1 Ἐπὶ μὲν τοίνυν Σπεύσιππον τὸν Πλάτωνος μὲν ἀδελφιδοῦν, Ξενοκράτην δὲ τὸν διάδοχον τοῦ Σπευσίππου, Πολέμωνα δὲ τὸν ἐκδεξάμενον τὴν σχολὴν παρὰ Ξενοκράτους ἀεὶ τὸ ἦθος διετείνετο τῶν δογμάτων σχεδόν τι ταὐτόν, ἕνεκά γε τῆς μήπω ἐποχῆς ταυτησὶ τῆς πολυθρυλλήτου τε, καὶ εἰ δή τινων τοιούτων ἄλλων. Ἐπεὶ εἴς γε τὰ ἄλλα πολλαχῆ τὰ μὲν παραλύοντες ᵃ, τὰ δὲ στρεβλοῦντες, οὐκ ἐνέμειναν τῇ πρώτῃ διαδοχῇ· ἀρξάμενοι δὲ ἀπ’ ἐκείνου, καὶ θᾶττον καὶ βράδιον διίσταντο προαιρέσει ἢ ἀγνοίᾳ, τὰ δὲ δή τινι αἰτίᾳ ἄλλῃ, οὐκ ἂν φιλοτίμῳ ἴσως. Καὶ οὐ μὲν βούλομαί τι φλαῦρον εἰπεῖν διὰ Ξενοκράτη, μᾶλλον μὴν ὑπὲρ Πλάτωνος ἐθέλω. Καὶ γάρ με δάκνει, ὅτι μὴ πᾶν ἔπαθόν τε καὶ ἔδρων, σώζοντες τῷ Πλάτωνι κατὰ πάντα [πάντη] πᾶσαν ὁμοδοξίαν. Καίτοι ἄξιος ἦν αὐτοῖς ὁ Πλάτων, οὐκ ἀμείνων μὲν Πυθαγόρου τοῦ μεγάλου, οὐ μέντοι ἴσως οὐδὲ φλαυρότερος ἐκείνου· ᾧ συνακολουθοῦντες, σεφθέντες τε οἱ γνώριμοι ταθέμενοι. ἐγένοντο πολυτιμητίζεσθαι αἰτιώτατοι τὸν Πυθαγόραν. Τοῦτο δὲ οἱ Ἐπικούρειοι, οὐκ ὤφελον μέν, μαθόντες δ’ οὖν, ἐν οὐδενὶ μὲν ὤφθησαν Ἐπικούρῳ ἐναντία θέμενοι οὐδαμῶς, ὁμολογήσαντες δὲ εἶναι σοφῷ συνδεδογμένοι, καὶ αὐτοὶ διὰ τοῦτο ἀπέλαυσαν τῆς προσρήσεως εἰκότως. Ὑπῆρξέ τε ἐκ τούτου ἐπὶ πλεῖστον τοῖς μετέπειτα Ἐπικουρείοις, μηδ’ αὐτοῖς εἰπεῖν πω ἐναντίον οὔτε ἀλλήλοις, οὔτε Ἐπικούρῳ μηδὲν εἰς μηδέν, ὅτου καὶ μνησθῆναι ἄξιον. Ἀλλ’ ἔστιν αὐτοῖς παρανόμημα, μᾶλλον δὲ ἀσέβημα, καὶ κατέγνωσται τὸ καινοτομηθέν. Καὶ διὰ τοῦτο οὐδεὶς οὐδὲ τολμᾷ· κατὰ πολλὴν δὲ εἰρήνην αὐτοῖς ἠρεμεῖ τὰ δόγματα, ὑπὸ τῆς ἐν ἀλλήλοις ἀεί ποτε συμφωνίας. Ἔοικέ τε ἡ Ἐπικούρου διατριβὴ πολιτείᾳ τινὶ ἀληθεῖ, ἀστασιαστοτάτῃ, κοινὸν ἕνα νοῦν, μίαν γνώμην ἐχούσῃ. Ἀφ’ ἧς ἦσαν, καί εἰσι, καὶ ὡς ἔοικεν, ἔσονται φιλακόλουθοι. Τὰ δὲ τῶν Στωϊκῶν ἐστασίασται, ἀρξάμενα ἀπὸ τῶν ἀρχόντων καὶ μηδέπω τελευτῶντα καὶ νῦν. Ἐλέγχονται δὲ ἀγαπητῶς ὑπὸ δυσνοήτου ἐλέγχου ᵇ, οἱ μέν τινες αὐτῶν ἐμμεμενηκότες ἔτι, οἱ δ’ ἤδη μεταθέμενοι. Εἴξασιν οὖν οἱ πρῶτοι ὀλιγαρχικωτέροις, οἳ δὴ διαστάντες ὑπῆρξαν εἰς τοὺς μετέπειτα πολλῆς μὲν τοῖς προτέροις, πολλῆς δὲ τῆς ἀλλήλοις ἐπιτιμήσεως αἴτιοι, εἰσέτι ἑτέρων ἕτεροι Στωϊκώτεροι. Καὶ μᾶλλον ὅσοι πλεῖον ἐπὶ τὸ τεχνικὸν ὤφθησαν μικρολόγοι. Αὐτοὶ γὰρ οὗτοι τοὺς ἑτέρους ὑπερβαλλόμενοι τῇ τε πολυπραγμοσύνῃ τοῖς τε σκαριφισμοῖς ᶜ, ἐπετίμων θᾶττον. Πολὺ μέντοι τούτων πρότερον ταὐτὰ ἔπαθον οἱ ἀπὸ Σωκράτους, ἀφελκύσαντες διαφόρους τοὺς λόγους· ἰδίᾳ μὲν Ἀρίστιππος, ἰδίᾳ δὲ Ἀντισθένης· καὶ ἀλλαχοῦ ἰδίᾳ οἱ Μεγαρικοί τε καὶ Ἐρετρικοί, ἢ εἴ τινες ἄλλοι μετὰ τούτων. Αἴτιον δέ, ὅτι τρεῖς θεοὺς τιθεμένου Σωκράτους καὶ φιλοσοφοῦντος αὐτοῖς ἐν τοῖς προσήκουσιν ἑκάστῳ ῥυθμοῖς, οἱ διακούσαντες τοῦτο μὲν ἠγνόουν, ᾤοντο δὲ λέγειν πάντα αὐτὸν εἰκῇ, καὶ ἀπὸ τῆς νικώσης ἀεὶ ᵈ προστυχῶς ἄλλοτε ἄλλης τύχης, ὅπως πνέοι. Ὁ δὲ Πλάτων Πυθαγορίσας, (ᾔδει δὲ τὸν Σωκράτην μηδαμόθεν ἢ ἐκεῖθεν ταῦτα καὶ τοιαῦτα ᵉ εἰπεῖν τε καὶ γνόντα εἰρηκέναι,) ὧδε οὖν καὶ αὐτὸς συνεδήσατο τὰ πράγματα, οὔτε εἰωθότως, οὔτε εἰς τὸ φανερόν ᶠ. Διαγαγὼν δὲ ἕκαστα ὅπη ἐνόμιζεν, ἐπικρυψάμενος ἐν μέσῳ τοῦ δῆλα εἶναι καὶ μὴ δῆλα, ἀσφαλῶς μὲν ἐγράψατο, αὐτὸς δὲ αἰτίαν παρέσχε τῆς μετ’ αὐτὸν στάσεώς τε ἅμα καὶ διολκῆς τῶν δογμάτων, οὐ φθόνῳ μέν, οὐδέ γε δυσνοίᾳ· ἀλλ’ οὐ βούλομαι ἐπὶ ἀνδράσι πρεσβυτέροις εἰπεῖν ῥήματα οὐκ ἐναίσιμα. Τοῦτο δὲ χρὴ μαθόντας ἡμᾶς ἐπενεγκεῖν ἐκεῖσε μᾶλλον τὴν γνώμην, καὶ ὥσπερ ἐξ ἀρχῆς προὐθέμεθα, χωρίζειν αὐτὸν Ἀριστοτέλους καὶ Ζήνωνος, οὕτω καὶ νῦν τῆς Ἀκαδημίας, ἐὰν ὁ θεὸς ἄντιλάβηται, χωρίζοντες, ἐάσομεν αὐτὸν ἐφ’ ἑαυτοῦ νῦν εἶναι Πυθαγόρειον. Ὡς νῦν μανικώτερον, ἢ Πενθεῖ τινι προσῆκε, διελκόμενος πάσχει μὲν κατὰ μέλη, ὅλως δ’ ἐξ ὅλου ἑαυτοῦ μετατίθεταί τε καὶ ἀντιμετατίθεται οὐδαμῶς. Ὡς οὖν ἀνὴρ μεσεύων Πυθαγόρου καὶ Σωκράτους, τοῦ μὲν τὸ σεμνὸν ὑπαγαγὼν μέχρι τοῦ φιλανθρώπου· τοῦ δὲ τὸ κομψὸν τοῦτο καὶ παιγνιῆμον ἀναγαγὼν ἀπὸ τῆς εἰρωνείας εἰς ἀξίωμα καὶ ὄγκον, καὶ αὐτὸ τοῦτο κεράσας Σωκράτει Πυθαγόραν, τοῦ μὲν δημοτικώτερος, τοῦ δὲ σεμνότερος ὤφθη. Ἀλλ’ οὐ γάρ τι ταῦτα διαιτήσων ἦλθον, μὴ περὶ τούτων οὔσης νῦν μοι τῆς ζητήσεως. Ἃ δὲ προὐδέδοκτο, καὶ εἶμι ἐκεῖσε, ἢ δὴ φροῦδος ἀναδραμεῖν δοκῶ μοι, μὴ καί που ἀποκρουσθῶμεν τῆς ὁδοῦ τῆς φερούσης. Πολέμωνος δὲ ἐγένοντο γνώριμοι Ἀρκεσίλαος καὶ Ζήνων· πάλιν γὰρ αὐτῶν μνησθήσομαι ἐπὶ τέλει. Ζήνωνα μὲν οὖν μέμνημαι εἰπὼν Ξενοκράτει, εἶτα δὲ Πολέμωνι φοιτῆσαι, αὖθις δὲ παρὰ Κράτητι κυνίσαι. Νυνὶ δὲ αὐτῷ λελογίσθω, ὅτι καὶ Στίλπωνός τε μετέσχε καὶ τῶν λόγων τῶν Ἡρακλειτείων. Ἐπεὶ γὰρ συμφοιτῶντες παρὰ Πολέμωνι ἐφιλοτιμήθησαν ἀλλήλοις, συμπαρέλαβον εἰς τὴν πρὸς ἀλλήλους μάχην, ὁ μὲν Ἡράκλειτον καὶ Στίλπωνα, ἅμα καὶ Κράτητα, ὧν ὑπὸ μὲν Στίλπωνος ἐγένετο μαχητής, ὑπὸ δὲ Ἡρακλείτου αὐστηρός, Κυνικὸς δὲ ὑπὸ Κράτητος· ὁ δ’ Ἀρκεσίλαος Θεόφραστον ἴσχει καὶ Κράντορα τὸν Πλατωνικόν, καὶ Διόδωρον, εἶτα Πύῤῥωνα· ὧν ὑπὸ μὲν Κράντορος πιθανουργικός, ὑπὸ Διοδώρου δὲ σοφιστής, ὑπὸ δὲ Πύῤῥωνος ἐγένετο παντοδαπός, καὶ ἴτης, καὶ οὐδέν. Ὃ καὶ ἐλέγετο περὶ αὐτοῦ ᾀδόμενόν τι ἔπος παράγωγον καὶ ὑβριστικόν· Πρόσθε Πλάτων, ὄπιθεν Πύῤῥων, μέσσος Διό[δωρος. Τίμων δὲ καὶ ὑπὸ Μενεδήμου τὸ ἐριστικόν φησι λαβόντα ἐξαρτυθῆναι, εἴπερ γε δή φησι περὶ αὐτοῦ· Τοιγὰρ ἔχων ᵍ Μενεδήμου ὑπὸ στέρνοισι μό[λυβδον θεύσεται ἐς ʰ Πύῤῥωνα τὸ πᾶν κρέας, ἢ Διό[δωρον. Ταῖς οὖν Διοδώρου διαλεκτικοῦ ὄντος λεπτολογίαις τοὺς λογισμοὺς τοὺς Πύῤῥωνος καὶ τὸ σκεπτικὸν καταπλέξας, διεκόσμησε λόγου δεινότητι τῇ Πλάτωνος φλήναφόν τινα κατεστωμυλμένον· καὶ ἔλεγε, καὶ ἀντέλεγε, καὶ μετεκυλινδεῖτο κἀκεῖθεν, κἀντεῦθεν, ἑκατέρωθεν, ὁπόθεν τύχοι, παλινάγρετος, καὶ δύσκριτος, καὶ παλίμβολός τε ἅμα, καὶ παρακεκινδυνευμένος, οὐδέν, τε εἰδώς, ὡς αὐτὸς ἔφη, γενναῖος ὤν· εἶτά πως ἐξέβαινεν ὅμοιος τοῖς εἰδόσιν, ὑπὸ σκιαγραφίας τῶν λόγων παντοδαπὸς πεφαντασμένος. 2 Τοῦ τε Ὁμηρικοῦ Τυδείδου ᵃ ὁποτέροις μετείη ἀγνοουμένου, οὔτε εἰ Τρωσὶν ὁμιλέοι, οὔτε εἰ καὶ Ἀχαιοῖς, οὐδὲν ἧττον Ἀρκεσίλαος ἠγνοεῖτο. Τὸ γὰρ ἕνα τε λόγον καὶ ταὐτόν ποτ’ εἰπεῖν, οὐκ ἐνῆν ἐν αὐτῷ, οὐδέ γε ἠξίου ἀνδρὸς εἶναί πω τὸ τοιοῦτο δεξιοῦ οὐδαμῶς. Ὠνομάζετο οὖν δεινὸς σοφιστής, τῶν ἀγυμνάστων σφαγεύς. Ὥσπερ γὰρ αἱ Ἔμπουσαι, ἐν τοῖς φαντάσμασι τοῖς τῶν λόγων, ὑπὸ παρασκευῆς τε καὶ μελέτης ἐφήρμοττεν, ἐγοήτευεν, οὐδὲν εἶχεν εἰδέναι οὔτε αὐτός, οὔτε τοὺς ἄλλους ἐᾷν· ἐδειμάτου δὲ καὶ κατεθορύβει, καὶ σοφισμάτων γε καὶ λόγων κλοπῆς φερόμενος τὰ πρῶτα, κατέχαιρε τῷ ὀνείδει, καὶ ἡβρύνετο ᵇ θαυμαστῶς, ὅτι μήτε τί αἰσχρὸν