<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg1548.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg1548.tlg001.1st1K-grc1" n="1"><p rend="indent"><label>1.</label> Τίθησι γοῦν ὁμοῦ καὶ ἀπελέγχει τὸν χρησμὸν εὖ μάλα τις τῶν νέων ἀνδρικῷ λογισμῷ, Γοήτων φώραν ἐν οἰκείῳ συγγράμματι πεποιημένος. Οὗ καὶ αὐτοῦ τῶν φωνῶν ἀλλὰ μὴ τῶν ἐμῶν ἄκουε, πρὸς τὸν χρησμῳδὸν ὧδέ πως ἀποτεινομένου· Τί δ’; οὐκ Ἀθηναῖοι τὸν Ἀνδρόγιων ἀποωκτείναντες, καὶ λοιμώξαντες ἐπὶ τούτῳ, εἶπον ἂν μετανοεῖν; Ἢ μὴ λεγόντων, οὔ σε προσῆκον ἦν εἰπεῖν, μετανοεῖτε, μᾶλλον, ἢ 
<quote type="blockquote">Λοιμοῦ καὶ λιμοῦ τέλος ἔσσεται, ἤνπερ ἑαυτῶν 
<lb/>σώματ’ ἀπὸ κλήρου ἄῤῥεν καὶ θῆλυ νέμητε 
<lb/>Μίνωϊ, εἰς ἅλα δῖαν ἀποστέλλοντες, ἀμοιβὴν 
<lb/>τῶν ἀδίκων ἔργων· οὕτω θεὸς ἵλαος ἔσται.</quote> Ἑῷ γὰρ τὸ Ἀνδρόγεω μὲν Ἀθήνησιν ἀποθανόντος ὑμᾶς ἀγανακτεῖν, τῶν δὲ τοσούτων καὶ πανταχόθι καὶ πάντοτε καθεύδειν. Καίτοι εἰδὼς ὅτι ἐθαλασσοκράτει τότε ὁ Μίνως, καὶ μέγα ἐδύνατο, καὶ πᾶσα ἡ Ἑλλὰς αὐτὸν ἐθεράπευε, καὶ ἦν καὶ διὰ τοῦτο δικαιότατος, καὶ νομοθέτης ἀγαθός, καὶ Ὁμήρῳ ἐδόκει Διὸς μεγάλου εἶναι ὀαριστής, καὶ ἀποθανὼν ἐν ᾍδου δικαστής· καὶ σὺ διὰ τοῦθ’ ὑπὲρ αὐτοῦ τὰς δίκας ταύτας εἰσεπράττου. Ἀλλὰ παραλείπω οὐδὲν ἧττον γε ταῦτα ὑμῶν, καὶ ὅτι τοὺς φονεῖς ἐάσαντες τοὺς οὐδὲν αἰτίους πέμπειν ἐκελεύετε ἀποθανουμένους, καὶ τοῦτ’ ἐπ’ ἄνδρα, ὃν ἀναδεικνύναι ἐμέλλετε κοινὸν ἀνθρώπων δικαστήν, ὃς οὐδ’ αὐτὸ τοῦτο ἠπίστατο δικάσαι. Καίτοι πόσους ὑμεῖς οἱ θεοὶ ἀντὶ τούτων τῶν κορῶν δίκαιοι πέμπειν ἐστὲ Ἀθηναίοις, οὓς ἀδίκως ὑπὲρ Ἀνδρόγεω ἀπεκτείνατε; <foreign xml:lang="eng">Gaisf.</foreign>)</p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg1548.tlg001.1st1K-grc1" n="2"><p rend="indent"><label>2.</label> Ὁ δ’ αὐτὸς οὗτος συγγραφεὺς ὁπόσοις ὁ Ἀπόλλων διὰ τῆς τῶν χρησμῶν ἀμφιβολίας θανάτου αἴτιος γέγονε, τὴν ἀμφὶ τοὺς Ἡρακλείδας ἀναλαβὼν ἱστορίαν, εὐθύνει λέγων οὕτως· Ἐπεί δέ πως ἐπεμνήσθην τοῦδε τοῦ λόγου, φέρε, τὰ καθήκοντα διέλθω τοῦ κατὰ τοὺς Ἡρακλείδας διηγήματος. Οὗτοι γάρ ποθ’ ὡρμημένοι κατὰ τὸν Ἰσθμὸν εἰσβαλεῖν εἰς Πελοπόννησον ἐσφάλησαν. Ἀριστόμαχος οὖν ὁ Ἀριδαίου, ἐπειδὴ ὁ Ἀριδαῖος ἐτεθνήκει ἐν τῇ εἰσβολῇ, ἔρχεται ἀκουσόμενος παρὰ σοῦ περὶ τῆς ὁδοῦ· ἐπεθύμει δὲ ὥσπερ καὶ ὁ πατήρ. Σὺ δ’ αὐτῷ λέγεις, 
<quote type="blockquote">Νίκην σοι φαίνουσι θεοὶ δι’ ὁδοῖο στενύγρων.</quote> <pb facs="fragmentaphiloso02mulluoft_0470"/> Καὶ ὃς κατὰ τὸν Ἰσθμὸν ὥρμησεν ἐπιχειρεῖν, καὶ μάχῃ τελευτᾷ. Τούτου υἱὸς ὁ Τήμενος κακοδαίμων ἧκεν ἐκ κακοδαιμόνων τρίτος· σὺ δ’ αὐτῷ παρεγγυᾷς ἃ καὶ Ἀριστομάχῳ τῷ πατρί· καὶ ὅς, ἀλλὰ κἀκεῖνός σοι ἐπιπεισθείς, ἀπέθανεν ἐν τῇ εἰσβολῇ. Καὶ σὺ ἔφης, Οὐ κατὰ γῆν λέγω στενύγρην, ἀλλὰ κατὰ τὴν εὐρυγάστορα. Ἐπειδὴ χαλεπὸν ἦν εἰπεῖν κατὰ τὴν θάλασσαν, κἀκεῖνος ᾔει κατὰ τὴν θάλασσαν, δόξαν ἐνεποίησας ὅτι κατὰ γῆν εἰσίοι. Καὶ κατὰ μέσον στρατοπεδεύεται Ναυπάκτου καὶ Ῥυπαίης . Καὶ διακοντίζει Κάρνον ἱππότην Φυλάνδρου τὸν Αἰτωλόν· εὖ, ἐμοὶ δοκεῖ, ποιῶν· καὶ ἐπειδὴ συνεκύρησε νόσος πλησία, καὶ ἀπέθανεν Ἀριστόδημος, πάλιν ἐπανεχώρουν, καὶ ὁ Τήμενος ἐλθὼν ἀπεμέμφετο τῇ ἀποτυχίᾳ· καὶ ἤκουσεν ὅτι ποινὴν ἀνεμάξατο τοῦ θείου ἀγγέλου, καὶ τὸ ὑπὲρ τῆς αὐχὴς Ἀπόλλωνι Καρνείῳ ποίημα τὸ διὰ τοῦ χρησμοῦ λέγον, 
<quote type="blockquote">Ἄγγελον ἡμέτερον κτείνας ἀνεμάξαο ποινήν.</quote> Τί οὖν, φησιν ὁ Τήμενος, τί χρὴ ποιεῖν; Καὶ πῶς ἂν ἱλασαίμην ὑμᾶς; 
<quote type="blockquote">Εὔχευ Καρνείῳ τελέειν σέβας Ἀπόλλωνι.</quote> Ὦ μιαρώτατε καὶ ἀναισχυντότατε μάντι· εἶτ’ οὐκ ἠπίστασο ὅτι διαμαρτήσεται τῆς στενύγρης ὁ τὴν στενύγρην ἀκούσας; Ἀλλ’ οὐδὲν ἧττον ἐπιστάμενος χρᾷς, ἔπειτα περιορᾷς διαμαρτάνοντα. Ἀλλ’ ἀμφίβολος ἡ στενύγρη, ὅπως νικήσαντι μὲν αἴτιος εἶναι δοκῇς νίκης, ἡττηθέντι δὲ μηδὲν αἴτιος εἶναι ἥττης, ἔχῃς δὲ ἀποφυγεῖν ἐπὶ τὴν εὐρυγάστορα. Ἀλλ’ ἧκεν ἄνθρωπος ἐπὶ τὴν εὐρυγάστορα, καὶ οὐκ ἔτυχεν. Εὕρηται πάλιν εἰς ἀποφυγὴν Κάρνος ἄγγελος ἀποθανών. Καίτοι πῶς, ὦ κράτιστε, ὁ κηδόμενος οὕτω τοῦ Κάρνου, ἄλλοις μὲν αὐτὸν θεοφορεῖσθαι ἐκέλευες, ἑαυτῷ δὲ οὔ; Καὶ δέον σώζειν ἕνα ὄντα Κάρνον, αὐτόν τε περιεῖδες, καὶ ἐναποθανόντι αὐτῷ Ὁμηρικὴν νόσον ἐνέβαλες εἰς τὸ πλῆθος, καὶ εὐχὰς ἐπὶ τῇ νόσῳ ἀφηγοῦ; Εἰ δ’ εὐχόμενος οὐδὲν ἤνυεν, ἄλλο τι ἂν ἐξεύροιτο ἄκος τῷ σῷ σοφίσματι, καὶ οὐδέποτ’ ἂν ἐλήξατε, οἱ μὲν ἐρωτῶντες, σὺ δὲ σοφιζόμενος, ἵνα καὶ νικῶσι καὶ ἡττωμένοις ᾖς ἀφώρατος κακουργῶν. κανὸν γὰρ τὸ πάθος καὶ ἡ ἐπιθυμία παραβουκολῆσαι, ὡς μηδ’ εἰ χιλιάκις σφαγεῖεν ἀπιστεῖν σοι ποιῆσαι.</p><p rend="indent">Τούτοις ἄξιον ἐπισυνάψαι τὰ περὶ Κροῖσον. Λυδίας οὗτος ἐβασίλευσεν, ἄνωθεν ἐκ παλαιῶν εἰς αὐτὸν ἤκουσαν παραλαβὼν τὴν ἀρχήν· εἶτά τι πλέον τῶν προγόνων κατορθώσειν ἐλπίσας τοὺς θεοὺς εὐσεβεῖν διενοήθη, καὶ διὰ πείρας ἐλθὼν ἁπάντων τὸν ἐν Δελφοῖς Ἀπόλλω προκρίνει, κἄπειτα κρατῆρσι καὶ πλίνθοις χρυσαῖς ἀναθημάτων τε μυρίων πλήθει κοσμήσας τὸ ἱερὸν τῶν πανταχοῦ γῆς ἐν ὀλίγῳ χρόνῳ πλουσιώτατον ἀπέφηνεν, οὐδ’ ὅσα πρὸς θυσίας ἐξήρκει παραλιπὼν τῇ <pb facs="fragmentaphiloso02mulluoft_0471"/> μεγαλοψυχίᾳ. Ἐπειδὴ οὖν τὰ τοιαῦτα προδεδάνειστο τῷ θεῷ, ταῖς τῆς εὐσεβείας εἰκότως ὁ Λυδὸς ἐπιθαρσῶν μεγαλουργίαις στρατεῦσαι ἐπὶ Πέρσας διανοεῖται, αὐξῆσαι τὴν ἀρχὴν εἰς μέγα τῇ τοῦ θεοῦ συμμαχίᾳ προμηθούμενος. Τί οὖν ὁ θαυμάσιος χρησμῳδός; Αὐτὸς ἐκεῖνος ὁ ἐν Δελφοῖς, ὁ Πύθιος, ὁ φίλιος, τὸν ἱκέτην, τὸν εὐσεβῇ, τὸν πρόσφυγα, οὐχ ὅπως τῆς ἀλλοτρίας τυχεῖν ἀρχῆς, ἀλλὰ καὶ τῆς οἰκείας ἐκπεσεῖν παρασκευάζει, οὔτι ἑκών, ἔμοιγε δοκεῖ, ἀγνοίᾳ δὲ μᾶλλον τοῦ ἀποβησομένου· (μὴ γὰρ τὸ μέλλον εἰδὼς ὁ θεός, ἐπεὶ μὴ θεὸς ἦν μηδέ τις ἀνθρώπου κρείττων δύναμις, ἐπὶ θάτερα σοφιστικῶς τὸν χρησμὸν ἡρμόσατο·) καὶ μονονουχὶ φήσας, 
<quote type="blockquote">Κροῖσος Ἄλυν διαβὰς μεγάλην ἀρχὴν καταλύσει,</quote> τὴν ἐκ προγόνων διαδοχῆς εἰς τὸν εὐσεβῆ κατελθοῦσαν τῆς Λυδίας ἀρχήν, μεγάλην οὖσαν καὶ πολυχρόνιον, καταστρέφει, τῆς ἄγαν περὶ αὐτὸν σπουδῆς τοῦτον ἀποδοὺς τῷ θεοφιλεῖ τὸν καρπόν.</p></div></div></body></text></TEI>