1. Τίθησι γοῦν ὁμοῦ καὶ ἀπελέγχει τὸν χρησμὸν εὖ μάλα τις τῶν νέων ἀνδρικῷ λογισμῷ, Γοήτων φώραν ἐν οἰκείῳ συγγράμματι πεποιημένος. Οὗ καὶ αὐτοῦ τῶν φωνῶν ἀλλὰ μὴ τῶν ἐμῶν ἄκουε, πρὸς τὸν χρησμῳδὸν ὧδέ πως ἀποτεινομένου· Τί δ’; οὐκ Ἀθηναῖοι τὸν Ἀνδρόγιων ἀποωκτείναντες, καὶ λοιμώξαντες ἐπὶ τούτῳ, εἶπον ἂν μετανοεῖν; Ἢ μὴ λεγόντων, οὔ σε προσῆκον ἦν εἰπεῖν, μετανοεῖτε, μᾶλλον, ἢ Λοιμοῦ καὶ λιμοῦ τέλος ἔσσεται, ἤνπερ ἑαυτῶν σώματ’ ἀπὸ κλήρου ἄῤῥεν καὶ θῆλυ νέμητε Μίνωϊ, εἰς ἅλα δῖαν ἀποστέλλοντες, ἀμοιβὴν τῶν ἀδίκων ἔργων· οὕτω θεὸς ἵλαος ἔσται. Ἑῷ γὰρ τὸ Ἀνδρόγεω μὲν Ἀθήνησιν ἀποθανόντος ὑμᾶς ἀγανακτεῖν, τῶν δὲ τοσούτων καὶ πανταχόθι καὶ πάντοτε καθεύδειν. Καίτοι εἰδὼς ὅτι ἐθαλασσοκράτει τότε ὁ Μίνως, καὶ μέγα ἐδύνατο, καὶ πᾶσα ἡ Ἑλλὰς αὐτὸν ἐθεράπευε, καὶ ἦν καὶ διὰ τοῦτο δικαιότατος, καὶ νομοθέτης ἀγαθός, καὶ Ὁμήρῳ ἐδόκει Διὸς μεγάλου εἶναι ὀαριστής, καὶ ἀποθανὼν ἐν ᾍδου δικαστής· καὶ σὺ διὰ τοῦθ’ ὑπὲρ αὐτοῦ τὰς δίκας ταύτας εἰσεπράττου. Ἀλλὰ παραλείπω οὐδὲν ἧττον γε ταῦτα ὑμῶν, καὶ ὅτι τοὺς φονεῖς ἐάσαντες τοὺς οὐδὲν αἰτίους πέμπειν ἐκελεύετε ἀποθανουμένους, καὶ τοῦτ’ ἐπ’ ἄνδρα, ὃν ἀναδεικνύναι ἐμέλλετε κοινὸν ἀνθρώπων δικαστήν, ὃς οὐδ’ αὐτὸ τοῦτο ἠπίστατο δικάσαι. Καίτοι πόσους ὑμεῖς οἱ θεοὶ ἀντὶ τούτων τῶν κορῶν δίκαιοι πέμπειν ἐστὲ Ἀθηναίοις, οὓς ἀδίκως ὑπὲρ Ἀνδρόγεω ἀπεκτείνατε; Gaisf. ) 2. Ὁ δ’ αὐτὸς οὗτος συγγραφεὺς ὁπόσοις ὁ Ἀπόλλων διὰ τῆς τῶν χρησμῶν ἀμφιβολίας θανάτου αἴτιος γέγονε, τὴν ἀμφὶ τοὺς Ἡρακλείδας ἀναλαβὼν ἱστορίαν, εὐθύνει λέγων οὕτως· Ἐπεί δέ πως ἐπεμνήσθην τοῦδε τοῦ λόγου, φέρε, τὰ καθήκοντα διέλθω τοῦ κατὰ τοὺς Ἡρακλείδας διηγήματος. Οὗτοι γάρ ποθ’ ὡρμημένοι κατὰ τὸν Ἰσθμὸν εἰσβαλεῖν εἰς Πελοπόννησον ἐσφάλησαν. Ἀριστόμαχος οὖν ὁ Ἀριδαίου, ἐπειδὴ ὁ Ἀριδαῖος ἐτεθνήκει ἐν τῇ εἰσβολῇ, ἔρχεται ἀκουσόμενος παρὰ σοῦ περὶ τῆς ὁδοῦ· ἐπεθύμει δὲ ὥσπερ καὶ ὁ πατήρ. Σὺ δ’ αὐτῷ λέγεις, Νίκην σοι φαίνουσι θεοὶ δι’ ὁδοῖο στενύγρων. Καὶ ὃς κατὰ τὸν Ἰσθμὸν ὥρμησεν ἐπιχειρεῖν, καὶ μάχῃ τελευτᾷ. Τούτου υἱὸς ὁ Τήμενος κακοδαίμων ἧκεν ἐκ κακοδαιμόνων τρίτος· σὺ δ’ αὐτῷ παρεγγυᾷς ἃ καὶ Ἀριστομάχῳ τῷ πατρί· καὶ ὅς, ἀλλὰ κἀκεῖνός σοι ἐπιπεισθείς, ἀπέθανεν ἐν τῇ εἰσβολῇ. Καὶ σὺ ἔφης, Οὐ κατὰ γῆν λέγω στενύγρην, ἀλλὰ κατὰ τὴν εὐρυγάστορα. Ἐπειδὴ χαλεπὸν ἦν εἰπεῖν κατὰ τὴν θάλασσαν, κἀκεῖνος ᾔει κατὰ τὴν θάλασσαν, δόξαν ἐνεποίησας ὅτι κατὰ γῆν εἰσίοι. Καὶ κατὰ μέσον στρατοπεδεύεται Ναυπάκτου καὶ Ῥυπαίης . Καὶ διακοντίζει Κάρνον ἱππότην Φυλάνδρου τὸν Αἰτωλόν· εὖ, ἐμοὶ δοκεῖ, ποιῶν· καὶ ἐπειδὴ συνεκύρησε νόσος πλησία, καὶ ἀπέθανεν Ἀριστόδημος, πάλιν ἐπανεχώρουν, καὶ ὁ Τήμενος ἐλθὼν ἀπεμέμφετο τῇ ἀποτυχίᾳ· καὶ ἤκουσεν ὅτι ποινὴν ἀνεμάξατο τοῦ θείου ἀγγέλου, καὶ τὸ ὑπὲρ τῆς αὐχὴς Ἀπόλλωνι Καρνείῳ ποίημα τὸ διὰ τοῦ χρησμοῦ λέγον, Ἄγγελον ἡμέτερον κτείνας ἀνεμάξαο ποινήν. Τί οὖν, φησιν ὁ Τήμενος, τί χρὴ ποιεῖν; Καὶ πῶς ἂν ἱλασαίμην ὑμᾶς; Εὔχευ Καρνείῳ τελέειν σέβας Ἀπόλλωνι. Ὦ μιαρώτατε καὶ ἀναισχυντότατε μάντι· εἶτ’ οὐκ ἠπίστασο ὅτι διαμαρτήσεται τῆς στενύγρης ὁ τὴν στενύγρην ἀκούσας; Ἀλλ’ οὐδὲν ἧττον ἐπιστάμενος χρᾷς, ἔπειτα περιορᾷς διαμαρτάνοντα. Ἀλλ’ ἀμφίβολος ἡ στενύγρη, ὅπως νικήσαντι μὲν αἴτιος εἶναι δοκῇς νίκης, ἡττηθέντι δὲ μηδὲν αἴτιος εἶναι ἥττης, ἔχῃς δὲ ἀποφυγεῖν ἐπὶ τὴν εὐρυγάστορα. Ἀλλ’ ἧκεν ἄνθρωπος ἐπὶ τὴν εὐρυγάστορα, καὶ οὐκ ἔτυχεν. Εὕρηται πάλιν εἰς ἀποφυγὴν Κάρνος ἄγγελος ἀποθανών. Καίτοι πῶς, ὦ κράτιστε, ὁ κηδόμενος οὕτω τοῦ Κάρνου, ἄλλοις μὲν αὐτὸν θεοφορεῖσθαι ἐκέλευες, ἑαυτῷ δὲ οὔ; Καὶ δέον σώζειν ἕνα ὄντα Κάρνον, αὐτόν τε περιεῖδες, καὶ ἐναποθανόντι αὐτῷ Ὁμηρικὴν νόσον ἐνέβαλες εἰς τὸ πλῆθος, καὶ εὐχὰς ἐπὶ τῇ νόσῳ ἀφηγοῦ; Εἰ δ’ εὐχόμενος οὐδὲν ἤνυεν, ἄλλο τι ἂν ἐξεύροιτο ἄκος τῷ σῷ σοφίσματι, καὶ οὐδέποτ’ ἂν ἐλήξατε, οἱ μὲν ἐρωτῶντες, σὺ δὲ σοφιζόμενος, ἵνα καὶ νικῶσι καὶ ἡττωμένοις ᾖς ἀφώρατος κακουργῶν. κανὸν γὰρ τὸ πάθος καὶ ἡ ἐπιθυμία παραβουκολῆσαι, ὡς μηδ’ εἰ χιλιάκις σφαγεῖεν ἀπιστεῖν σοι ποιῆσαι. Τούτοις ἄξιον ἐπισυνάψαι τὰ περὶ Κροῖσον. Λυδίας οὗτος ἐβασίλευσεν, ἄνωθεν ἐκ παλαιῶν εἰς αὐτὸν ἤκουσαν παραλαβὼν τὴν ἀρχήν· εἶτά τι πλέον τῶν προγόνων κατορθώσειν ἐλπίσας τοὺς θεοὺς εὐσεβεῖν διενοήθη, καὶ διὰ πείρας ἐλθὼν ἁπάντων τὸν ἐν Δελφοῖς Ἀπόλλω προκρίνει, κἄπειτα κρατῆρσι καὶ πλίνθοις χρυσαῖς ἀναθημάτων τε μυρίων πλήθει κοσμήσας τὸ ἱερὸν τῶν πανταχοῦ γῆς ἐν ὀλίγῳ χρόνῳ πλουσιώτατον ἀπέφηνεν, οὐδ’ ὅσα πρὸς θυσίας ἐξήρκει παραλιπὼν τῇ μεγαλοψυχίᾳ. Ἐπειδὴ οὖν τὰ τοιαῦτα προδεδάνειστο τῷ θεῷ, ταῖς τῆς εὐσεβείας εἰκότως ὁ Λυδὸς ἐπιθαρσῶν μεγαλουργίαις στρατεῦσαι ἐπὶ Πέρσας διανοεῖται, αὐξῆσαι τὴν ἀρχὴν εἰς μέγα τῇ τοῦ θεοῦ συμμαχίᾳ προμηθούμενος. Τί οὖν ὁ θαυμάσιος χρησμῳδός; Αὐτὸς ἐκεῖνος ὁ ἐν Δελφοῖς, ὁ Πύθιος, ὁ φίλιος, τὸν ἱκέτην, τὸν εὐσεβῇ, τὸν πρόσφυγα, οὐχ ὅπως τῆς ἀλλοτρίας τυχεῖν ἀρχῆς, ἀλλὰ καὶ τῆς οἰκείας ἐκπεσεῖν παρασκευάζει, οὔτι ἑκών, ἔμοιγε δοκεῖ, ἀγνοίᾳ δὲ μᾶλλον τοῦ ἀποβησομένου· (μὴ γὰρ τὸ μέλλον εἰδὼς ὁ θεός, ἐπεὶ μὴ θεὸς ἦν μηδέ τις ἀνθρώπου κρείττων δύναμις, ἐπὶ θάτερα σοφιστικῶς τὸν χρησμὸν ἡρμόσατο·) καὶ μονονουχὶ φήσας, Κροῖσος Ἄλυν διαβὰς μεγάλην ἀρχὴν καταλύσει, τὴν ἐκ προγόνων διαδοχῆς εἰς τὸν εὐσεβῆ κατελθοῦσαν τῆς Λυδίας ἀρχήν, μεγάλην οὖσαν καὶ πολυχρόνιον, καταστρέφει, τῆς ἄγαν περὶ αὐτὸν σπουδῆς τοῦτον ἀποδοὺς τῷ θεοφιλεῖ τὸν καρπόν. 3. Ἐπὶ τούτοις ὁ συγγραφεὺς οἷα οὐκ ἀλόγως διαγανακτεῖ, ἄκουε. Ἔοικας δὴ ὡς ἀληθῶς τὰ μὲν ὅσα ψάμμου ἄξιά ἐστιν εἰδέναι, καλὸν δὲ μηδὲν εἰδέναι. Τὸ γοῦν ὀσμὴν ἐς φρένας σὰς ἐλθεῖν κραταιρίνοιο χελώνης ἑψομένης, ψάμμου ἄξιον ἐπιστήμη ἐστίν· οὐκ ἀληθὲς μὲν ὂν οὐδ’ αὐτό, ἀλλὰ προσεοικός γε ὅμως