11. Φέρε δέ, τούτοις προσθῶμεν καὶ δι’ ὧν αὖθις ὁ Ἀπόλλων θαυμάζει τὸν Ἀρχίλοχον, ἄνδρα παντοίαις κατὰ γυναικῶν αἰσχροῤῥημοσύναις καὶ ἀῤῥητολογίαις, ἃς οὐδ’ ἀκοῦσαί τις σώφρων ἀνὴρ ὑπομείνειεν, ἐν τοῖς οἰκείοις ποιήμασι κεχρημένον· καὶ τὸν Εὐριπίδην τῆς μὲν Σωκράτους διατριβῆς καὶ φιλοσοφίας ἐκπεσόντα, εἰσέτι δὲ καὶ νῦν ἐπὶ τῆς θυμέλης τραγῳδούμενον· καὶ Ὅμηρον ἐπὶ τούτοις, ὃν ὁ γενναῖος Πλάτων ἐξωθεῖ τῆς ἑαυτοῦ πολιτείας, ὡς κατ’ οὐδὲν ὠφέλιμον, ἀλλὰ καὶ τὰ ἔσχατα τοὺς νέους λυμαινομένων λόγων ποιητὴν γεγενημένον. Ἐφ’ οἷς πάλιν ὁ προδηλωθεὶς τὸν χρησμῳδὸν θεὸν ὧδέ πως σκώπτει· Ἀθάνατός σοι παῖς καὶ ἀοίδιμος, ὦ Τελεσίκλεις , ἔσσετ’ ἐν ἀνθρώποις. Ὁ δὲ παῖς ἦν Ἀρχίλοχος. Ἔσται σοι κοῦρος Μνησαρχίδῃ, ὅντινα πάντες ἄνθρωποι τίσουσι, καὶ ἐς κλέος ἐσθλὸν ὀρούσει, καὶ στεφέων ἱερῶν γλυκερὴν χάριν ἀμφιβαλεῖται. Ὁ δὲ κοῦρος ἦν Εὐριπίδης. Ὅμηρος δέ, Σοὶ ζωὴ δοιὰς μοίρας λάχεν, ἡ μὲν ἀμαυρῶν ἠελίων δισσῶν , ἡ δ’ ἀθανάτοις ἰσόμοιρος , ζῶν καὶ ἀποφθίμενος. Καὶ διὰ ταῦτα ἤκουεν, Ὄλβιε καὶ δύσδαιμον , ἔφυς γὰρ ἐπ’ ἀμφοτέροισι. Λέγει δὲ οὐκ ἄνθρωπος, ἀλλά τις διατεινάμενός ποτε, ὅτι αὐτὸν οὐ χρὴ Ἀνθρώπων θεὸν ὄντα δυηπαθέων ἀλεγίζειν. Ἄγε οὖν, ὦ θεέ, μὴ περιΐδῃς μηδ’ ἡμᾶς. Ἐπιθυμοῦμεν γάρ, εἰ μή τι ἀδικοῦμεν, οἱ μὲν κλέους ἐσθλοῦ, οἱ δὲ στεφάνων ἱερῶν, οἱ δὲ πρὸς θεοὺς ἰσομοιρίας, οἱ δὲ αὐτῆς ἀθανασίας. Τί ποτ’ οὖν ἦν τοῦτο, δι’ ὅ σοι Ἀρχίλοχος ἔδοξεν ἄξιος εἶναι τοῦ οὐρανοῦ; Μὴ φθονήσῃς, ὦ φιλανθρωπότατε θεῶν, μηδ’ ἄλλοις ἀνθρώποις τῆς ἄνω ὁδοῦ. Τί πράττειν κελεύεις ἡμᾶς; Ἡ δηλαδὴ τὰ Ἀρχιλόχου, εἰ μέλλοιμεν ἄξιοι φανεῖσθαι τῆς ὑμετέρας ἑστίας; Λοιδορῆσαι μὲν πικρῶς τὰς οὐκ ἐθελούσας ἡμῖν γαμεῖσθαι, ἅψασθαι δὲ καὶ τῶν κιναίδων, ἐπειδὴ τῶν ἄλλων πονηρῶν πολὺ πονηρότεροί εἰσι· οὐχὶ δίχα μέτρου, αὕτη γὰρ διάλεκτος καὶ θεῶν, ὥσπερ οὖν καὶ θείων ἀνδρῶν, ὥσπερ Ἀρχιλόχου. Καὶ οὐδὲν ἴσως θαυμαστόν. Διὰ γὰρ τὴν ἐν τούτοις ὑπεροχήν, εὖ μὲν οἶκος οἰκεῖται, εὖ δὲ ἰδιώτης βίος, πόλεις δὲ ὁμοφρόνως, καὶ ἔθνη εὐνόμως συνεστᾶσιν. Οὐκ ἀπεικότως ἄρα σοι καὶ Μουσῶν θεράπων ἔδοξεν εἶναι, καὶ ὁ φονεὺς αὐτοῦ οὐκ ἄξιος εἶναι τῆς πρὸς ὑμᾶς τοὺς θεοὺς εἰσόδου, οὐδὲ τῆς παρ’ ὑμῶν φωνῆς, ἄνδρα φωνάεντα ἀποκτείνας. Οὔκουν ἄδικος ἡ πρὸς τὸν Ἀρχίαν ἀπειλή, οὐδ’ ἄκαιρος ἡ Πυθία τιμωροῦσα Ἀρχιλόχῳ τῷ πάλαι νεκρῷ, καὶ κελεύουσα ἐξιέναι τοῦ ναοῦ τὸν ἐναγῇ· Μουσάων γὰρ ἀπέκτεινε θεράποντα. Οὔκουν ἔμοιγ’ ἐφάνης, ἐπαμύνων τῷ ποιητῇ, ἀπρεπὴς εἶναι· ἐμεμνήμην γὰρ καὶ τοῦ ἑτέρου ποιητοῦ, καὶ τῶν ἱερῶν τοῦ Εὐριπίδου στεφάνων· καίτοι ἀπορῶν, καὶ ἀκοῦσαι ἐπιθυμῶν, οὐχ ὅτι ἐστεφανοῦντο, ἀλλὰ πῶς ἦν τὰ στέφη ταῦτα ἱερά· οὐδ’ ὅτι αὐτὸς εἰς κλέος ὄρουσεν , ἀλλὰ πῶς ἐσθλὸν ἦν τοῦτο. Ἐκροταλίζετο μὲν γὰρ ἐν τοῖς ὄχλοις, οἶδα· καὶ τυράννοις ἤρεσκε, καὶ τοῦτο οἶδα· καὶ ἔργον ἐπετήβευεν, ἐφ’ ὧ οὐχ ὅπως αὐτὸς ἐθαυμάζετο ὁ ἐραστής, ἀλλ’ ἤδη καὶ ἡ τῶν Ἀθηναίων πόλις, ὅτι μόνη τραγῳδοὺς ἤνεγκεν. Εἰ μὲν οὖν ὁ κρότος ἱκανὸς κριτὴς καὶ ἡ ἐν ἀκροπολει τράπεζα, οὐδὲν ἔτι λέγω, βλέπων ἐν ἀκροπόλει δειπνοῦντα τὸν Εὐριπίδην, καὶ τὸν Ἀθηναίων ἅμα καὶ τὸν Μακεδόνων δῆμον ἐπιψοφοῦντα· εἰ δὲ καὶ δίχα τούτων ἐστί τις καὶ θεῶν ψῆφος, καὶ αὕτη πιστή, καὶ οὐχ ἥττων τῆς τῶν τυράννων οὐδὲ τῆς τῶν ὄχλοιν φέρε, φράσον ἡμῖν, ἐπὶ τίνι τῶν καλῶν ἠνέγκατε ὑμεῖς οἱ θεοὶ τὴν ὑπὲρ τοῦ Εὐριπίδου ψῆφον, ἵνα σπεύσωμεν καὶ διώξωμεν τὸν οὐρανὸν κατὰ πόδας τῶν ὑμετέρων ἐπαίνων. Οὐ γὰρ δὴ οὔκ εἰσι καὶ νῦν ἔτοιμοι κωμωδεῖσθαι καὶ Σαβαῖοι καὶ Λυκάμβαι, πρὸς δέ γε τὸ τραγῳδεῖσθαι οὐκ ἂν οὐδὲ νῦν ἐνσταίη οὔτε ὁ Θυέστης, οὔτε ὁ Οἰδίπους, οὔτε ὁ Φινεὺς ἐκεῖνος· οὐδ’ ἄν, οἶμαι, φθονήσαιεν οὐδενὶ ἐπιθυμοῦντι φιλίας τῆς τῶν θεῶν· ἀλλὰ καὶ αὐτοὶ ἄν μοι δοκοῦσιν ἐκεῖνοι, εἰ ᾔσθοντο ὅτι ἔσοιτό τις Εὐριπίδης, ἀνὴρ ἐπὶ τῷ διασκευάσαι αὐτοὺς γενόμενος θεοφιλής, ἀμελῆσαι ἂν τῶν κακῶν ἐκείνων, καὶ οὐκ ἐπὶ τὸ κρείττονα φρονεῖν, ἀλλ’ ἐπὶ τὸ μετροποιεῖν τραπέσθαι· καὶ τῶν ἔμπροσθεν ἀνθρώπων εἰ τὰ ὀνόματα ὄγκου πλήρη ἤκουον, χρῆσθαι τούτοις εἰς τὴν πρὸς τὸν οὐρανὸν ὁδοιπορίαν, ἵν’ ἐλθόντες καθέζοιντο ἐν τῷ Ὀλύμπῳ μετὰ τῶν ποιηπῶν , ἐν τῇ τοῦ Διὸς αὐλῇ. Ταῦτα γὰρ λέγει ὁ ἐν Δελφοῖς ποιητής. Φέρε καὶ τὴν Ὁμήρου τοῦ ὀλβίου ἴδωμεν ἐρώτησιν, ἣν τὸν θεὸν ἐρωτᾷ· ἦ που γάρ τις οὐρανία ἦν, καὶ ἱκανὴ τὸν θεὸν ἐκκαλέσασθαι· οὐ γὰρ ἂν οὕτω ῥφδίως ὁ θεὸς ὄλβιον μὲν ἐπεφώνησεν, ἐπὶ δὲ τῷ ὀλβίῳ ῥῆσιν ἀπένειμε· Πατρίδα δίζηαι· μητρὶς δέ τοι, οὐ πατρίς ἐστι · Μίνωος δ’ ἀπὸ γῆς, οὔτε σχεδόν, οὔτ’ ἀπὸ τηλοῦ, ἐν τῇ σοι μοῖρ’ ἐστὶ τελευτῆσαι βιότοιο, εὖτ’ ἂν ἀπὸ γλώσσης παίδων (μὴ) γνῶς (ἐπακούσας) ἀξύνετον πολλοῖσι λόγοις εἰρημένον (ὕμνον). Δεινὸν γάρ, ὦ σοφώτατε ἀνδρῶν, μᾶλλον δὲ θεῶν, εἰ μήτε ὅπου τῆς γῆς ἐξέθορε τῆς μητρὸς εἰδείη ὄλβιος, μήτε ὅπου καταμύσας κείσεται. Ἐγὼ δὲ καὶ ὤμην ἴσον εἶναι, Ὅμηρόν τε ὄντα περὶ τούτων προσιέναι τῷ θεῷ, καὶ ἕνα τῶν κανθάρων, καὶ τὸν θεὸν μὴ μᾶλλον ἂν Ὁμήρῳ ἀφηγήσασθαι περὶ τοιούτων ἀγνοημάτων ἢ κανθάρῳ. Οἷον εἰ καὶ κάνθαρός τις γεννηθεὶς οὐκ ἐνεβίωσεν οὐδ’ ἐνεγήρασεν ἐν ἐκείνῃ τῇ κοπρίᾳ, ἀλλ’ ἐχθρῷ ἀνέμῳ περιέτυχε, καὶ κανθαρίῳ δαίμονι σκληρῷ, ὃς αὐτὸν μετέωρον ἄρας βίᾳ ἀπήνεγκεν ἐπί τινα ἄλλην γῆν, καὶ ἄλλην κοπρίαν, κἄπειτα ἐλθὼν εἰς Δελφοὺς ἀνηρώτα, ἥτις ἄρα ποτὲ αὐτῷ ἦν ἡ πατρῴα κοπρία, καὶ ἥτις αὐτὸν γῆ δέξεται ἀποθανόντα. Ταῦτα μὲν οὖν περὶ τῶν ποιητῶν. 12. Ἐπεὶ δὲ οὐ μόνους ποιητὰς ἤδη δὲ καὶ πύκτας καὶ ἀθλητὰς ὁ θαυμάσιος θεὸς διὰ τῶν οἰκείων χρησμῶν ἐξεθέωσεν, εἰκότως μοι δοκεῖ καὶ ταῦτα ἀπελέγχειν ὁ δεδηλωμένος τούτοις τοῖς ῥήμασιν· Ὦ εἰδὼς ψάμμου τ’ ἀριθμόν, καὶ μέτρα θαλάσσης, καὶ κωφοῦ ξυνιείς, καὶ μὴ λαλέοντος ἀκούων. Εἴθε ὤφελες τὰ μὲν τοιαῦτα πάντα ἀγνοεῖν, ἐκεῖνο δὲ εἰδέναι, ὅτι ἡ πυκτικὴ τῆς λακτιστικῆς οὐδὲν διαφέρει, ἵν’ ἢ καὶ τοὺς ὄνους ἀπηθανάτους, ἢ μηδὲ Κλεομήδην πύκτην Ἀστυπαλαιέα, λέγων οὕτως· Ὕστατος Ἡρώων Κλεομήδης Ἀστυπαλαιεύς, ὃν θυσίαις τιμᾶθ’ ὡς οὐκ ἔτι θνητὸν ἐόντα. Διὰ τί γάρ, ὦ πάτριε τῶν Ἑλλήνων ἐξηγητά, ὥς σε καλεῖ Πλάτων , ἐθέωσας τὸν ἄνδρα τοῦτον; Ἢ ὅτι Ὀλυμπίασι πληγῇ μιᾷ πατάξας τὸν ἀνταγωνιστὴν ἀνέῳξε τὴν πλευρὰν αὐτοῦ, καὶ ἐμβαλὼν τὴν χεῖρα ἐλάβετο τοῦ πνεύμονος; Ἄπολλον, ἀξιοθέου ἔργου· ἢ οὐ μόνον, ἀλλὰ καὶ ὅτι προστιμηθεὶς τεσσάρων ταλάντων ζημίαν ἐπὶ τούτῳ οὐχ ὑπέστη, ἀλλ’ ὑπ’ ἀχθηδόνος καὶ βαρυθυμίας ἐνήρεισε τὸν θυμὸν τοῖς ἐν τῷ διδασκαλείῳ παισί, τὸν κίονα ὑφελκύσας, ὃς ἀνεῖχε τὴν στέγην; Ἆρ’, ὦ θεοποιέ, διὰ ταῦθ’ ὑμῖν ὁ Κλεομήδης τιμητέος ἐστίν; Ἢ κἀκεῖνο προσθήσεις, τὸ ἕτερον δεῖγμα τῆς ἐκείνου ἀνδρείας ἅμα καὶ θεοφιλίας, ὅτι δὴ ἐμβὰς εἰς ἱερὸν κιβώτιον, καὶ τὸ πῶμα ἐπαγόμενος, ἄληπτος ἐγένετο τοῖς διώκουσι, πειρωμένοις αὐτὸν ἐξελκύσαι; Ὦ Κλεόμηδες, ἆρα ἥρως οὐκ ἔτι θνητός; οἷα τὰ μηχανήματα ὑπὲρ ἀθανασίας ἐξεῦρες. ᾜσθοντο γοῦν εὐθέως οἱ θεοὶ τῆς ἀγαθουργίας, καὶ ἀνηρείψαντό σε· ὥσπερ οἱ τοῦ Ὁμήρου τὸν Γανυμήδην· ἀλλὰ τὸν μὲν ἐπὶ τῷ κάλλει, σὲ δὲ ἐπὶ τῇ ἰσχύϊ, καὶ τῆς ἰσχύος τῇ χρήσει τῇ ἀγαθῇ. Εἴθε οὖν, ὦ μάντι, ὡς ἔφην, ἐάσας τὴν ψάμμον καὶ τὴν ἅλμην, ἀντ’ αὐτῶν ἐξέμαθες, ὁπόσου ἄξιόν ἐστιν ἡ πυκτική, ἵνα καὶ τοὺς πύκτας ὄνους θεοὺς ἐνόμιζες, καὶ τοὺς ὀνάγρους τῶν θεῶν τοὺς ἀρίστους· καὶ ἦν ἄν τι οἰκεῖον λόγιον ἐπ’ ἀποθανόντι ὀνάγρῳ μᾶλλον, ἢ ἐπὶ τῷ σῷ πύκτῃ, Ἔξοχος ἀθανάτων ὄνος ἄγριος, οὐ Κλεομήδης, ὃν θυσίαις τιμᾶθ’ ὡς οὐκ ἔτι θνητὸν ἐόντα. Μὴ γὰρ δὴ θαυμάσῃς, εἰ καὶ ὄναγρος ἐπιδικάσεται ἀθανασίας, ἱκανῶς τὰ θεῖα παρεσκευασμένος· καὶ ἀκούσας μὴ ἀνασχέσθαι ἀλλ’ ἀπειλῆσαι καὶ αὐτὸν τὸν Κλεομήδην πατάξας εἰς τὸ βάραθρον ἐμβαλεῖν, καὶ οὐκ ἐπιτρέψειν αὐτῷ εἰς τὸν οὐρανὸν ἀναβῆναι. Εἶναι οὐκ ἐπιτρέψειν αὐτῷ εἰς τὸν οὐρανὸν ἀναβῆναι. Εἶναι γὰρ αὐτοῦ ἀξιώτερος αὐτῶν τῶν θείων δώρςν, ἅτε μήτε αὐτῷ μόνῳ ἕτοιμος ὢν μάχεσθαι, κἂν εἰ σιδηροῖς χρῷτο τοῖς ἱμᾶσιν, ἀλλὰ καὶ τῷ Θασίῳ πύκτῃ ἅμα ἀμφοτέροις, ὑπὲρ οὗ τοῦ ἀνδριάντος ἐχαλέπηναν οἱ θεοί, καὶ τὴν Θασίων γῆν ἄφορον εἰργάσαντο. Πιστεύομεν δὲ καὶ περὶ τούτου ουκ ἀνθρώπῳ, ἀλλὰ θεῷ τῷ αὐτῷ. Ἐξ ὧν ἐγὼ καὶ πάνυ κατενόησα, ὅτι θεῖόν τι ἄρα ἦν ἐπιτήδευμα ἡ πυκτική, τοὺς δὲ πολλοὺς καὶ οἰομένους εἶναι σοφοὺς ἐλελήθει· ἵν’ ἀφέμενοι τοῦ καλοὶ κἀγαθοὶ εἶναι ἤσκουν τὰ τοῦ Θασίου πύκτου· ᾧ ἀθανασίαν μέν, ὥσπερ Κλεομήδει, οὐκ ἔδωκαν, ἐφίλησαν δὲ μεγάλως οἱ θεοί. Οὕτω καὶ ὁ χάλκεος αὐτοῦ ἀνδριὰς ἔδειξέ τι ὑπὲρ τὰς τῶν ἄλλων ἀνθρώπων εἰκόνας, ἐπικατενεχθεὶς τῷ μαστιγοῦντι ἐχθρῷ, κατά τινα, ὡς ἔοικε, δαιμονίαν μέριμναν. Ἀλλ’ οἱ ἄφρονες Θάσιοι, καὶ θείων ἄπειροι πραγμάτων, ἠγανάκτησαν τε καὶ ἄγος ἐπεκάλεσαν τῷ ἀνδριάντι, καὶ δίκην εἰσεπράξαντο, καὶ καταδῦσαι ἐτόλμησαν εἰς τὴν θάλασσαν. Οὐ μὴν διέφυγόν γε οἱ Θάσιοι, ἀλλ’ οἱ θεοὶ ἔδειξαν ἡλίκον κακὸν ὑπ’ αὐτῶν ἐτολμήθη, λιμὸν ἐπιπέμψαντες τὸν τῆς θείας δίκης διάκονον, ὃς ἐδίδαξε μόλις αὐτοὺς τὰ τῶν θεῶν βουλεύματα, ὅ τι φιλανθρωπότατος θεῶν σὺ τῷ οἰκείῳ τρόπῳ τὴν βοήθειαν αὐτοῖς ἔπεμψας, οὐκ ἐπιτρέψειν αὐτῷ εἰς τὸν οὐρανὸν ἀναβῆναι. Εἶναι λέγων, Εἰς πάτρην φυγάδας κατάγων Δήμητραν ἀμήσεις. Ἀλλ’ οἱ ἀβέλτεροι πάλιν τοὺς φεύγοντας ἀνθρώπους ᾤοντο ὅτι δεῖ αὐτοὺς κατακαλεῖν· κακῶς εἰδότες. Τί γὰρ δὴ καὶ μέλει τοῖς ἀφιλανθρωποτάτοις θεοῖς ἀνθρώπων κατακαλουμένων, ὅσονπερ ἀνδριάντων. Ἀμέλει οὐδὲν ἂν ἐπὶ τούτῳ ὠφελήθη ἡ γῆ ὥστε παύσασθαι νοσοῦσα, εἰ μὴ τῶν σοφῶν καὶ ἐπισταμένων τις τὸν θεῖον νοῦν συνῆκε φυγάδα εἶναι τὸν καταπεποντωμένον ἀνδριάντα. Καὶ ἦν οὕτως. Ἅμα γὰρ ἀνεστάθη, καὶ εὐθὺς ἡ μὲν γῆ ἀνέθαλλεν, οἱ δὲ ἐκόμων Δήμητρι λοιπόν. Πῶς οὖν οὐ τεκμήρια ταῦτά εἰσιν ἐναργῆ τῆς θεοπρεποῦς ἀθλητικῆς, ὅτι ἐστὶ θεοτίμητος; Καὶ γὰρ καὶ ἐπὶ πεντάθλου ἀνδριάντι ὑβρισμένῳ ἐμήνισαν οἱ θεοί, καὶ Λοκροὶ ἐπείνησαν διὰ τοῦτο, ὥσπερ Θάσιοι, ἕως αὐτοὺς ἰάσατο λόγιον σὸν ἔχον οὕτως· Ἐν τιμῇ τὸν ἄτιμον ἔχων, τότε γαῖαν ἆρώσις. Οὐδὲ γὰρ Λοκροὶ ᾔσθοντο θείας διανοίας πρότερον, ἤ σε αὐτοῖς τούτου πρόξενον γενέσθαι. Ἀλλ’ Εὐθυκλέα τὸν πένταθλον ἐνέβαλον εἰς