ἢ καλόν, μήτε ἀγαθόν, μήτε αὖ κακόν ἐστι τί, ᾔδει· ἀλλ’ ὁπότερον εἰς τὰς ψυχὰς πέσοι, τοῦτο εἰπών, αὖθις μεταβαλών, ἀνέτρεπεν ἂν πλεοναχῶς, ἢ δι’ ὅσων κατεσκευάκει. Ἦν οὖν ὕδραν τέμνων ἑαυτόν, καὶ τεμνόμένος ὑφ’ ἑαυτοῦ ἀμφότερα ἀλληλίζων ᶜ δυσκρίτως, καὶ τοῦ δέοντος ἀσκέπτως. Πλὴν τοῖς ἀκούουσιν ἤρκεσεν, ὁμοῦ τῇ ἀκροάσει εὐπρόσωπον ὄντα θεωμένοις. ἦν οὖν ἀκουόμενος καὶ βλεπόμενος ἥδιστος, ἐπεί τῶν τοι προσειθίσθησαν ἀποδέχεσθαι αὐτοῦ τοὺς λόγους τὰ ἰόντας ἀπὸ καλοῦ προσώπου τε καὶ στόματος, οὐκ ἄνευ τῆς ἐν τοῖς ὄμμασι φιλοφροσύνης. Δεῖ δὲ ταῦτα ἀκοῦσαι μὴ ἁπλῶς, ἀλλ’ ἔσχεν ὧδε ἐξ ἀρχῆς. Συμβαλὼν γὰρ ἐν παισὶ Θεοφράστῳ, ἀνδρὶ πράῳ καὶ οὐκ ἀφυεῖ τὰ ἐρωτικά, διὰ τὸ καλὸς εἶναι ἔτι ὢν ὡραῖος, τυχὼν ἐραστοῦ Κράντορος τοῦ Ἀκαδημαϊκοῦ, προσεαὐτὰ χώρησε μὲν τούτῳ, οἷα δὲ τὴν φύσιν οὐκ ἀφυής, τρεχούσῃ χρησάμενος αὐτῇ, ῥαδίᾳ, θερμουργῷ ὑπὸ φιλονεικίας, μετασχὼν μὲν Διοδώρου εἰς τὰ πεπανουργημένα πιθανὰ ταῦτα τὰ κομψά, ὡμιληκὼς δὲ Πύῤῥωνι· (ὁ δὲ Πύῤῥων ἐκ Δημοκρίτου ὥρμητο ὁπόθεν δήποθενᵈ) οὗτος μὲν δὴ ἔνθεν καταρτυθείς, πλὴν τῆς προσρήσεως, ἐνέμεινε Πύῤῥωνι, ὡς τῇ πάντων ἀναιρέσει. Μνασέας γοῦν, καὶ Φιλόμηλος, καὶ Τίμων οἱ σκεπτικοί, σκεπτικὸν αὐτὸν προσονομάζουσιν, ὥσπερ καὶ αὐτοὶ ἦσαν, ἀναιροῦντα καὶ αὐτὸν τὸ ἀληθές, καὶ τὸ ψεῦδος, καὶ τὸ πιθανόν. Λεχθεὶς οὖν κατ’ ἀξίανᵉ ὑπὸ τῶν Πυῤῥωνείων Πυῤῥώνειος, αἰδοῖ τοῦ ἐραστοῦ ὑπέμεινε λέγεσθαι Ἀκαδημαϊκὸς ἔτι. Ἦν μὲν τοίνυν Πυῤῥώνειος, πλὴν τοῦ ὀνόματος· Ἀκαδημαϊκὸς δ’ οὐκ ἦν, πλὴν τοῦ λέγεσθαι. Οὐ γὰρ πείθομαι, τοῦ Κνιδίου Διοκλέους φάσκοντος ἐν ταῖς ἐπιγραφομέναις διατριβαῖς, Ἀρκεσίλαον φόβῳ τῶν Θεοδωρείων τε καὶ Βίωνος τοῦ σοφιστοῦ, ἐπεισιόντων τοῖς φιλοσοφοῦσι, καὶ οὐδὲν ὀκνούντων ἀπὸ παντὸς ἐλέγχειν, αὐτὸν ἐξευλαβηθέντα, ἵνα μὴ πράγματα ἔχῃ, μηδέν γε δόγμα ὑπειπεῖν φαινόμενον. Ὥσπερ γὰρ τὸ μέλαν τὰς σηπίας, προβάλλεσθαι πρὸ ἑαυτοῦ τὴν ἐποχήν. Τοῦτ’ οὖν ἐγὼ οὐ πείθομαι. Οἱ δ’ οὖν ἔνθεν ἀφορμηθέντες, ὅ τε Ἀρκεσίλαος καὶ Ζήνων, ὑπὸ τῶν τοιούτων ἀρωγῶν, ἀμφοτέροις συμπολεμούντων λόγων, τῆς μὲν ἀρχῆς ὅθεν ἐκ Πολέμωνος ὡρμήθησαν, ἐπιλανθάνονται, διαστάντες δέ γε, καὶ σφέας αὐτοὺς ἀρτύναντες, σύν ῥ’ ἔβαλονᶠ ῥινούς, σὺν δ’ ἔγχεα καὶ μένε’ [ἀνδρῶν χαλκεοθωρήκων· ἀτὰρ ἀσπίδες ὀμφαλόεσσαι ἔπληντ’ ἀλλήλῃσι, πολὺς δ’ ὀρυμαγδὸς ὀρώρει. Ἀσπὶς ἄρ’ ἀσπίδ’ ἔρειδε, κόρυς κόρυν, ἀνέρα δ’ [ἀνὴρ καρπαλίμως ἐβίαζενᵍ. Ἔνθα δ’ ἅμ’ οἰμωγή τε καὶ εὐχωλὴ πέλεν ἀν[δρῶν, ὀλλύντων τε καὶ ὀλλυμένωνʰ. Τῶν Στωϊκῶν· οἱ Ἀκαδημαϊκοὶ γὰρ οὐκ ἐβάλλοντο ὑπ’ αὐτῶν, ἀγνοούμενοι ᾗ ἦσαν ἁλῶναι δυνατώτεροι. Ἡλίσκοντοⁱ δέ, τῆς βάσεως αὐτοῖς σεισθείσης, εἰ μήτε ἀρχὴν ἔχοιεν, μήτε μάχεσθαι ἀφορμήν. Τὴν μὲν δὴ ἀρχὴν ἦνᵏ, τὸ μὴ Πλατωνικὰ λέγοντας αὐτοὺς ἐλέγξαι· τὸ δὲ μηδ’ ἔχειν τινὰ ἀφορμήν, ἢν, εἵ πουˡ μόνον ἕν τι μετέστρεψαν ἀπὸ τοῦ ὅρου τοῦ περὶ τῆς καταληπτικῆς φαντασίας ἀφελόντες. Ὅπερ νῦν μὲν οὐκ ἔστι μηνύειν μοι ἐν καιρῷ, μνησθήσομαι δ’ αὐτοῦ αὖθις, ἐπὰν κατὰ τοῦτο μάλιστα γενέσθαι μέλλω. Διαστάντες δ’ οὖν εἰς τὸ φανερόν, ἔβαλλον ἀλλήλους οὐχ οἱ δύο, ἀλλ’ ὁ Ἀρκεσίλαος τὸν Ζήνωνα. Ὁ γὰρ Ζήνων εἶχε δή τι τῇ μάχῃ σεμνὸν καὶ βαρύ, καὶ Κηφισοδώρου τοῦ ῥήτορος οὐκ ἄμεινον· ὃς δὴ [ὁ Κηφισόδωρος], ἐπειδὴ ὑπ’ Ἀριστοτέλους βαλλόμενον ἑαυτῷ τὸν διδάσκαλον