τῷ ἀλαζόνι καὶ ἀναιδεῖ, καὶ ἐπὶ τοῖς κενοῖς εἰδήμασι τὴν ὀφρὺν ἐπαίροντι, καὶ τὸ Αὔδιον ἀνδράποδον τὸν Κροῖσον πείθοντι μὴ καταφρονεῖν αὐτοῦ. Ὅς μετ’ ὀλίγον ἐπὶ τῇ πείρᾳ ἤμελλεν ἐρωτᾶν σε, εἰ στρατεύοι ἐπὶ Πέρσας, καὶ σύμβουλον ποιεῖσθαι ὑπὲρ τῆς αὐτοῦ μανίας καὶ πλεονεξίας. ᾯ οὐκ ὤκνησας εἰπεῖν, ὅτι Ἄλυν διαβὰς μεγάλην ἀρχὴν καταλύσει. Ἐκεῖνο μέντοι εὖ, ὅτι σοι οὐδὲν ἔμελεν, εἴ τι ἄτοπον πείσεται ὑπ’ ἀμφιβόλου χρησμοῦ ἐπαρθεὶς ἐπ’ ἀλλοτρίαν ἀρχήν, οὐδ’ εἰ πικροί τινες ἄνθρωποι καὶ κακοήθεις, δέον ἐπαινεῖν σε ἐπὶ τῷ ἐκτραχηλίσαι μαινόμενον ἄνθρωπον, καὶ προσεγκαλοῖεν, ὡς οὐδὲ ἰσόῤῥοπον φωνὴν ἀφέντι , ἵν’ ὀκνήσειεν καὶ βουλεύσαιτο ὁ Λυδός· ἀλλὰ καταλῦσαι καθ’ ἕνα τρόπον ἐστὶ νοεῖσθαι πρὸς τῶν Ἑλλήνων, οὐ τὸ τῆς οἰκείας ἀρχῆς ἐκπεσεῖν, ἀλλὰ τὸ τὴν ἀλλοτρίαν περιποιήσασθαι. Ὁ μὲν γὰρ ἡμίμηδος ἢ ἡμιπέρσης Κῦρος, ἢ ὁ μητρόθεν μὲν ἐκ τυραννικοῦ πατρόθεν δὲ ἐξ ἰδιωτικοῦ γένους ἡμίονος ὢν ἐν τῷ αἰνίγματι, παρεμφαίνει μὲν τὴν ἔκτυφον μοῦσαν, ἀλλὰ καὶ τὴν ἄμαντιν μαντικήν, εἴπερ οὐκ ἤδη μὴ οὐ συνήσοντα τοῦ αἰνίγματος ὁ μαντις. Εἰ δ’ οὐχ ὑπὸ ἀγνοίας ἀλλ’ ὑπὸ τρυφῆς καὶ πονηρίας ἔπαιζε, βαβαὶ οἷα τὰ θεῖα παίγνιά ἐστιν. Εἰ δ’ οὐδὲ τοῦτο, ἀλλ’ ὅτι ἐχρῆν οὕτω γενέσθαι, ἀνιερώτατος μὲν οὗτος λόγων σοφιστικῶν· τί δ’ ὅμως, εἰ οὕτως ἐχρῆν γενέσθαι, σὺ ὁ δύστηνος ἐν Δελφοῖς καθέζῃ τὰ κενὰ καὶ μάταια ἄδων; τί δέ σου ὄφελος ἡμῖν; τί δὲ μαινόμεθα οἱ πανταχόθεν τῆς γῆς ἐπὶ σὲ διώκοντες; τὶ δὲ σοι κίνσης δεῖ ; codd. τί δὲ σὺ κνηφίας;) 4. Τοιαῦτα τῆς Οἰνομάου παῤῥησίας τὰ τῆς τῶν Γοήτων φώρας, κυνικῆς οὐκ ἀπηλλαγμένα πικρίας. Οὐδὲ γὰρ δαίμονος, μὴ ὅτι θεοῦ, τοὺς παρὰ τοῖς Πανέλλησι θαυμαζομένους χρησμοὺς εἶναι βούλεται, γοήτων δ’ ἀνδρῶν πλάνας καὶ σοφίσματα ἐπὶ ἀπάτῃ τῶν πολλῶν ἐσκευωρημένα· ὧν ἐπείπερ ἅπαξ ἐμνήσθημεν, οὐδὲν ἂν γένοιτο ἐμποδὼν τοῦ καὶ ἑτέρων ἐλέγχων ἐπακοῦσαι. Καὶ πρώτου