εἱρκτήν, αἰτιασάμενοι αὐτὸν ἐπὶ τῇ πατρίδι εἰληφέναι δῶρα· καὶ οὐ μόνον τοῦτο, ἀλλὰ καὶ ἀποθανόντος καὶ οὗτοι εἰς τὰς εἰκόνας ἐξύβριζον, ἕως οἱ θεοὶ οὐκ ἀνασχόμενοι τῶν γιγνομένων ἐπαφῆκαν αὐτοῖς τὸν κράτιστον λιμόν· καὶ ὑπὸ τοῦ λιμοῦ διώλοντο ἄν, εἰ μὴ ἡ παρὰ σοῦ ἦλθε βοήθεια, λέγουσα ὅτι δεῖ αὐτοὺς τιμᾶν ἄνδρας πεφατνευμένους, οὓς οἱ θεοὶ φιλοῦσιν οὐχ ἧττον, ἢ οὓς οἱ ἀλφιτοποιοὶ πιαίνουσι βοῦς, δι’ ὧν ὑμᾶς οἱ ἄνθρωποι ἐνίοτε θύοντες πείθουσιν· οὐχ ἧττον ἴσως ἀλλὰ καὶ πολὺ μᾶλλον παχέων βοῶν οἱ παχεῖς ἄνθρωποι εὐφραίνουσιν ὑμᾶς οὕτως, ὥστε ἐνίοτε ὅλῃ πόλει καὶ ὅλῳ ἔθνει ὀργίζεσθαι, ἑνὸς ἢ δυοῖν ἀδικούντων ταῦτα τὰ θρέμματα. Ὡς δὴ ὤφελες, ὦ μάντι, ἀλείπτης ἡμῖν ἀντὶ μάντεως γενέσθαι, ἢ καὶ μάντις ἅμα καὶ ἀλείπτης, ἵν’ ἦν ὥσπερ χρηστήριον Δελφικόν, οὕτω καὶ γυμναστήριον. Καὶ γὰρ οὐδ’ ἀλλότριον ἦν ἀγῶνος Πυθικοῦ Πυθικὸν εἶναι καὶ τὸ γυμναστήριον. 13. Τούτοις ἐπισυνάψω καὶ ἅ φησιν ἀπελέγχων ὡς καὶ τοὺς τυράννους κολακεύειν εἰώθασιν οἱ περὶ ὧν ὁ λόγος. Ὄλβιος οὗτος ἀνήρ, ὃς ἐμὸν δόμον ἐσκαταβαίνει, Κύψελος Αἰακίδης , βασιλεὺς κλεινοῖο Κορίνθου. Οὐκοῦν καὶ οἱ τύραννοι, οὐ μόνον οἱ τῶν τυράννων ἐπίβουλοι, Κύψελος, ὅς δὴ πολλὰ Κορίνθῳ πήματα τεύξει, καὶ Μελάνιππος, ὁ πολλὰ ἀγαθὰ τῇ Γελώων πόλει τεύξας. Πῶς δ’ εἰ Κύψελος ὄλβιος, ὦ κακόδαιμον, οὐ καὶ Φάλαρις ὄλβιος, ὁμότροπος ὢν Κυψέλῷ; Ὥστ’ ἂν ἐκείνως ἄμεινον εἶναι ὑμῖν, Εὐδαίμων Φάλαρις, καὶ Μελάνιππος ἔφυ, θείας ἁγητῆρες ἐν ἀνθρώποις διχονοίας. κουσα δέ σου καὶ διαλελυμένον χρησμὸν περὶ τοῦ Φαλάριδος, ἐπαινοῦντα καὶ τιμῶντα, ὅτι λαβὼν ἐπιβουλεύοντας ᾐκίσατο μέν, καρτεροῦντας δὲ ἀγάμενος ἀφῆκε· Λοξίας καὶ Ζεὺς πατὴρ ἀναβολὴν ἐψηφίσαντο θανάτου Φαλάριδι, ἀνθ’ ὧν ἡμέρως Χαρίτωνι καὶ Μελανίππῳ προσηνέχθη. Ἀλλ’ εὖγε καὶ μόλις ἡμῖν τὰ περὶ τοῦ θανάτου ἔδειξας καὶ τῆς ζωῆς, ὅτι κάλλιστόν τι ἐστὶν ἡ ζωή. Ἐπὶ τούτοις ἅπασι καὶ τόδε προσκείσθω· Ἀλλά κε Μηθύμνης ναέταις πολὺ λώϊον ἔσται, φαλληνὸν τιμῶσι Διωνύσοιο κάρηνον. Θύουσι γὰρ αἱ πόλεις καὶ τελετὰς ἄγουσιν οὐ μόνον φαλληνοῖς Διονύσοιο καρήνοις, ἀλλὰ καὶ λιθίνοις καὶ χαλκέοις καὶ χρυσέοις· οὐ μόνον φαλληνοῖς, ἀλλὰ καὶ αὐτοῖς τοῖς Διονύσοις , καὶ ἄλλοις παμπόλλοις Ἡσιοδείοις θεοῖς. Τρὶς γὰρ ὡς ἀληθῶς μύριοί εἰσιν ἐπὶ χθονὶ πουλυβοτείρῃ οὐκ ἀθάνατοι, ἀλλὰ λίθινοι καὶ ξύλινοι δεσπόται ἀνθρώπων· οἳ εἰ ἀνθρώπων ὕβριν τε καὶ εὐνομίην ἐφεώρων, οὐκ ἂν τοσοῦτος ἤρθη λῆρος, ὥστε καὶ ἤδη καὶ μέχρις ὑμῶν κεχωρηκέναι τὸ κακόν, ἐπιδιαβὰν καὶ εἰς τὸν Ὄλυμπον, ὅθι, φασί, θεῶν ἕδος ἀσφαλἐς αἰεί. Καίτοι εἰ ἀσφαλἐς ἦν, οὐκ ἂν ἦν ἐπιβατὸν λήρῳ, οὐδ’ ἂν εἷς τις τῶν Ὀλυμπίων εἰς τοῦτο ἦλθε παρανοίας, ὥστε ἐλάῖνον κορμὸν θεῶσαι· ὃν οἱ Μηθυμναῖοι σαγήνης ἐμπλακέντα τοῖς λίνοις ἀνείλκυσαν, καὶ δίς, εἰ βούλει, καὶ τρὶς καὶ πλεονάκις ἐν τῷ αὐτῷ σαγηνεύοντες ἄνθρωποι, καὶ ἐξ ἐκείνου εἰς τὸ Λιβυκὸν ἐξοκείλαντες, οὐδ’ εἰς τὴν γῆν ἔξω ἐκβαλόντες αὐτόν· ἐπεὶ οὐκ ἄν, μὰ τὸν Διόνυσον, ἔτι αὐτοῖς ἐνεπλάκη τοῖς λίνοις. Ἀλλ’ ἐξ ἄκρου κεφαλοειδὴς ὁ κομὸς (Ἄπολλον, ξένου κατασκευάσματος·) τί ποτ’ οὖν ἔπραττεν ἐν τῷ πελάγει; ἀπορήσαι ἄν τις. Τί γὰρ ἄλλο, ἢ ἐκάθητο, νὴ Δία, ἀναμένων ἕως ἄνθρωποι μαινόμενοι, οὐ γὰρ φήσω ὅτι καὶ θεοί, ἐγκυρήσαντες αὐτῷ, οὐ διοπετές, ἀλλὰ ποσειδωνοπετὲς ἡγήσωνται, κἄπειτα εἰς ἄστυ ἀπαγάγωσιν, ὥσπερ τινὰ ἀγαθὴν τύχην, κακὴν οὖσαν ὡς ἀληθῶς, οὐ τύχην, ἀλλὰ τυφεδόνα; Ἢ οὐκ ἤρκει ἄρα αὐτοῖς οἴκοθεν διολλύουσα, ἀλλ’ αὐτὴν ἐπέῤῥωσέν τε καὶ προσεπέτεινε θεοπληξίας, ὡς ἔν τις εἴποι, ἐκ Δελφῶν μετάπεμπος ἐπιθήκη. Τοσαῦτα καὶ ὁ Οἰνόμαος. 