Ἰσοκράτην ἑώρα, αὐτοῦ μὲν Ἀριστοτέλους ἦν ἀμαθὴς καὶ ἄπειρος, ὑπὸ δὲ τοῦ καθορᾷν ἔνδοξα τὰ Πλάτωνος ὑπάρχοντα, οἰηθεὶς κατὰ Πλάτωνα τὸν Ἀριστοτέλην φιλοσοφεῖν, ἐπολέμει μὲν Ἀριστοτέλει, ἔβαλλε δὲ Πλάτωνα, καὶ κατηγόρει ἀρξάμενος ἀπὸ τῶν ἰδεῶν, τελευτῶν εἰς τὰ ἄλλα, ἃ οὐδ’ αὐτὸς ᾔδει, ἀλλὰ τὰ νομιζόμενα ἀμφ’ αὐτῶν ᾗ λέγεται ὑπονοῶν. Πλὴν οὗτος μὲν ὁ Κηφισόδωρος, ᾧ ἐπολέμει μὴ μαχόμενος, ἐμάχετο ᾧ μὴ πολεμεῖν ἐβούλετο. Ὁ μέντοι Ζήνων καὶ αὐτός, ἐπειδὴ τοῦ Ἀρκεσιλάου μεθίετο, εἰ μὲν μηδὲ Πλάτωνι ἐπολέμει, ἐφιλοσόφει δήπου ἐμοὶ κριτῇ πλείστου ἀξίως, ἕνεκά γε τῆς εἰρήνηςᵐ ταύτης. Εἰ δ’ οὐκ ἀγνοῶν μὲν ἴσως τὰ Ἀρκεσιλάου, τὰ μέντοι Πλάτωνος ἀγνοῶν, ὡς ἐξ ὧν αὐτῷ ἀνέγραψεν ἐλέγχεται, ἔτιⁿ ἐποίησεν ἐναντία καὐτὸς, μήτε ὃν ᾔδει πλήττων, ὅν τε οὐκ ἐχρῆν, ἀτιμότατα καὶ αἴσχιστα περιυβρικώς, καὶ ταῦτα πολὺ κάκιον ἢ προσήκει κυνί. Πλὴν διέδειξέ γε μὴν μεγαλοφροσύνῃ ἀποσχόμενος τοῦ Ἀρκεσιλάου. Ἤτος γὰρ ἀγνοίᾳ τῶν ἐκείνου ἢ δέει τῶν Στωϊκῶν, πολέμοιο μέγα στόμα πευκεδανοῖο ἀπετρέψατο ἄλλῃ εἰς Πλάτωνα. Ἀλλὰ καὶ περὶ μὲν τῶν Ζήνωνι εἰς Πλάτωνα κακῶς τε καὶ αἰδημόνως οὐδαμῶς νεωτερισθέντων εἰρήσεταί μοι αὖθίς ποτε, ἐὰν φιλοσοφίας σχολὴν ἀγάγω. Μή πως ᵒ μέντοι ἀγάγοιμι σχολήν ποτε τοσαύτην, τούτων γοῦν ἕνεκεν, εἰ μὴ ὑπὸ παιδιᾶς. Τὸν δ’ οὖν Ζήνωνα ὁ Ἀρκεσίλαος ἀντίτεχνον καὶ ἀξιόνικον ὑπάρχοντα θεωρῶν, τοὺς παρ’ ἐκείνου ἀποφερομένους λόγους καθῄρει, καὶ ᵖ οὐδὲν ὤκνει. Περὶ μὲν οὖν τῶν ἄλλων ἃ ἐμεμάχητο ἐκείνῳ, οὔτ’ ἴσως εἰπεῖν ἔχω, εἶτε καὶ εἶχον, οὐδὲν ἔδει νῦν αὐτῶν μνησθῆναι. Τὸ δὲ δόγμα τοῦτο αὐτοῦ πρώτου εὑρομένου, καὶ αὐτὸ q τὸ ὄνομα βλέπων εὐδοκιμοῦν ἐν ταῖς Ἀθήναις, τὴν καταληπτικὴν φαντασίαν, πάσῃ μηχανῇ ἐχρῆτο ἐπ’ αὐτήν. Ὁ δ’ ἐν τῷ ἀσθενεστέρῳ ʳ ἡσυχίαν ἄγων, οὐ δυνάμενος ἀδικεῖσθαι, Ἀρκεσιλάου μὲν ἀφίετοˢ πολλὰ ἂν εἰπεῖν ἔχων, ἀλλ’ οὐκ ἤθελε, τάχα δὲ μᾶλλον ἄλλως· πρὸς δὲ τὸν οὐκέτι ἐν ζῶσιν ὄντα Πλάτωνα ἐσκιαμάχει, καὶ τὴν ἀπὸ ἁμάξης πομπείαν πᾶσαν κατεθορύβει, λέγων ὡς οὔτ’ ἂν τοῦ Πλάτωνος ἀμυνομένου, ὑπερδικεῖν τε αὐτοῦ ἄλλῳ οὐδενὶ μέλον· εἴτε μελήσειεν Ἀρκεσιλάῳ, αὐτός γε κερδανεῖν ιὤετο ἀποτρεψάμενος ἀφ’ ἑαυτοῦ τὸν Ἀρκεσίλαον. Τοῦτο δὲ ᾔδειᵗ καὶ Ἀγαθοκλέα τὸν Συρακούσιον ποιήσαντα τὸ σόφισμα ἐπὶ τοὺς Καρχηδονίους. Οἱ Στωϊκοὶ δὲ ὑπήκουον ἐκπεπληγμένοι. Ἡ μοῦσα γὰρ αὐτοῖς οὐδὲ τότε ἦν φιλόλογος, οὐδ’ ἐργάτις χαρίτων, ὑφ’ ὧν ὁ Ἀρκεσίλαος, τὰ μὲν περικρούων, τὰ δὲ ὑποτέμνων, ἄλλα δ’ ὑποσκελίζων, κατεγλωττίζετο αὐτούς, καὶ πιθανὸς ἦν. Τοιγαροῦν πρὸς οὓς μὲν ἀντέλεγεν, ἡττωμένων, ἐν οἷς δὲ λέγων ἦν, καταπεπληγμένων, δεδειγμένον πως τοῖς τότε ἀνθρώποις ὑπῆρχε, μηδὲν εἶναι μήτ’ οὖν ἔπος μήτε πάθος, μήτε ἔργον ἐν βραχύ, μηδὲ ἄχρηστον τοὐναντίον ὀφθῆναί ποτ’ ἄν, εἴ τι μὴ Ἀρκεσιλάῳ δοκεῖ τῷ Πιταναίῳ. Τῷ δ’ ἄρα οὐδὲν ἐδόκει, οὐδ’ ἀπεφαίνετο οὐδὲν μᾶλλον, ἢ ῥηματίσκια ταῦτ’ εἷναι καὶ φόβους. 