γε δι’ οὗ φησιν ὁ αὐτὸς ἑαυτὸν ὑπὸ τοῦ Κλαρίου Ἀπόλλωνος ἠπατῆσθαι, γράφων ὧδε· Ἀλλὰ δὴ ἔδει τι καὶ ἡμᾶς τῆς κωμῳδίας μετασχεῖν, καὶ μὴ σεμνύνεσθαι ὡς οὐκ ἐμπεσόντας εἰς τὴν κοινὴν παραπληξίαν, καὶ τὴν ἐμπορίαν εἰπεῖν, ἣν καὶ αὐτοὶ περὶ σοφίας ἐνεπορευσάμεθα ἐκ τῆς Ἀσίας, ὦ Κλάριε, παρὰ σοῦ· Ἔστιν ἐν Τρηχῖνος αἴῃ κῆπος Ἡρακλήΐος πάντ’ ἔχων θάλλοντα, πᾶσι δρεπόμενος πανημαδόν, οὐδ’ ὀλιζοῦται, βέβριθε δ’ ὕδασιν διηνεκές. Εἶτ’ ἐγὼ ἀκούσας ὁ βάκηλος καὶ αὐτὸς ὑπὸ τοῦ Ἡρακλέους ἐφυσήθην, καὶ τοῦ Ἡρακληΐου κήπου θάλλοντος Ἡσιόδειόν τινα ὀνειροπολῶν ἱδρῶτα διὰ τὴν Τρηχῖνα, καὶ ῥηϊδίην αὖθις ζωὴν διὰ τὸν θάλλοντα κῆπον. Εἶτά μοι ἐπερομένῳ, εἴ μοι συναίρονται οἱ θεοί, εἷς τις ἐκ τῶν πολλῶν λέγει, ἐπομνύμενος αὐτοὺς τοὺς συναιρομένους θεούς, ἦ μὴν παρὰ σοῦ ἀκηκοέναι αὐτὸ τοῦτο Καλλιστράτῳ δεδομένον Ποντικῷ τινι ἐμπόρῳ. Ἐγὼ οὖν ὡς ἤκουσα, πῶς, οἴει, ἠγανάκτησα, ὡς δὴ τῆς ἀρετῆς ὑπ’ αὐτοῦ ἀποστερούμενος; Ἀλλὰ καίπερ ὅμως δυσφορῶν ἀνεσκοπούμην τὸν ἔμπορον, εἴ τι κἀκεῖνος ἐθάλφθη ὑπὸ τοῦ Ἡρακλέους· ἐφαίνετο δὴ οὖν κἀκεῖνος πόνον τινὰ πονεῖν, καὶ κέρδους ἐφίεσθαι, καὶ βίον τινὰ ἡδὺν ἐκ τοῦ κέρδους προσδοκᾶν. Ὡς δ’ ἐφαίνετο ὁ ἔμπορος ἐξισούμενος, οὐκέτι τὸν χρησμὸν ἐδεχόμην, οὐδὲ τὸν Ἡρακλέα, ἀλλ’ ἀπηξίουν τῶν αὐτῶν κοινωνεῖν, εἴς τε τοὺς παρόντας πόνους αὐτῶν ἀποβλέπων, καὶ τὰς ἐν ἐλπίδι φάτνας. Ἀλλ’ οὐδ’ ὁ λῃστὴς ἄμοιρος ἐφαίνετο τοῦ χρησμοῦ, οὐδ’ ὁ στρατιωτης, οὐδ’ ἐρῶν ἀνήρ, οὐδ’ ἐρῶσα γυνή, οὐδὲ κόλαξ, οὐδὲ ῥήτωρ, οὐδὲ συκοφάντης. Ἑκάστῳ γὰρ ὡς ἐπιθυμεῖ, ἡγεῖσθαι μὲν τὸν πόνον, προσδοκᾶσθαι δὲ τὴν εὐφροσύνην. 