14. Ἄκουε δ’ οὖν αὖθις τοῦ τὴν τῶν Γοήτων φώραν τὸ οἰκεῖον ἐπονομάσαντος σύγγραμμα, ὡς εὖ μάλα νεανικῷ φρονήματι τὸν πλάνον τῶν πολλῶν καὶ αὐτοῦ γε τοῦ Ἀπόλλωνος ἐπανορθοῦται, δι’ ὧν γράφει τάδε κατὰ λέξιν. Σὲ οὖν ἐν Δελφοῖς καθῆσθαι μὴ δυνάμενον, μηδ’ εἰ βούλοιο, σιωπᾶν. Ὁ δ’ Ἀπόλλων ἄρα ὁ τοῦ Διὸς υἱὸς νυνὶ βούλεται, οὐχ ὅτι βούλεται, ἀλλ’ ὅτι ὑπ’ ἀνάγκης εἰς τὸ βουληθῆναι τέτακται. Δοκῳ δέ μοι τὰ λοιπὰ πάντα παρείς, ἐπειδὴ εἰς τοῦτον τὸν λόγον οὐκ οἶδ’ ὅπως ὑπήχθην, οἰκεῖόν τι καὶ ἀξιοζήτητον ζητήσειν πρᾶγμα. Ἀπόλωλε γάρ, τό γ’ ἐπὶ τοῖς σοφοῖς, ἐκ τοῦ ἀνθρωπίνου βίου, ἀπόλωλεν, εἴτε οἴακά τις αὐτὸ εἴτε ἕρμα εἴτε κρηπῖδα ὀνομάζων χαίρει, τῆς ἡμετέρας ζωῆς ἡ ἐξουσία, ἣν ἡμεῖς μὲν αὐτοκράτορα τῶν ἀναγκαιοτάτων τιθέμεθα, Δημόκριτος δέ γε, εἰ μή τι ἠπάτημαι, καὶ Χρύσιππος, ὁ μὲν δοῦλον, ὁ δὲ ἡμίδουλον ἐπινοεῖ τὸ κάλλιστον τῶν ἀνθρωπίνων ἐπιδεῖξαι. Ἀλλὰ τούτων μὲν λόγος τοσοῦτος, ὅσον ἄν τις ἀξιώσειεν ἄνθρωπος ὢν ἀνθρωπίνως μάχεσθαι· εἰ δ’ ἤδη καὶ τὸ θεῖον ἡμῶν καταστρατεύεται, παπαῖ, οἷα πεισόμεθα. Ἀλλ’ οὐκ εἰκός, οὐδὲ δίκαιον, ἀπὸ γοῦν τούτων τεκμαιρομένοις ἡμῖν, Ἐχθρὲ περικτιόνεσσι, φίλ’ ἀθανάτοισι θεοῖσιν, εἴσω τὸν προβόλαιον ἔχων πεφυλαγμένος ἧσο. Τί γάρ, φησὶν ὁ Ἀργεῖος, εἰ βουλοίμην, ἔξεστί μοι καὶ δύναμαι εἴ μοι δόξει, ἧσθαι καὶ πεφυλάχθαι Ἔξεστιν, εἴποις ἄν, καὶ δύνασαι· ἢ πῶς ἄν σοι τοῦτ’ Ἀρχίλοχος ἐγὼ προσέταττον; Χείρωνος φίλε τέκνον ἀγακλειτοῖο Κάρυστε, Πήλιον ἐκπρολιπὼν Εὐβοίας ἄκρον ἱκέσθαι, ἔνθ’ ἱερὰν χώραν κτίζειν σοι θέσφατόν ἐστιν. Ἀλλ’ ἴθι, μηκέτι μέλε. Ἦ γὰρ ὡς ἀληθῶς ἐπ’ ἀνθρώπῳ τι ἐστίν, ὦ Ἄπολλον, καὶ βουληθῆναι Πήλιον ἐκπρολιπεῖν, κύριός εἰμι ἐγώ; Καὶ μὴν ἤκουον παρὰ πολλῶν καὶ σοφῶν, ὅτι εἴ μοι πέπρωται Εὐβοίας ἄκρον ἱκέσθαι καὶ ἱερὰν χώραν κτίζειν, καὶ ἵξομαι καὶ κτίσω, εἴτε λέγοις, εἴτε μή, καὶ εἴτε βουλοίμην, εἴτε μή. Εἰ δέ με δεῖ καὶ βουληθῆναι ὅ, τι μοι ἀνάγκη ἐστὶ καὶ εἰ μὴ βουλοίμην βουληθῆναι· ἀλλὰ σύ, ὦ Ἄπολλον, πιστεύεσθαι δικαιότερος. Ἔοικα δή σοι μᾶλλον προσέξειν. Ἄγγειλον Παρίοις, Τελεσίκλεες, ὥς σε κελεύω νήσῳ ἐν Ἠερίῃ κτίζειν εὐδείελον ἄστυ. Ἀγγελῶ νὴ Δία, (φήσει τάχα πού τις τετυφωμένος, σε ἐλέγχων,) κἂν μὴ κελεύσῃς· πέπρωται γάρ. Καὶ ἔστι Θάσος μὲν ἡ Ἠερία νῆσος· ἥξουσι δ’ ἐπ’ αὐτὴν Πάριοι, Ἀρχιλόχου τοῦ ἐμοῦ υἱοῦ φράσαντος, ὅτι ἡ νῆσος αὕτη πρὶν Ἠερία ἐκαλεῖτο. Σὺ οὖν, δεινὸς γὰρ ἐπεξελθεῖν, οὐκ ἀνέξῃ οἶμαι αὐτοῦ, οὕτως ὄντος ἀχαρίστου καὶ θρασέος, ὅς, εἰ μὴ σὺ μηνύσαι αὑτῷ ἐβουλήθης, οὐκ ἄν ποτε ἤγγειλεν, οὐδ’ ἂν Ἀρχίλοχος ὁ υἱὸς ἀὐτοῦ Παρίους ἐξενάγησεν, οὐδ’ ἂν οἱ Πάριοι Θάσον ᾤκησαν. Οὐκ οἶδ’ οὖν εἰ οὺ λέγεις μὲν ταῦτα, οὐκ οἶσθα δὲ ἃ λέγεις. Ἀλλ’ ἐπεὶ σχολὴν ἄγειν ἐοίκαμεν καὶ μακρὰ διαλέγεσθαι, ὁ δὲ λόγος οὐ| πάρεργος, ἐκεῖνό μοι λέγε· (ἴσως γὰρ καὶ ὀλίγα ἐκ πολλῶν ἀρκεῖ·) ἆρά γέ τί ἐσμεν ἐγώ τε καὶ ού; Φαίης ἄν· Τοῦτο δὲ ὁπόθεν ἴσμεν; τῷ ποτ’ ἄρα τοῦτο εἰδέναι ἐκρίναμεν; Ἢ οὐκ ἄλλο ἱκανὸν οὕτως, ὡς ἡ συναίσθησίς τε καὶ ἀντίληψις ἡμῶν αὐτῶν; Τί δ’; ὅτι ζῷά ἐσμεν πῶς