3 Περὶ δὲ Λακύδου βούλομαί τι διηγήσασθαι ἡδύ. Ἦν μὲν δὴ Λακύδης ὑπογλισχρότερος καί τινα τρόπον ὁ λεγόμενος Οἰκονομικός, οὗτος ὁ εὐδοκιμῶν παρὰ τοῖς πολλοῖς. Αὐτὸς μὲν ἀνοιγνὺς τὸ ταμεῖον, αὐτὸς δ’ ἀποκλείων. Καὶ προῃρεῖτο δὲ ὧν ἐδεῖτο, καὶ ἄλλα τοιαῦτα ἐποίει πάντα δι’ αὐτουργίας, ὅτι που αὐτάρκειαν ἐπαινῶν, οὐδ’ ἄλλως πενίᾳ χρώμενος, οὐδ’ ἀπορίᾳ δούλων, ᾧ γε ὑπῆρχον δοῦλοι ὁπόσοι γοῦν. Τὴν δὲ αἰτίαν ἔξεστιν εἰκάζειν. Ἐγὼ δὲ ὃ ὑπεσχόμην τὸ ἡδύ, διηγήσομαι. Ταμιεύων γὰρ αὐτὸς ἑαυτῷ, τὴν μὲν κλεῖδα περιφέρειν ἐφ’ ἑαυτοῦ οὐκ ᾤετο δεῖν· ἀποκλείσας δέ, κατετίθει μὲν ταύτην εἴς τι κοῖλον γραμματεῖον. Σημηνάμενος δὲ δακτυλίῳ, τὸν μὲν δακτύλιον κατεκύλιε διὰ τοῦ κλείθρου, ἔσω εἰς τὸν οἶκον μεθιείς, ὥσθ’ ὕστερον ἐπειδὴ πάλιν ἐλθὼν ἀνοίξειε τῇ κλειδί, δυνησόμενος, ἀνελὼν τὸν δακτύλιον, αὖθις μὲν ἀποκλείειν, εἶτα δὲ σημαίνεσθαι, εἶτα δ’ ἀναβάλλειν ὀπίσω πάλιν ἔσω τὸν δακτύλιον διὰ τοῦ κλείθρου. Τοῦτο οὖν τὸ σοφὸν οἱ δοῦλοι κατανοήσαντες, ἐπειδὴ προΐοι Λακύδης εἰς περίπατον, ἢ ὅποι ἄλλοσε, καὶ αὐτοὶ ἀνοίξαντες ἄν, κᾄπειτα ὥς σφισιν ἦν θυμός, τὰ μὲν φαγόντες, τὰ δ’ ἐμπιόντες, ἄλλα δὲ ἀράμενοι, ἐκ περιόδου ταὐτὰ ᵃ ἐποίουν, ἀπέκλειον μέν, ἐσημαίνοντο δέ, καὶ τὸν δακτύλιον, πολλά γε αὐτοῦ καταγελάσαντες, εἰς τὸν οἶκον διὰ τοῦ κλείθρου ἠφίεσαν. Ὁ Λακύδης οὖν πλήρη μὲν καταλιπών, κενὰ δὲ εὑρισκόμενος τὰ σκεύη, ἀπορῶν τῷ γιγνομένῳ, ἐπειδὴ ἤκουε φιλοσοφεῖσθαι παρὰ τῷ Ἀρκεσιλάῳ τὴν ἀκαταληψίαν, ᾤετο τοῦτο ἐκεῖνο αὑτῷ συμβαίνειν περὶ τὸ ταμεῖον. Ἀρξάμενός τε ἔνθεν, ἐφιλοσόφει παρὰ τῷ Ἀρκεσιλάῳ, μηδὲν μήτε ὁραν, μήτε ἀκούειν ἐναργές, ἢ ὑγιές. Καί ποτε ἐπισπασάμενος τῶν προσομιλούντων αὐτῷ τινα εἰς τὴν οἰκίαν ᵇ ἰσχυρίζετο πρὸς αὐτὸν ὑπερφυῶς, ὡς ἐδόκει, τὴν ἐποχήν, καὶ ἔφη· τοῦτο μὲν ἀναμφίλεκτον ἐγώ σοι ἔχω φράσαι, αὐτὸς ἀπ’ ἐμαυτοῦ μαθών, οὐκ ἄλλου πειραθείς. Κᾄπειτα ἀρξάμενος περιηγεῖτο τὴν ὅλην τοῦ ταμείου συμβᾶσαν αὐτῷ πάθην. Τί οὖν ἄν, εἶπεν, ἔτι Ζήνων λέγοι πρὸς οὕτως ὁμολογουμένην διὰ πάντων φανεράν μοι ἐν τοῖς τοιοῖσδε ἀκαταληψίαν; ὃς γὰρ ἀπέκλεισα μὲν ταῖς ἐμαυτοῦ χερσίν, αὐτὸς δὲ ἐσημηνάμην, αὐτὸς δὲ ἀφῆκα μὲν εἴσω τὸν δακτύλιον· αὖθις δ’ ἐλθὼν ἀνοίξας, τὸν μὲν δακτύλιον ὁρῶ ἔνδον, οὐ μέντοι καὶ τὰ ἄλλα, πῶς οὐ δικαίως ἀπιστούντως τοῖς πράγμασιν ἕξω; Οὐ γὰρ τολμήσω εἰπεῖν ἔγωγε, ἐλθόντα τινὰ κλέψαι ταῦτα, ὑπάρχοντος ἔνδον τοῦ δακτυλίου. Καὶ ὃς ἀκούων, ἦν γὰρ ὑβριστής, ἐκδεξάμενος τὸ πᾶν ὡς ἔσχεν ἀκοῦσαι, μόλις καὶ πρότερον ἑαυτοῦ ἀπέῤῥηξε γέλωτα καὶ μάλιστα πλατύν, γελῶν τε ἔτι καὶ καγχάζων διήλεγχεν ἅμα αὐτοῦ τὴν κενοδοξίαν. Ὥστε ἔκτοτε Λακύδης ἀρξάμενος, οὐκέτι μὲν τὸν δακτύλιον ἔσω ἐνέβαλλεν, οὐκέτι δὲ τοῦ ταμείου ἐχρῆτο ἀκαταληψίᾳ, ἀλλὰ κατελάμβανε τὰ ἀφειμένα, καὶ μάτην ἐπεφιλοσοφήκει. Οὐ μέντοι, ἀλλὰ οἵγε παῖδες φόρτακες ἦσαν, καὶ οὐ θάτερα ληπτοί, οἷοι δὲ οὗτοι οἱ κωμῳδικοί τε καὶ Γέται καὶ Δακοί, κἀκ τῆς Δακικῆς λαλεῖν στωμυλήθρας κατεγλωττισμένοι, εἴτε τινὸς Στωϊκοῦ τὰ σοφίσματα ἀκούσαντες, εἴτε καὶ ἄλλως ἐκμαθόντες, εὐθὺ τοῦ τολμήματος ᾔεσαν, καὶ παρελύοντο αὐτοῦ τὴν σφραγῖδα· καὶ τοτὲ μὲν ἑτέραν ἀντ’ ἐκείνης ὑπετίθεσαν· τοτὲ δὲ οὐδὲ ἄλλην διὰ τὸ οἴεσθαι ἐκείνῳ γε ἀκατάληπτα ἔσεσθαι, καὶ οὕτω καὶ ἄλλως ᶜ. Ὁ δὲ εἰσελθὼν ἐσκοπεῖτο· ἀσήμαντον δὲ τὸ ταμεῖον θεωρῶν ᵈ, ἢ σεσημασμένον μέν, σφραγἴδι δ’ ἄλλῃ, ἠγανάκτει· τῶν δὲ σεσημάνθαι λεγόντων, αὐτοῖς γοῦν τὴν σφραγῖδα ὁρᾶσθαι τὴν αὐτοῦ, ἠκριβολογεῖτο ἄν, καὶ ἀπεδείκνυε. Τῶν δ’ ἡττωμένων τῇ ἀποδείξει καὶ φαμένων εἰ μή τι ἔπεστιν ἡ σφραγίς, αὐτὸν ἴσως ἐπιλελῆσθαι καὶ μὴ σημήνασθαι· καὶ μὴν ᵉ αὐτός τε ἔφη σημηνάμενος μνημονεύειν, καὶ ἀπεδείκνυε, καὶ περιῄει