiloso02mulluoft_0491"/> ἢ εἰ συνθέμενοι παρὰ μέρος ἔμενον ἐπὶ τοῖς συγκειμένοις, ἢ εἰ ὁ ἀπελαθεὶς ἔγνω μὴ εἰς Ἄργος ἀλλ’ εἰς Λιβύην ἢ Πεῤῥαιβοὺς ἀπελθεῖν, ἢ εἰσελθὼν ἐπὶ τὸ Ἄργος ἔγνω ταριχοπωλεῖν, καὶ μὴ πλουσίαν λαβεῖν γυναῖκα ἀλλὰ χερνῆτίν τινα ἢ κάπηλιν, ἢ εἰ ὁ Ἄδραστος μὴ ἔδωκε τὴν θυγατέρα αὐτῷ, ἢ εἰ ὁ μὲν ἔδωκεν ὁ δ’ οὐκ ἐπεθύμησε τῆς οἴκαδε ὁδοῦ, ἢ εἰ ἐπιθυμήσας ἐκράτησεν ἑαυτοῦ, ἢ εἰ μὴ προσέσχεν αὐτῷ δεομένῳ συμμαχίας ὁ Ἄδραστος, ἢ εἰ τῷ Ἀδράστῳ μήτε ὁ Ἀμφιάραος μήτε ὁ Τυδεὺς μηδὲ τῶν ἄλλων μήτε ὁ Ἀμφιάραος μήτε ὁ Τυδεὺς μηδὲ τῶν ἄλλων ταξιάρχων ἕκαστος ἠκολούθουν, ἢ εἰ οἱ μὲν συνηκολούθουν, ὁ δὲ ἐλθὼν οὐκ ἐμάχετο τῷ ἀδελφῷ ἀλλ’ ἢ συμβὰς ἐβασίλευσεν ἅμα αὐτῷ ἢ μὴ βουλομένῳ ἀνεχώρησε, πεισθεὶς Εὐριπίδῃ λέγοντι, προσθεν 
<quote type="blockquote">Ἀσύνετα δ’ ἦλθες καὶ σὺ πορθήσων πάτραν,</quote> ἢ εἰ οὗτος μὲν μή, ὁ δ’ ἕτερος, τῶν Εὐριπιδείων ἀκούσας σοφιστευμάτων ἐκείνων τῶν ἄλλων, 
<quote type="blockquote">Εἰθ’ ἥλιος μὲν νύξ τε δουλεύει βροτοῖς, 
<lb/>σὺ δ’ οὐκ ἀνέξῃ δωμάτων ἔχειν ἵσον;</quote> οὐκ πῶς ἂν συστάντες ἐμάχοντο, καὶ Λαίου πᾶν δῶμα ἔδη δι’ αἵματος; Ἀλλὰ μήν, φήσεις, γέγονε ταῦτα. Γέγονεν· ἀλλὰ σὺ ποίᾳ ὁδῷ εἰσῆλθες εἰς τὴν τούτων εἴδησιν; Ἢ οὐχ ὁρᾷς, ὡς πυκνὰ διακέκοφε τὸ ὅλον δρᾶμα ἡ ἐν ἡμῖν τοῖς τὸ δρᾶμα συμπληροῦσι δύναμις; Οὕτω δὲ καὶ ἣν βούλει ὑπόθεσιν λαβών, διατεμῶ τὸν εἱρμὸν ὑμῶν, ἀποφανῶ τε ἀδύνατον ὄντα. Ἀλλὰ σὺ Οὕτω δὲ καὶ ἣν βούλει ὑπόθεσιν λαβών, διατεμῶ τὸν εἱρμὸν ὑμῶν, ἀποφανῶ τε ἀδύνατον ὄντα. Ἀλλὰ σὺ τὰ τῆς ὑποθέσεως ἔσχατα εἰδέναι λέγεις· ἡ δὲ ὑπόθεσις ἐκ διακοπῆς εἱρμοῦ δυνάμεως ὅλη συντέτακται. Ἢ ὅ λέγω οὐ συνίης ; Ἀλλὰ καθ’ ἑκάστην ὑπόθεσιν, ὦ μάντι, τὰ ζῷα ἢ ὀλίγας πολλάκις ἀρχὰς ποιούμενα, ὦ μάντι, τὰ ζῷα ἢ ὀλίγας πολλάκις ἀρχὰς ποιούμενα, ἢ πολλὰς ἐν αὐτῇ. Αἱ δὲ ἀρχαὶ ἀεὶ τὰ μέχρις αὐτῶν διακόψασαι, αὐτὰ ἄλλα προάγουσι πράγματα· τὰ δ’ διακόψασαι, αὐτὰ ἄλλα προάγουσι πράγματα· τὰ δ’ ἐπὶ τοσοῦτον προχωρεῖν δύναται, ἐφ’ ὅσον ἂν μὴ ἄλλη ποθὲν ἐπιστᾶσα ἀρχὴ τὰ μετ’ αὐτὴν μὴ τοῖς ἔμτοσοῦτον προχωρεῖν δύναται, ἐφ’ ὅσον ἂν μὴ ποθὲν ἐπιστᾶσα ἀρχὴ τὰ μετ’ αὐτὴν μὴ τοῖς ἔμπροσθεν ἀκολουθεῖν ἀλλ’ ἑαυτῇ κελεύσῃ. Εἴη δ’ ἂν ἀρχή, καὶ ὄνος, καὶ κύων, καὶ ψύλλα. Οὐ γὰρ παραιρήσει οὐδὲ τῆς ψύλλης, μὰ τὸν Ἀπόλλω, τὴν ἐξουσίαν· ἀλλ’ ὁρμήσει τινὰ ἰδίαν ὁρμὴν ἡ ψύλλα, ἥ καὶ τοῖς ἀνθρωπίνοις πράγμασιν ἐνίοτε συμπλακεῖσα ἀρχὴν ἑαυτὴν παρέξεταί τινος ὁδοῦ. Σὺ δὲ χρώμενος οὐκ αἴσθῃ τῷ γένει τούτῳ. αἴσθῃ τῷ γένει τούτῳ. 
<quote type="blockquote">Τρηχῖν’ ἐξεῖλες πόλιν Ἡρακλέος θείοιο, <pb facs="fragmentaphiloso02mulluoft_0492"/> 
<lb/>ὦ Λοκρέ· σοὶ δὲ Ζεὺς ἄτας δῶκ’, ἠδ’ ἔτι δώσει.</quote> Τί φής; Οὐ γὰρ ἐπέπρωτο ὑφ’ ὑμῶν ἐξαιρεθῆναι αὐτήν; Καὶ τί αἴτιοι ἡμεῖς, ἀλλ’ οὐχ ἡ ὑμετέρα ἀνάγκη; Οὐ δίκαια ποιεῖς, ὦ Ἄπολλον, οὐδ’ ὀρθῶς ἐπιτιμᾷς τοῖς οὐδὲν ἀδικοῦσιν ἡμῖν. Ὁ δὲ Ζεὺς οὗτος, ἡ τῆς ὑμετέρας ἀνάγκης ἀνάγκη, τί ἡμᾶς τίννυται, ἀλλ’ οὐκ (εἴπερ ἄρα) ἑαυτόν, ὅτι τοιαύτην κατέδειξεν εἶναι τὴν ἀνάγκην; Τί δὲ καὶ ἀπειλεῖ ἡμῖν; Ἢ τί ἡμεῖς, ὡς ὄντες τούτου κύριοι, λιμώττομεν; Ἀλλὰ καὶ ἤτοι ἀνοικισθήσεται πρὸς ἡμῶν, ἢ οὔ· ὁπότερον δ’ ἂν ᾖ, τοῦτο πέπρωται. Αῆξον δή, ὦ Ζεῦ λιμοποιέ, τοῦ θυμοῦ· ἔσται γὰρ ὃ πέπρωται, καὶ τοῦτο προστέτακται ποιεῖν ὁ σὸς εἱρμός· ἡμεῖς δὲ πρὸς τοῦτον οὐδέν ἐσμεν. Παῦσαι δὲ καὶ σύ, ὦ Ἄπολλον, μάταια χρησμῳδῶν· ἔσται γὰρ ὃ δὴ ἔσται, κἂν σὺ σιωπᾷς. Ἡμεῖς δέ, ὦ Ζεῦ καὶ Ἄπολλον, τί πάθωμεν, οὐδὲν ὄντες αἴτιοι τῆς ὑμετέρας νομοθετήσεως, τοῦτ’ ἔστιν ἀναγκοθετήσεως; Τί δ’ ἡμῖν καὶ ταῖς ὑμετέραις ἄταις, ἃς αὐτοὶ ἔχειν δίκαιοί ἐστε ὑπὲρ ὧν ἡμεῖς ἠναγκάσθημεν; 