ποτ’ ἄρα ἐξεύρομεν; πῶς δ’ ὅτι καὶ ζῴων, ὡς μὲν ἂν ἐγὼ εἴποιμι, ἄνθρωποι· καὶ ἀνθρώπων ὁ μὲν γόης, ὁ δὲ γόητος ἀπελεγκτής· ὡς δ’ ἂν σύ, ὁ μὲν ἄνθρωπος, ὁ δὲ θεός, καὶ ὁ μὲν μάντις, ὁ δὲ συκοφάντης; Καὶ ἔστω γέ σοι οὕτως ἔχον, ἐάνπερ| ἔγωγε ἁλῶ. Πῶς δ’ ὅτι διαλεγόμεθα ἐν τῷ παρόντι ἐγνώκαμεν; Τί φής; ἆρ’οὺκ ὀρθῶς ἐκρίναμεν τὴν ἡμῶν αὐτῶν ἀντίληψιν τῷ πάντων ἐγγυτάτῳ πράγματι αὐτῷ; Δηλονότι. Οὐ γὰρ ἦν ἄλλο αὐτοῦ οὔτε ἀνώτερον, οὔτε πρεσβύτερον, οὔτε πιστότερον. Ἐπεὶ εἰ μὴ οὕτως ἕξει, μήτε ἄρα ὡς σέ τις εἰς Δελφοὺς παραγενέσθω λοιπὸν ὄνομα Ἀλκμαίων, ἀπεκτονὼς τὴν μητέρα, καὶ οἴκοθεν ἐλαυνόμενος, καὶ οἴκαδε ἐπιθυμῶν. Οὐ γὰρ οἶδεν, οὔτ’ εἰ ἔστι τι αὐτὸς τοπαράπαν, οὔτε εἰ οἴκοθεν ἐλαύνεται, οὔτ’ εἰ οἴκαδε ἐπιθυμεῖ· ἀλλ’ εἰ καὶ μαίνεται ὁ Ἀλκμαίων καὶ ὑπονοεῖ τὰ μὴ ὄντα, ὅ γε Πύθιος οὐ μαίνετεαι. Μηδὲ λέγε οὕτως, Νόστον δίζηαι πατρίην ἐς γαῖαν ἱκέσθαι Ἀμφιαρηῖαδη. Οὐδὲ γὰρ σὺ οἶσθά πως εἴ σέ τις ἐρωτᾷ Ἀμφιαρηιάδης, οὐδ’ εἰ σύ τι εἴ ὁ ἐρωτώμενος, καὶ λέγειν ἔχων περὶ ὧν τις ἐρωτᾷ. Μηδὲ Χρύσιππος ἔρα ὁ τὴν ἡμιδουλείαν εἰσάγων, ὅ, τι ποτέ ἐστιν αὐτὸ τοῦτο οὐκ εἰδώς , ἀπαντάτω εἰς τὴν στοάν, μηδ’ οἰέσθω ἀπαντήσεσθαι τοὺς βλέννους ἐκείνους ὡς αὐτὸν ἀκουσομένους τὸν οὖτιν· μηδὲ διατεινέσθω περὶ μηδενὸς καταστὰς πρὸς μὲν Ἀρκεσίλαον παρόντα, πρὸς δὲ Ἐπίκουρον οὐ παρόντα. Τί γάρ ἐστιν ὁ Ἀρκεσίλαος, τί δὲ ὁ Ἐπίκουρος, ἢ τί ἡ Στοά, ἢ τί οἱ νέοι, ἢ τίς ὁ οὖτις, οὔτ’ οἶδεν, οὔτε οἷος εἰδέναι· πολὺ γὰρ πρότερον οὐδ’ εἰ αὐτός τί ἐστιν οἶδεν. Ἀλλ’ οὐκ ἀνέξεσθε οὔτε ὑμεῖς, οὔτε ὁ Δημόκριτος, εἰ λέγοι τις ταῦτα· οὐ γὰρ εἶναι πισπότερον μέτρον οὗ λέγω· οὐδ’ εἰ δοκεῖ καὶ ἄλλα τινὰ εἶναι, τούτῳ γ’ ἂν παρισωθείη· ἢ παρισωθείη μὲν ἄν, ὑπερβάλλοι δὲ οὐκ ἄν. Οὐκοῦν, φήσειεν ἄν τις, ὦ Δημόκριτε, καὶ σὺ ὦ Χρύσιππε, καὶ σὺ ὦ μάντι, ἐπειδὴ ἀγανακτεῖτε εἴ τις ἐθελήσαι παρελέσθαι τὴν ὑμῶν αὐτῶν ἀντίληψιν· οὐ γὰρ ἔτι τὰς πολλὰς ἐκείνας βίβλους εἶναι· φέρε καὶ ἡμεῖς ἀνταγανακτήσωμεν. Τί δή ποτε; Ἔνθα μὲν ἂν ὑμῖν δοκῇ, ἔσται τοῦτο καὶ πιστότατον καὶ πρεσβύτατον· ἔνθα δ’ ἂν μὴ δοκῆ, ἐκεῖ καταδυναστεύσει τι λεληθὸς αὐτοῦ εἱμαρμένη πεπρωμένη, διαφορὰν ἑκάστῳ ὑμῶν ἔχουσα, τῷ μὲν ἐκ θεοῦ, τῷ δὲ ἐκ τῆς τῶν μικρῶν ἐκείνων σωμάτων τῶν φερομένων κάτω καὶ ἀναπαλλομένων ἄνω καὶ περιπλεκομένων καὶ διαλυομένων καὶ δισταμένων καὶ παρατιθεμένων ἐξ ἀνάγκης; Ἰδοὺ γὰρ ᾧ τρόπῳ ἡμῶν αὐτῶν ἀντειλήμμεθα, τούτῳ καὶ τῶν ἐν ἡμῖν αὐθαιρέτων καὶ βιαίων. Οὐ λέληθε δὲ ἡμᾶς ὅσον τὸ μεταξὺ τοῦ βαδίζειν καὶ τοῦ ἄγεσθαι, οὐδὲ ὅσον τοῦ αἱρεῖσθαι καὶ τοῦ ἀναγκάζεσθαι. Ὧν δὲ ἕνεκα ταῦτα προσήνεγκα τῷ λόγῳ; Ὅτι σε ἐκπέφευγεν, ὦ μάντι, ὧν κύριοί ἐσμεν ἡμεῖς, καὶ ὁ τὰ πάντα εἰδὼς ταῦτά γε οὐκ ἂν εἰδείης, ὧν τὰ πείσματα ἀνῆπται ἐκ τῆς ἡμετέρας βουλήσεως. Αὕτη δέ γε ἐφαίνετο οὐκ ὀλίγων οὖσα πραγμάτων ἀρχή· ὂν δὲ ἡ ἀρχή, ἥτις ἦν τῶν μετὰ ταῦτα αἰτία, ἐκπέφευγεν, ᾖ πού γε τὰ μετὰ τὴν ἀρχὴν εἰδείη ἂν οὗτος. Ἀναίσχυντος δηλαδὴ ὁ Λαΐῳ προμαντευόμενος, ὅτι αὐτὸν ἀποκτενεῖ ὁ φύς. Ἤμελλε γάρ που ὁ φὺς κύριος ἔσεσθαι τῆς ἑαυτοῦ βουλήσεως, καὶ οὔτε τις Ἀπόλλων, οὔτε τις αὐτοῦ ὑπέρτερος ἐξικνεῖσθαι ἱκανὸς οὐδεμιᾷ δυνάμει, ὧν οὐκ ἔστιν οὔτε ὕπαρξις, οὔτε γενέσεως ἀνάγκη. Ἐκεῖνο γὰρ δὴ τὸ καταγελαστότατον ἁπάντων, τὸ μῖγμα καὶ ἡ σύνοδος τοῦ καὶ ἐπὶ τοῖς ἀνθρώποις τι εἶναι, καὶ εἱρμὸν οὐδὲν ἧττον εἶναι. Προσεοικέναι γὰρ αὐτόν, ὡς λέγουσιν οἱ σοφώτεροι, τῷ Εὐριπιδείῳ λόγῳ· τεκνῶσαι μὲν γὰρ ἐθελῆσαι τὸν Λάϊον, κύριον εἶναι τὸν Λάϊον, καὶ τοῦτο ἐκπεφευγέναι τὴν Ἀπολλωνίαν ὄψιν· τεκνώ· σαντι δ’ αὐτῷ ἐπεῖναι ἀνάγκην ἄφυκτον ὑπὸ τοῦ φύντος αὐτὸν ἀποθανεῖν· οὕτως οὖν τὴν ἐπὶ τῷ μέλλοντι ἀνάγκην παρέχειν τῷ μάντει τὴν τοῦ γενησομένου προαίσθησιν. Ἦν δέ που καὶ ὁ φὺς τῆς ἰδίας βουλήσεως κύριος, ὥσπερ ὁ φύσας· καὶ ὡς ἐκεῖνος τοῦ τεκνῶσαι καὶ μή, οὕτως οὗτος τοῦ ἀποκτεῖναι καὶ μή. Τοιαῦτα δὲ ὑμῶν τὰ μαντεύματα πάντα· καὶ ὁ Εὐριπίδειος Ἀπόλλων τοῦτ’ ἐκεῖνο ἦν ὃ ἔλεγεν, τὸ Καὶ πᾶς σὸς οἶκος βήσεται δι’ αἵματος, ὅτι πήρωσις μὲν ἔσται αὐτοχειρίᾳ τοῦ φύντος ἐπὶ γάμῳ μητρὸς καὶ τυραννίδι ἣν παρέλαβεν ἐπ’ αἰνίγματος λύσει, παίδων δὲ ἀλληλοκτόνοι σφαγαὶ ἐπὶ φυγῇ μὲν ἐκ τῆς ἀρχῆς τοῦ ἑτέρου, τοῦ δὲ ἑτέρου πλεονεξίᾳ, καὶ γάμῳ τοῦ φυγάδος ἐν Ἄργει, καὶ στόλῳ στρατηγῶν ἑπτὰ καταγελάστων καὶ συμβολῇ· ὧν ἐπὶ πολλὰς ἀρχὰς καὶ ἐξουσίας διαιρουμένων, πῶς ἂν ᾖ σοι ἐξεπίστασθαι, ἢ ὁ εἱρμὸς συνδεῖν δύναιτο; Εἰ γὰρ αὑτοῦ κύριος ὢν μὴ ἐβουλήθη τυραννεῖν ὁ Οἰδίπους, ἢ τοῦτο βουληθεὶς καὶ πράξας γαμεῖν τὴν Ἰοκάστην οὐ προείλετο, ἢ γήμας μὴ ἐτετύφωτο μηδ’ ἦν δύσθυμος καὶ δυσάρεστος, πῶς ἂν τὰ καθ’ ἕκαστα ἐπράχθη; πῶς δ’ ἂν τῶν ὀφθαλμῶν ἥψατο; πῶς δ’ ἂν τοῖς παισὶν ἐπηράσατο τὴν Εὐριπίδου καὶ τὴν σὴν ἀράν; τά τε ἑξῆς τούτων τίνα ἂν τρόπον ἐγεγόνει, μὴ προτέρων αἰτιῶν γιγνομένων ἢ σύ τι περὶ τῶν μελλόντων λέγειν ἠδύνασο; Πάλιν δ’ αὖ εἰ συμβάντες οἱ παῖδες ἅμα ἐβασίλευον, ἢ εἰ συνθέμενοι παρὰ μέρος ἔμενον ἐπὶ τοῖς συγκειμένοις, ἢ εἰ ὁ ἀπελαθεὶς ἔγνω μὴ εἰς Ἄργος ἀλλ’ εἰς Λιβύην ἢ Πεῤῥαιβοὺς ἀπελθεῖν, ἢ εἰσελθὼν ἐπὶ τὸ Ἄργος ἔγνω ταριχοπωλεῖν, καὶ μὴ πλουσίαν λαβεῖν γυναῖκα ἀλλὰ χερνῆτίν τινα ἢ κάπηλιν, ἢ εἰ ὁ Ἄδραστος μὴ ἔδωκε τὴν θυγατέρα αὐτῷ, ἢ εἰ ὁ μὲν ἔδωκεν ὁ δ’ οὐκ ἐπεθύμησε τῆς οἴκαδε ὁδοῦ, ἢ εἰ ἐπιθυμήσας ἐκράτησεν ἑαυτοῦ, ἢ εἰ μὴ προσέσχεν αὐτῷ δεομένῳ συμμαχίας ὁ Ἄδραστος, ἢ εἰ τῷ Ἀδράστῳ μήτε ὁ Ἀμφιάραος μήτε ὁ Τυδεὺς μηδὲ τῶν ἄλλων μήτε ὁ Ἀμφιάραος μήτε ὁ Τυδεὺς μηδὲ τῶν ἄλλων ταξιάρχων ἕκαστος ἠκολούθουν, ἢ εἰ οἱ μὲν συνηκολούθουν, ὁ δὲ ἐλθὼν οὐκ ἐμάχετο τῷ ἀδελφῷ ἀλλ’ ἢ συμβὰς ἐβασίλευσεν ἅμα αὐτῷ ἢ μὴ βουλομένῳ ἀνεχώρησε, πεισθεὶς Εὐριπίδῃ λέγοντι, προσθεν Ἀσύνετα δ’ ἦλθες καὶ σὺ πορθήσων πάτραν, ἢ εἰ οὗτος μὲν μή, ὁ δ’ ἕτερος, τῶν Εὐριπιδείων ἀκούσας σοφιστευμάτων ἐκείνων τῶν ἄλλων, Εἰθ’ ἥλιος μὲν νύξ τε δουλεύει βροτοῖς, σὺ δ’ οὐκ ἀνέξῃ δωμάτων ἔχειν ἵσον; οὐκ πῶς ἂν συστάντες ἐμάχοντο, καὶ Λαίου πᾶν δῶμα ἔδη δι’ αἵματος; Ἀλλὰ μήν, φήσεις, γέγονε ταῦτα. Γέγονεν· ἀλλὰ σὺ ποίᾳ ὁδῷ εἰσῆλθες εἰς τὴν τούτων εἴδησιν; Ἢ οὐχ ὁρᾷς, ὡς πυκνὰ διακέκοφε τὸ ὅλον δρᾶμα ἡ ἐν ἡμῖν τοῖς τὸ δρᾶμα συμπληροῦσι δύναμις; Οὕτω δὲ καὶ ἣν βούλει ὑπόθεσιν λαβών, διατεμῶ τὸν εἱρμὸν ὑμῶν, ἀποφανῶ τε ἀδύνατον ὄντα. Ἀλλὰ σὺ Οὕτω δὲ καὶ ἣν βούλει ὑπόθεσιν λαβών, διατεμῶ τὸν εἱρμὸν ὑμῶν, ἀποφανῶ τε ἀδύνατον ὄντα. Ἀλλὰ σὺ τὰ τῆς ὑποθέσεως ἔσχατα εἰδέναι λέγεις· ἡ δὲ ὑπόθεσις ἐκ διακοπῆς εἱρμοῦ δυνάμεως ὅλη συντέτακται. Ἢ ὅ λέγω οὐ συνίης ; Ἀλλὰ καθ’ ἑκάστην ὑπόθεσιν, ὦ μάντι, τὰ ζῷα ἢ ὀλίγας πολλάκις ἀρχὰς ποιούμενα, ὦ μάντι, τὰ ζῷα ἢ ὀλίγας πολλάκις