τῷ λόγῳ, καὶ ἐδεινολογεῖτο πρὸς αὐτούς, οἰόμενος παίζεσθαι, καὶ προσώμνυεν. Οἱ δ’ ὑπολαβόντες τὰς προσβολὰς ἐκείνου, αὐτοί γε ᾤοντο ὑπ’ αὐτοῦ παίζεσθαι· ἐπεὶ σοφῷ γε ὄντι δεδόχθαι τῷ Λακύδῃ εἶναι ἀδοξάστῳ, ὥστε καὶ ἀμνημονεύτῳ. Μνήμην γὰρ εἶναι δόξαν· ἔναγχος γοῦν τοῦ χρόνου ἔφασαν ἀκοῦσαι ταῦτα αὐτοῦ πρὸς τοὺς φίλους. Τοῦ δ’ ἀναστρέφοντος αὐτοῖς τὰς ἐπιχειρήσεις, καὶ λέγοντος οὐκ Ἀκαδημαϊκά, αὐτοὶ φοιτῶντες εἰς Στωϊκῶν τινος, τὰ λεκτέα ἑαυτοῖς ἀνεμάνθανον, κἀκεῖθεν ἀρξάμενοι ἀντεσοφίστευον, καὶ ἦσαν ἀντίτεχνοι κλέπται Ἀκαδημαϊκοί. Ὁ δὲ Στωϊκοῖς ἐνεκάλει· οἱ παῖδες δὲ τὰ ἐγκλήματα παρέλυον αὐτῷ, ὑπὸ ἀκαταληψίας, οὐκ ἄνευ τωθασμῶν τινων. Διατριβαὶ οὖν ἦσαν πάντων ἐκεῖ, καὶ λόγοι, καὶ ἀντιλογίαι· καὶ ἓν οὐδὲν ἐν τῷ μέσῳ κατελείπετο, οὐκ ἀγγεῖον, οὐ τῶν ἐν ἀγγείῳ τιθεμένων, οὐχ’ ὅσα εἰς οἰκίας κατασκευὴν ἄλλ’ ἔτι συντελεῖ. ᶠ. Καὶ ὁ Λακύδης τέως μὲν ἠπόρει, μήτι λυσιτελοῦσαν ἑαυτῷ θεωρῶν τὴν ἑαυτοῦ δόγματος βοήθειαν, εἰ δὲ μὴ ἐξελέγχοι, πάντα ἂν ἀνατρέψαι, αὐτοὺς ἑαυτῷ δοκῶν ᵍ, πεσὼν εἰς τἀμήχανον, τοὺς γείτονας ἐκεκράγει, καὶ τοὺς θεούς· καὶ ἰοὺ ἰού, καὶ φεῦ φεῦ, καὶ νὴ τοὺς θεούς, καὶ νὴ τὰς θεάς, ἄλλαι τε ὅσαι ἐν ἀπιστίαις δεινολογουμένων εἰσὶν ἄτεχνοι πίστεις, ταῦτα πάντα ἐλέγετο βοῇ καὶ ἀξιοπιστίᾳ. Τελευτῶν δέ, ἐπεὶ μάχην εἶχεν ἀντιλεγομένην ἐπὶ τῆς οἰκίας, αὐτὸς μὲν ἂν δήπουθεν ἐστωϊκεύετο πρὸς τοὺς παῖδας· τῶν παίδων δὲ τὰ Ἀκαδημαϊκὰ ἰσχυριζομένων, ἵνα μηκέτι πράγματα ἔχοι, οἰκουρὸς ἦν φίλος τοῦ ταμείου προκαθήμενος. Οὐδὲν δὲ εἰς οὐδὲν ὠφελῶν, ὑπειδόμενος οἷ τὸ σοφὸν αὐτῷ ἔρχεται, ἀπεκαλύψατο. Ἄλλως, ἔφη, ταῦτα, ὦ παῖδες, ἐν ταῖς διατριβαῖς λέγεται ἡμῖν, ἄλλως δὲ ζῶμεν. Ταῦτα μὲν καὶ περὶ τοῦ Λακύδου. Τούτου δὲ γίνονται ἀκουσταὶ πολλοί, ὧν εἷς ἦν διαφανὴς ὁ Κυρηναῖος Ἀρίστιππος. Ἐκ πάντων δ’ αὐτοῦ τῶν γνωρίμων τὴν σχολὴν αὐτοῦ διεδέξατο Εὔανδρος καὶ οἱ μετὰ τοῦτον. Μεθ’ οὓς Καρνεάδης ὑποδεξάμενος τὴν διατριβήν, τρίτην συνεστήσατο Ἀκαδημίαν. Λόγων μὲν οὖν ἀγωγῇ ἐχρήσατο, ᾗ καὶ ὁ Ἀρκεσίλαος· καὶ γὰρ αὐτὸς ἐπετήδευε τὴν εἰς ἑκάτερα ἐπιχείρησιν, καὶ πάντα ἀνεσκεύαζε τὰ ὑπὸ τῶν ἄλλων λεγόμενα μόνῳ δ’ ἐν τῷ περὶ τῆς ἐποχῆς λόγῳ πρὸς αὐτὸν διέστη, φὰς ἀδύνατον εἶναι ἄνθρωπον ὄντα περὶ ἁπάντων ἐπέχειν· διαφορὰν δὲ εἶναι ἀδήλου καὶ ἀκαταλήπτου, καὶ πάντα μὲν εἶναι ἀκατάληπτα, οὐ πάντα δὲ ἄδηλα. Μετεῖχε δὲ οὗτος καὶ τῶν Στωϊκῶν λόγων, πρὸς οὓς καὶ ἐριστικῶς ἱστάμενος, ἐπὶ πλέον ηὐξήθη, τοῦ φαινομένου τοῖς πολλοῖς πιθανοῦ, ἀλλ’ οὐ τῆς ἀληθείας στοχαζόμενος. Ὅθεν καὶ πολλὴν παρέσχε τοῖς Στωϊκοῖς ἀηδίαν. Γράφει δ’ οὖν καὶ ὁ Νουμήνιος περὶ αὐτοῦ ταῦτα. 4 Καρνεάδης δὲ ἐκδεξάμενος παρήγησιν ᵃ, οὗ χρεὼν φυλάξαι ὅσα ἀκίνητα καὶ ὅσα κεκινημένα ἦν, τούτου μὲν ἠμέλει· εἰς δ’ Ἀρκεσίλαον, εἴτ’ οὖν ἀμείνω, εἴτε καὶ φαυλότερα ἦν ἐπανενεγκών, διὰ μακροῦ τὴν μάχην ἀνενέαζε. Καὶ ἑξῆς ἐπιλέγει, ἦγε δ’ οὖν καὶ οὗτος καὶ ἐπέφερεν ᵇ, ἀντιλογίας τε καὶ στροφὰς λεπτολόγους συνέφερε τῇ μάχῃ ποικίλλων, ἐξαρνητικός τε καὶ ᶜ καταφαντικὸς ἦν, κἀμφοτέρωθεν ἀντιλογικός. Εἰ δέ που ᵈ ἔδει τι καὶ θαῦμα ἐχόντων λόγων, ἐξηγείρετο λάβρος, οἷον ποταμὸς ῥοώδης, σφοδρῶς ῥέων, πάντα καταπιμπλὰς τὰ τῇδε καὶ τὰ κεῖθι, καὶ εἰσέπιπτε, καὶ συνέσυρε τοὺς ἀκούοντας διὰ θορύβου. Τοιγαροῦν