5. Ταῦτα ἐκθέμενος εὐθὺς ἐπισυνάπτει, ὡς καὶ δεύτερον ἐρωτήσας καὶ τρίτον οὐδὲν εἰδότας ἔγνω τοὺς θαυμασίους, μόνῳ δὲ τῷ τῆς ἀσαφείας σκότῳ τὴν σφῶν ἄγνοιαν ἐπικρύπτοντας. Λέγει δ’ οὖν· Ἐπεὶ δέ μοι τὰ τῆς ἐμπορίας ἤδη πρὸ ὁδοῦ ἦν, ἀνδρὸς δὲ ἔδει τοῦ ξεναγωγήσοντος ἐπὶ τὴν σοφίαν, ἄπορος δὲ ἐφαίνετο οὗτος, σοῦ ἐδεόμην καὶ τούτου γενέσθαι ἐνδείκτην, Ἔν τε τοῖσιν εὐπελέεσσιν ἠδ’ Ἀχαιοῖσιν χρέος θήσεται, τὸ δ’ ἐκτεκμαρθὲν οὐδὲ μικρὸν ἔσσεται . Τί φής; Εἰ δ’ ἀγαλματοποιός τις ἢ ζωγράφος ἐπεθύμουν γενέσθαι, καὶ διδασκάλους ἐζήτουν, ἆρά μοι ἤρκει ἀκοῦσαι « Ἔν τε τοῖσιν εὐπελέεσσιν», ἀλλ’ οὐκ ἂν μαίνεσθαι εἶπον τὸν λέγοντα; Ἀλλὰ τοῦτο μὲν ἴσως οὐχ ἱκανὸς εἶ διανοῆσαι, ἀσάφειαν γὰρ ἔχει πολλὴν τὰ ἀνθρώπεια ἤθη· ὅπου δέ μοι ἐκ Κολοφῶνος ἄμεινον πορεύεσθαι, οὐκέθ’ οὕτως ἀφανὲς τῷ θεῷ, Ἐκ τανυστρόφοιο λᾶας σφενδόνης ἱείς ἀνήρ, χῆνας ἐναρίζων βολαῖσν, ἀσπέτους, ποιηβόρους. Τοοὺς δὲ ἀσπέτους, ποιηβόρους χῆνας, τίς μοι μηνύσει ὅ τι ποτὶ λέγουσι; τίς δὲ τὴν τανύστροφον σφενδόνην; ὁ Ἀμφίλοχος, ἢ ὁ Δωδωναῖος, ἢ σοὺ ἐν Δελροῖς, εἰ γενοίμην; Οὐκ ἀπάγξῃ που ἀπελθὼν τῇ τανυστρόφῳ σφενδόνη μετὰ τοῦ ἀδιανοήτου ποιήματος; Ἀλλὰ γὰρ τούτων ἅδε ἐληλεγμένων, ὥρα συνιδεῖν αὖθις ἄνωθεν, ὅπως τοὺς παλαιτάτους χρησμοὺς τοὺς ἐν Δελφοῖς ὁ αὐτὸς ἀπελέγχει, τοὺς δὴ μάλιστα ἐν ταῖς Ἑλληνικαῖς ἱστορίαις θαυμαζομένους. Πολὺς ἦν ὁ Περσῶν στρατὸς ὡπλισμένος κατὰ Ἀθηναίων, οὐδ’ ἦν τις αὐτοῖς ἄλλη σωτηρίας ἐλπίς, ἢ μόνος ὁ θεός. Οἳ δὴ τοῦτον ὅστις ἦν οὐκ εἰδότες, τὸν πάτριον ἀρωγὸν ἐπεκαλοῦντο· ὁ ἐν Δελφοῖς Ἀπόλλων οὗτος ἦν. Τι οὖν ὁ θαυμαστὸς οὗτος; ἆρά γε τῶν οἰκείων ὑπερεμάχει; ἄρα λοιβῆς καὶ κνίσης ἐμέμνητο, καὶ ὧν αὐτῷ συνήθως ἐτέλουν τὰς ἑκατόμβας ἐπιθύοντες; Οὐ μὲν οὖν. Ἀλλὰ τί φησιν; Φεύγειν, καὶ φεύγειν ξύλινον τεῖχος παρασκευασαμένους· οὕτω τὸ ναυτικὸν δηλῶν· δι’ οὗ μόνου φησὶν αὐτοὺς σωθήσεσθαι τῆς πόλεως ἐμπρησθείσης. Ὦ μεγάλης θεοῦ βοηθείας. Εἶτα πολιορκίαν οὐ μόνον τῶν ἄλλων κατὰ τὴν πόλιν οἰκοδομημάτων, ἀλλὰ καὶ αὐτῶν τῶν τοῖς θεοῖς ἀφιερωμένων προλέγειν δῆθεν προσποιεῖται. Τοῦτο δὲ καὶ δίχα χρησμοῦ τοῖς πᾶσιν ἐκ τῆς τῶν πολεμίων ἐφόδου προσδοκᾶν ἦν.