ἀρχὰς ποιούμενα, ἢ πολλὰς ἐν αὐτῇ. Αἱ δὲ ἀρχαὶ ἀεὶ τὰ μέχρις αὐτῶν διακόψασαι, αὐτὰ ἄλλα προάγουσι πράγματα· τὰ δ’ διακόψασαι, αὐτὰ ἄλλα προάγουσι πράγματα· τὰ δ’ ἐπὶ τοσοῦτον προχωρεῖν δύναται, ἐφ’ ὅσον ἂν μὴ ἄλλη ποθὲν ἐπιστᾶσα ἀρχὴ τὰ μετ’ αὐτὴν μὴ τοῖς ἔμτοσοῦτον προχωρεῖν δύναται, ἐφ’ ὅσον ἂν μὴ ποθὲν ἐπιστᾶσα ἀρχὴ τὰ μετ’ αὐτὴν μὴ τοῖς ἔμπροσθεν ἀκολουθεῖν ἀλλ’ ἑαυτῇ κελεύσῃ. Εἴη δ’ ἂν ἀρχή, καὶ ὄνος, καὶ κύων, καὶ ψύλλα. Οὐ γὰρ παραιρήσει οὐδὲ τῆς ψύλλης, μὰ τὸν Ἀπόλλω, τὴν ἐξουσίαν· ἀλλ’ ὁρμήσει τινὰ ἰδίαν ὁρμὴν ἡ ψύλλα, ἥ καὶ τοῖς ἀνθρωπίνοις πράγμασιν ἐνίοτε συμπλακεῖσα ἀρχὴν ἑαυτὴν παρέξεταί τινος ὁδοῦ. Σὺ δὲ χρώμενος οὐκ αἴσθῃ τῷ γένει τούτῳ. αἴσθῃ τῷ γένει τούτῳ. Τρηχῖν’ ἐξεῖλες πόλιν Ἡρακλέος θείοιο, ὦ Λοκρέ· σοὶ δὲ Ζεὺς ἄτας δῶκ’, ἠδ’ ἔτι δώσει. Τί φής; Οὐ γὰρ ἐπέπρωτο ὑφ’ ὑμῶν ἐξαιρεθῆναι αὐτήν; Καὶ τί αἴτιοι ἡμεῖς, ἀλλ’ οὐχ ἡ ὑμετέρα ἀνάγκη; Οὐ δίκαια ποιεῖς, ὦ Ἄπολλον, οὐδ’ ὀρθῶς ἐπιτιμᾷς τοῖς οὐδὲν ἀδικοῦσιν ἡμῖν. Ὁ δὲ Ζεὺς οὗτος, ἡ τῆς ὑμετέρας ἀνάγκης ἀνάγκη, τί ἡμᾶς τίννυται, ἀλλ’ οὐκ (εἴπερ ἄρα) ἑαυτόν, ὅτι τοιαύτην κατέδειξεν εἶναι τὴν ἀνάγκην; Τί δὲ καὶ ἀπειλεῖ ἡμῖν; Ἢ τί ἡμεῖς, ὡς ὄντες τούτου κύριοι, λιμώττομεν; Ἀλλὰ καὶ ἤτοι ἀνοικισθήσεται πρὸς ἡμῶν, ἢ οὔ· ὁπότερον δ’ ἂν ᾖ, τοῦτο πέπρωται. Αῆξον δή, ὦ Ζεῦ λιμοποιέ, τοῦ θυμοῦ· ἔσται γὰρ ὃ πέπρωται, καὶ τοῦτο προστέτακται ποιεῖν ὁ σὸς εἱρμός· ἡμεῖς δὲ πρὸς τοῦτον οὐδέν ἐσμεν. Παῦσαι δὲ καὶ σύ, ὦ Ἄπολλον, μάταια χρησμῳδῶν· ἔσται γὰρ ὃ δὴ ἔσται, κἂν σὺ σιωπᾷς. Ἡμεῖς δέ, ὦ Ζεῦ καὶ Ἄπολλον, τί πάθωμεν, οὐδὲν ὄντες αἴτιοι τῆς ὑμετέρας νομοθετήσεως, τοῦτ’ ἔστιν ἀναγκοθετήσεως; Τί δ’ ἡμῖν καὶ ταῖς ὑμετέραις ἄταις, ἃς αὐτοὶ ἔχειν δίκαιοί ἐστε ὑπὲρ ὧν ἡμεῖς ἠναγκάσθημεν; Οἰταῖοι, μὴ σπεύδετ’ ἀτασθαλίῃσι νόοιο. Ἀλλ’ οὐ σπεύδομεν, ὦ Ἄπολλον, ἀλλ’ ἐλαυνόμεθα, οὐδὲ ἀτασθαλίαις, ἀλλὰ τῇ ὑμετέρᾳ ἀνάγκῃ. Τὸν δὲ Λυκοῦργον ἐκεῖνον πῶς, ὦ Ἄπολλον, ἐπαινεῖς, ὃς οὐκ ἦν ἀγαθός, οὔτε ἑκών, οὔθ’ ἑλόμενος, ἀλλ’ ἄκων; εἴπερ που καὶ γίνεταί τις ἀγαθὸς ἄκων. Ἔοικε δὲ ὃ νῦν ποιεῖτε, ὡς εἴ τις τοὺς μὲν καλοὺς τὰ σώματα ἐπαινοίη καὶ γεραίροι, τοὺς δὲ αἰσχροὺς ψέγοι καὶ κολάζοι. Δίκαια γὰρ εἴποιεν ἂν πρὸς ὑμᾶς οἱ πονηροί, ὅτι οὐκ ἐπετρέψατε ἡμῖν, ὦ θεοί, ἀγαθοῖς γίνεσθαι, οὐ μόνον δέ, ἀλλὰ καὶ ἐβιάσασθε εἶναι πονηρούς· οἱ τε ἀγαθοί, εἰ ἐξηγκωνισμένοι περιπατοῖεν, οὐκ ἐπιτρέψει τις αὐτοῖς, ἀλλὰ φήσει, Ὦ Χρύσιππέ τε καὶ Κλέανθες καὶ ὅσοι τούτου τοῦ χοροῦ, (ὑμεῖς γὰρ πεποίησθε εἶναι ἀγαθοί,) ἐγὼ μὲν ἀρετὴν ἐπαινῶ, ὑμᾶς δὲ τοὺς ἐναρέτους οὐκ ἐπαινῶ. Ἀλλὰ καὶ τὸν Ἐπίκουρον, ὃν σὺ πολλά, ὦ Χρύσιππε, ἐβλασφήμησας, ἐγὼ τό γε ἐπὶ σοὶ ἀφίημι τῶν ἐγκλημάτων. Τί γὰρ πάθῃ ὃς οὐχ ἑκὼν ἦν μαλακὸς οὐδὲ ἄδικος, ὥσπερ πολλάκις αὐτὸν ἐλοιδόρησας; Εὐτάκτων θνητῶν βιοτῇ θεοὶ ἵλαοί εἰσιν, εὐσεβέων θ’ ἁγίας θυσίας τιμάς τε δέχονται. Δοκεῖτε δέ μοι οὐκ ἂν ταῦτα λέγειν, μὴ πεπεισμένοι ὅτι οὐκ ἄκοντες ἀλλὰ βουλόμενοι χωροῦσιν, ἐφ’ ἃ χωροῦσιν. Ἃ δ’ ἂν βουληθῶσι τῶν οὕτω προεληλεγμένων, οὔτε θεὸς οὔτε ἄνθρωπος σοφιστὴς τολμήσει λέγειν ὅτι ὑποτέτακται· ἢ λόγους μὲν οὐκέτι πρὸς αὐτὸν ποιησόμεθα, σκύτος δέ τι τῶν εὐτόνων λαβόντες, ὡς ἐπ’ ἀνάγωγον παῖδα, τὰς πλευρὰς εὖ μάλα καταξανοῦμεν αὐτοῦ. Τοσαῦτα πρὸς τὸν χρησμῳδὸν ὁ Οἰνόμαος ἀπετείνατο.