ἀπάγων τοὺς ἄλλους, αὐτὸς ἔμενεν ἀνεξαπάτητος, ὃ μὴ προσῆν τῷ Ἀρκεσιλάῳ. Ἐκεῖνος γὰρ περιεχόμενος τῇ φαρμάξει τοὺς συγκορυβαντιῶντας, ἔλαθεν ἑαυτὸν πρῶτον ἐξηπατηκὼς μὴ ᾐσθῆσθαι, πεπεῖσθαι δ’ ἀληθῆ εἶναι, ἃ λέγει διὰ τῆς ἁπαξαπάντων ἀναιρέσεως χρημάτων. Κακὸν δὲ ἦν ἂν κακῷ ἐπανακείμενον, ὁ Καρνεάδης τῷ Ἀρκεσιλάῳ· μὴ χαλάσας τι σμικρόν, ὑφ’ οὗ οὐκ ἄπρακτοι ἔμελλον ἔσεσθαι, κατὰ τὰς ἀπὸ τοῦ πιθανοῦ λεγομένας αὐτῷ θετικάς τε καὶ ἀρνητικὰς φαντασίας, τοῦ εἶναι τόδε τι ζῷον, ἢ μὴ ζῷον εἶναι. Τοῦτο οὖν ὑπανείς, ὥσπερ οἱ ἀναχάζοντες θῆρες, βιαιότερον, καὶ μᾶλλον ἑαυτοὺς ἱεῖσιν εἰς τὰς αἰχμάς, καὐτὸς ἐνδοὺς δυνατώτερον ἐπῆλθεν. Ἐπεὶ δὲ ὑποσταίη ᵉ τε καὶ εὖ ἔχοι, τηνικαῦτα ἤδη καὶ οὗ προὐδέδοκτο καὶ ἐμέμνητο, ἑκὼν ἠμέλει ᶠ. Τὸ γὰρ ἀληθές τε καὶ τὸ ψεῦδος ἐν τοῖς πράγμασιν ἐνεῖναι συγχωρῶν, ὥσπερ ξυνεργαζόμενος τῆς ζητήσεως τρόπῳ, παλαιστοῦ δεινοῦ λαβὴν δούς, περιεγένετο ἔνθεν. Κατὰ γὰρ τὴν τοῦ πιθανοῦ ῥοπὴν ἑκάτερον παρασχών, οὐδέτερον εἶπε βεβαίως καταλαμβάνεσθαι. Ἦν γοῦν λῃστὴς καὶ γόης σοφώτερος. Παραλαβὼν γὰρ ἀληθεῖ μὲν ὅμοιον ψεῦδος, καταληπτικῇ δὲ φαντασίᾳ καταληπτὸν ὅμοιον, καὶ ἀγαγὼν εἰς τὰς ἴσας, οὐκ εἴασεν οὔτε τὸ ἀληθὲς εἶναι, οὔτε τὸ ψεῦδος, ἢ οὐ μᾶλλον τὸ ἕτερον τοῦ ἑτέρου, ἢ μᾶλλον ἀπὸ τοῦ πιθανοῦ. Ἦν οὔν ὀνείρατα ἀντὶ ὀνειράτων, διὰ τὸ ὁμοίας φαντασίας ἀληθέσιν εἶναι τὰς ψευδεῖς, ὡς ἀπὸ ὠοῦ κηρίνου πρὸς τὸ ἀληθινὸν ὠόν. Συνέβαινεν οὖν τὰ κακά, καὶ πλείω. Καὶ μέντοι λέγων ὁ Καρνεάδης ἐψυχαγώγει καὶ ἠνδραποδίζετο. Ἦν δὲ κλέπτων μὲν ἀφανής, φαινόμενος δὲ λῃστής, αἱρῶν δὲ δόλῳ καὶ βίᾳ τοὺς καὶ πάνυ σφόδρα παρεσκευασμένους. Πᾶσα γοῦν Καρνεάδου διάνοια ἐνίκα, καὶ οὐδεμία ἡτισοῦν ἄλλως· ἐπεὶ καὶ οἷς ἐπολέμει, ἦσαν εἰπεῖν ἀδυνατώτεροι. Αντίπατρος γοῦν ὁ κατ’ αὐτὸν γενόμενος, ἔμελλε μὲν ἀγωνιῶν ᶠᶠ τι γράφειν· πρὸς δ’ οὖν τοὺς ἀπὸ Καρνεάδου καθ’ ἡμέραν ἀποφερομένους λόγους οὔποτε ἐδημοσίευσεν, οὐκ ἐν ταῖς διατριβαῖς, οὐκ ἐν τοῖς περιπάτοις, οὐδὲ εἶπεν, οὐδὲ ἐφθέγξατο, οὐδ’ ἥκουσέ τις αὐτοῦ, φασίν, οὐδὲ γρῦ· ἀντιγραφὰς δὲ ἐπανετείνετο, καὶ γωνίαν λαβών, βιβλία κατέλιπε γράψας τοῖς ὕστερον, οὐδὲ νῦν ᵍ δυνάμενα, καὶ τότε ἀδυνατώτερα πρὸς οὕτως ἄνδρα ὑπέρμεγαν φανέντα, καὶ καταδόξαντα εἶναι τοῖς τότε ἀνθρώποις τὸν Καρνεάδην. Ὅμῶς δέ, καίτοι καὐτὸς ὑπὸ Στωϊκῆς φιλονεικίας εἰς τὸ φανερὸν κυκῶν, πρός γε τοὺς ἑαυτοῦ ἑταίρους δι’ ἀποῤῥήτων ὡμολόγει τε καὶ ἠλήθευε ʰ, καὶ ἀπεφαίνετο, ἃ κἂν ἄλλος τῶν ἐπιτυχόντων. Εἶτα ἑξῆς φησι, Καρνεάδου δὲ γὰρ γνώριμος Μέντωρ μὲν ὁ πρῶτος, οὐ μὴν διάδοχος. Ἀλλ’ ἔτι ζῶν Καρνεάδης ἐπὶ παλλακῇ μοιχὸν εὑρών, οὐχ ὑπὸ πιθανῆς φαντασίας, οὐδ’ ὡς μὴ κατειληφώς, ὡς δὲ μάλιστα πιστεύων τῇ ὄψει, καὶ καταλαβών, παρῃτήσατο τὴν διατριβήν ᶦ. Ὁ δὲ ἀποστὰς ἀντεσοφίστευε καὶ ἀντίτεχνος ἦν, ἐλέγχων αὐτοῦ τὴν ἐν τοῖς λόγοις ἀκαταληψίαν. Καὶ πάλιν ἐπιφέρει λέγων· ὁ δὲ Καρνεάδης, οἷον ἀντεστραμμένα φίλοσοφῶν, τοῖς ψεύμασιν ἐκαλλωπίζετο, καὶ ὑπ’ αὐτοῖς τὰ ἀληθῆ ἠφάνιζε. Παραπετάσμασιν οὖν ἐχρῆτο τοῖς ψεύμασι, καὶ ἠλήθευεν ᵏ ἔνδον λανθάνων καπηλικώτερον. Ἔπασχεν οὖν πάθημα ὀσπρίων, ὧν τὰ μὲν κενὰ ἐπιπολάζει τε τῷ ὕδατι καὶ ὑπερέχει, τὰ χρηστὰ δὲ αὐτῶν ἐστι κάτω καὶ ἐν ἀφανεῖ. Ταῦτα καὶ περὶ Καρνεάδου λέγεται. Διάδοχος δ’ αὐτοῦ τῆς διατριβῆς καθίσταται Κλειτόμαχος· μεθ’ ὅν Φίλων, οὗ πέρι ὁ Νουμήνιος μνημονεύει ταῦτα. 