<quote type="blockquote">Οἰταῖοι, μὴ σπεύδετ’ ἀτασθαλίῃσι νόοιο.</quote> Ἀλλ’ οὐ σπεύδομεν, ὦ Ἄπολλον, ἀλλ’ ἐλαυνόμεθα, οὐδὲ ἀτασθαλίαις, ἀλλὰ τῇ ὑμετέρᾳ ἀνάγκῃ. Τὸν δὲ Λυκοῦργον ἐκεῖνον πῶς, ὦ Ἄπολλον, ἐπαινεῖς, ὃς οὐκ ἦν ἀγαθός, οὔτε ἑκών, οὔθ’ ἑλόμενος, ἀλλ’ ἄκων; εἴπερ που καὶ γίνεταί τις ἀγαθὸς ἄκων. Ἔοικε δὲ ὃ νῦν ποιεῖτε, ὡς εἴ τις τοὺς μὲν καλοὺς τὰ σώματα ἐπαινοίη καὶ γεραίροι, τοὺς δὲ αἰσχροὺς ψέγοι καὶ κολάζοι. Δίκαια γὰρ εἴποιεν ἂν πρὸς ὑμᾶς οἱ πονηροί, ὅτι οὐκ ἐπετρέψατε ἡμῖν, ὦ θεοί, ἀγαθοῖς γίνεσθαι, οὐ μόνον δέ, ἀλλὰ καὶ ἐβιάσασθε εἶναι πονηρούς· οἱ τε ἀγαθοί, εἰ ἐξηγκωνισμένοι περιπατοῖεν, οὐκ ἐπιτρέψει τις αὐτοῖς, ἀλλὰ φήσει, Ὦ Χρύσιππέ τε καὶ Κλέανθες καὶ ὅσοι τούτου τοῦ χοροῦ, (ὑμεῖς γὰρ πεποίησθε εἶναι ἀγαθοί,) ἐγὼ μὲν ἀρετὴν ἐπαινῶ, ὑμᾶς δὲ τοὺς ἐναρέτους οὐκ ἐπαινῶ. Ἀλλὰ καὶ τὸν Ἐπίκουρον, ὃν σὺ πολλά, ὦ Χρύσιππε, ἐβλασφήμησας, ἐγὼ τό γε ἐπὶ σοὶ ἀφίημι τῶν ἐγκλημάτων. Τί γὰρ πάθῃ ὃς οὐχ ἑκὼν ἦν μαλακὸς οὐδὲ ἄδικος, ὥσπερ πολλάκις αὐτὸν ἐλοιδόρησας; 
<quote type="blockquote">Εὐτάκτων θνητῶν βιοτῇ θεοὶ ἵλαοί εἰσιν, 
<lb/>εὐσεβέων θ’ ἁγίας θυσίας τιμάς τε δέχονται.</quote> Δοκεῖτε δέ μοι οὐκ ἂν ταῦτα λέγειν, μὴ πεπεισμένοι ὅτι οὐκ ἄκοντες ἀλλὰ βουλόμενοι χωροῦσιν, ἐφ’ ἃ χωροῦσιν. Ἃ δ’ ἂν βουληθῶσι τῶν οὕτω προεληλεγμένων, οὔτε θεὸς οὔτε ἄνθρωπος σοφιστὴς τολμήσει λέγειν ὅτι ὑποτέτακται· ἢ λόγους μὲν οὐκέτι πρὸς αὐτὸν <pb facs="fragmentaphiloso02mulluoft_0493"/> ποιησόμεθα, σκύτος δέ τι τῶν εὐτόνων λαβόντες, ὡς ἐπ’ ἀνάγωγον παῖδα, τὰς πλευρὰς εὖ μάλα καταξανοῦμεν αὐτοῦ. Τοσαῦτα πρὸς τὸν χρησμῳδὸν ὁ Οἰνόμαος ἀπετείνατο.</p></div></div></body></text></TEI>