5 Ὁ δὲ Φίλων ἄρα οὗτος, ἄρτι μὲν ἐκδεξάμενος τὴν διατριβήν, ὑπὸ χαρμονῆς ἐξεπέπληκτο, καὶ χάριν ἀποδιδοὺς ἐθεράπευε, καὶ τὰ δεδογμένα τῷ Κλειτομάχῳ ηὖξε, καὶ τοῖς Στωϊκοῖς ἐκορύσσετο νώροπι χαλκῷ. Ὡς δὲ προϊόντος μὲν τοῦ χρόνου, ἐξιτήλου δ’ ὑπὸ συνηθείας οὔσης αὐτῶν τῆς ἐποχῆς, οὐδὲν μὲν κατὰ τὰ αὐτὰ ἑαυτῷ ἐνόει, ἡ δὲ τῶν παθημάτων αὐτὸν ἀνέστρεφεν ἐνάργειά τε καὶ ὁμολογία. Πολλὴν δῆτ’ ἔχων ἤδη τὴν διαίσθησιν, ὑπερεπεθύμει, εὖ ἴσθ’ ὅτι, τῶν ἐλεγξάντων τυχεῖν, ἵνα μὴ ἐδόκει μετὰ νῶτα βαλὼν αὐτὸς ἑκὼν φεύγειν. Φίλωνος δὲ γίνεται ἀκουστὴς Ἀντίοχος, ἑτέρας ἄρξας Ἀκαδημίας. Μνησάρχῳ γοῦν τῷ Στωϊκῷ σχολάσας, ἐναντία Φίλωνι τῷ καθηγητῇ ἐφρόνησε, μυρία τε ξένα προσῆψε τῇ Ἀκαδημίᾳ. Ταῦτα καὶ παραπλήσια τούτοις μυρία τῆς Πλάτωνος περὶ διαδοχῆς μνημονεύεται. Ὥρα δ’ οὖν ἄνωθεν τὸν λόγον ἀναλαβόντας, τῶν φυσικῶν φιλοσόφων τὰς ψευδοδοξίας ὁμοῦ καὶ ἀντιδοξίας ἐπισκέψασθαι· οἳ τὴν πολλὴν γῆν πλανηθέντες, καὶ τὴν τοῦ ἀληθοῦς εὕρεσιν περὶ πλείστου πεποιημένοι, ταῖς τε τῶν παλαιῶν ἁπάντων δόξαις καθωμιληκότες, καὶ τἀκριβὲς τῆς παρὰ πᾶσι Φοίνιξί τε καὶ Αἰγυπτίοις, αὐτοῖς τε Ἕλλησι πολὺ πρότερον θεολογίας ἐξηκριβωκότες, τίνα τῶν πόνων τὸν καρπὸν εὕροντο, παρ’ αὐτῶν ἄξιον ἀκοῦσαι, ὡς ἂν μάθοιμεν εἴ τι θεοπρεπὲς εἰς αὐτοὺς παρὰ τῶν πρεσβυτέρων κατῆλθεν. Ἐκράτει μὲν γὰρ πρότερον ἐκ παλαιοῦ αἰῶνος παρὰ τοῖς ἔθνεσιν ἡ πολύθεος δεισιδαιμονία, νεῴ τε καὶ μυστήρια ἱερὰ τῶν θεῶν κατὰ πόλεις καὶ χώρας συνήθως παρὰ πᾶσιν ἐφυλάττοντο. Οὐ δὴ οὖν οὐδὲ φιλοσοφίας ἀνθρωπίνης ἦν χρεία, εἰ δὴ τὰ τῆς θεοσοφίας προειλήφει· οὐδ’ ἦν τις ἀνάγκη καινοτομεῖν τοὺς σοφούς, εἰ δὴ τὰ τῶν προγόνων αὐτοῖς εὖ ἔχοντα ἦν. Ἀλλ’ οὐδὲ στασιάζειν καὶ διαφέρεσθαι τοὺς γενναίους φιλοσόφους, εἰ δὴ σύμφωνος καὶ ἀληθὴς ἡ πάτριος αὐτοῖς περὶ θεῶν δόξα τυγχάνειν δεδοκίμαστο. Τί δὲ ἔδει πολεμεῖν ἀλλήλοις, καὶ μάχεσθαι, ἢ τὴν μακρὰν ὁδὸν ἄνω καὶ κάτω περιτρέχειν, πλανᾶσθαι τε καὶ τὰ βαρβάρων ὑποσυλᾷν, οἴκοι δέον μένοντας παρὰ θεῶν ἐκμανθάνειν, εἰ δή τινες ἦσαν θεοί, ἤ παρὰ τῶν θεολόγων ἀνδρῶν, τοὺς ἀληθεῖς καὶ ἀδιαπτώτους περὶ τῶν ἐπιζητουμένων ἐν φιλοσοφίᾳ λόγους, περὶ ὥν μυρία ὅσα μοχθήσαντες διηνέχθησαν, μακρῷ τῆς τἀληθοῦς εὑρέσεως ἀφυστερήσαντες; Τί δὲ καὶ περὶ θεῶν νεώτερα χρῆν ἐπιζητεῖν τολμᾷν, ἢ στασιάζειν καὶ διαπυκτεύειν ἀλλήλοις, εἰ δὴ ἀσφαλὴς καὶ βεβαία θεῶν εὕρεσις, καὶ γνῶσις εὐσεβείας ἀληθὴς ἐν τελεταῖς καὶ μυστηρίοις, τῇ τε ἄλλῃ τῶν παλαιτάτων περιείχετο θεολογίᾳ, αὐτὴν ἐκείνην παρὸν ἀκίνητον καὶ ὁμολογουμένην συμφώνως περιέπειν; Ἀλλὰ γάρ, εἰ φανεῖεν οὗτοι μηδὲν ἀληθὲς περὶ θεοῦ παρὰ τῶν προτέρων μεμαθηκότες, οἰκείαις δ’ ἐπινοίαις τῇ περὶ φύσεως ἐπιβεβληκότες ἐξετάσει, καὶ στοχασμοῖς μᾶλλον ἢ καταλήψει κεχρημένοι· τί χρὴ λοιπὸν μὴ οὐχὶ συνομολογεῖν, τὴν παλαιὰν τῶν ἐθνῶν θεολογίαν μηδὲν πλέον τῆς ἀποδοθείσης ἐν τοῖς πρὸ τούτου συγγράμμασιν ἱστορίας ἐπέχειν; Ὅτι μὲν οὖν ἐξ ἀνθρωπίνων στοχασμῶν, καὶ πολλῆς λογομαχίας, καὶ πλάνης, ἀλλ’ οὐκ ἔκ τινος ἀκριβοῦς καταλήψεως, ἡ παρὰ τοῖς Ἕλλησιν ὑπέστη φιλοσοφία, ἐκ τῆς πρὸς Νεκτανεβὼ τὸν Αἰγύπτιον ἐπιστολῆς τοῦ Πορφυρίου μάθοις ἄν, αὐτὸ δὴ τοῦτο ἀκούσας ὁμολογοῦντος ἐν τούτοις.