<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg1487.tlg002.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="8"><head>VIII. Περὶ δραπετῶν.</head><lb n="10"/><p>Σελήνης Κριῷ· ὁ φυγὼν ταχέως εὑρεθήσεται ἢ
καὶ αὐτὸς ἑκών ἐπανήξει (32Ο—331).</p><p>Σελήνης Ταύρῳ· ὁ φυγὼν ἐν οἴκῳ πλουσίου ἀν-
δρὸς κρύπτεται καὶ δυσκόλως εὑρεθήσεται (332—336).</p><p>Σελήνης Διδύμοις· εἴσω ε΄ ἡμερῶν ληφθήσεται
<lb n="15"/> ὁ φυγών. εἰ δὲ τὰς ε΄ ἡμέρας ὑπερβῇ, μετὰ τρεῖς
μῆνας εὑρεθήσεται (337—340).</p><p>Σελήνης Καρκίνῳ· ὁ φυγὼν εἰς ἱερὸν ἢ εἰς τέ-
μενος κρύπτεται, καὶ ἐν τῇ β΄ ἡμέρᾳ ἐκ τοῦ ἱεροῦ
ὑπόσπονδος ἀχθήσεται, ὥστε μηδὲν κακὸν παθεῖν
<lb n="20"/> (341—345).</p><p>Σελήνης Λέοντι· ὁ φυγὼν ἐν μὲν τῇ α΄ ἡμέρᾳ
οὐχ εὑρεθήσεται, ἐν δὲ τῇ β΄ ἡμέρᾳ οὐ μὴ τελειώσῃ
ὅσα βούλεται ἐν τῇ φυγῇ, εὑρεθήσεται δὲ ἐν οἴκῳ
ἀνδρὸς πλουσίου. ζήτει δὲ αὐτὸν ἐν ἀγρῷ ἢ ἐν, κήπῳ
<lb n="25"/> (346—353).</p><p>Σελήνης Παρθένῳ· ὁ φυγὼν πολλὰς ἡμέρας
<note type="footnote">8 συνὑπακούειν Μ.</note>
<note type="footnote">18 ἐκ τοῦ ἱεροῦ om. d. — 19 ἀχθήσεται Μ, εὑρεθήσεται
d nescio quo iure. —</note>

<pb n="91"/>
κρυβήσεται λανθάνων ἐν ἀμφιλαφεῖ καὶ δασεῖ τόπῳ
(354— 359).</p><p>Σελήνης Ζυγῷ· ὁ φυγὼν αὐτὸς ἑκὼν ὑποστρέψει
δικαιολογούμενος πρὸς τὸν δεσπότην (36Ο— 363).</p><p>Σελήνης Σκορπίῳ· ὁ φυγὼν ἐν ἱερῷ τόπῳ κρύ- <lb n="5"/>
πτεται καὶ αὐτὸς ἑκὼν ὑποστρέψει (364—366).</p><p>Σελήνης Τοξότῃ· ὁ φυγὼν ἢ ἕως ἡμερῶν ε΄ εὑ-
ρεθήσεται ἢ ὑπερβὰς τὰς ε΄ ἡμέρας χρόνον πλεῖστον
ἀφανισθήσεται (367—372).</p><p>Σελήνης Αἰγόκερῳ· ὁ φυγὼν ζωγρηθεὶς ἐν τῇ <lb n="10"/>
ἔένῃ ταχέως ἀνάγεται (373—374).</p><p>Σελήνης Ὑδροχόῳ· ὁ φυγὼν ἀκουσθήσεται ὅτι
ἐν χώρᾳ ξένῃ διάγει παῤ ἀνδρὶ δημαγωγῷ ἢ στρα-
τιώτῃ (375—381).</p><p>Σελήνης Ἰχθύσιν· ὁ φυγὼν ἐν μὲν τῇ α΄ ἡμέρᾳ <lb n="15"/>
κινδυνεύσει, ὥστε καὶ ἐγγὺς γενέσθαι θανάτου· ἐν δὲ
τ β΄ ἡμέρᾳ πολλὰ κακοπαθήσας πάλιν εἰς τὸν ἴδιον
ἐπανήξει δεσπότην (382—387).</p><p>Σελήνη χωρίς τινος ἀστέρος πλανωμένου οὖσα
καθ᾿ ἑαυτὴν δηλοῖ, ὅτι οὐ δύναται μακρὰν ἀπελθεῖν <lb n="20"/>
<note type="footnote">13 παῤ ανδρὶ διμαγωγῶ Μ, παρὰ δημαγωγῷ d. — 15 ἐν
αλλο. βλεπε τὸ ιβ τημ (i.e. δωδεκατημόριον) τῆς σελήνης καὶ ἡ
ἐπιβλεπει αὐτην ευρεσιν σ· ὅσας δὲ μοίρας ἀπέχει τὸ ιβ΄ τημ
ἀπὸ τῆς σελήνης, τοσαύτα μίλια διανοίσας εὑρεθήσεται. καὶ
ὅτε ἔλθῃ ἡ σελήνη εἰς τὸ ιβ΄ τημ, εὑρεθήσεται ὁ δραπέτης: —
ἄλλο. ἀπὸ (φϲ ὡροσκόπου?) ἐπι σελήνην πόσα ζῴδιά εἰσιν ἀνα-
μεταξὺ καὶ ἀπο ἡλίου ἐπι φϲ τούτ00ων ἡ σύνθεσις ση (i.e. σημαίνει)
μετα πόσας ἡμέρας εὑρεθήσεται ὁ δραπέτης; — sic in marg. Μ. —</note>

<pb n="92"/>
ὁ φυγών, ἀλλὰ πλησίον τῆς οἰκίας τοῦ ἰδίου δεσπότου
πλανᾶται (388—392).</p><p>ἐὰν δὲ συνοδεύῃ τινὶ πλανωμένῳ ἡ Σελήνη,
μακρὰν ὁ φυγὼν ἀπελεύσεται (393—396).</p><lb n="5"/><p>ἀλλ᾿ εἰ μὲν μετὰ Ἄρεως ἢ μετὰ Κρόνου συνο-
δεύῃ ἡ Σελήνη, κομίζει μὲν πόρρω τὸν φυγόντα,
ποιεῖ δὲ αὐτὸν δεσμώτην κρατηθῆναι (397—401).</p><p>ἐὰν δὲ μετὰ Διὸς ἢ Ἀφροδίτης συνοδεύῃ ἡ
Σελήνη, ἀφανισθήσεται ὁ φυγὼν καὶ οὐ μὴ εὑρεθῇ
<lb n="10"/> (402—424).</p><p>εἰ δὲ συνοδεύῃ τῷ Ἑρμῇ ἡ Σελήνη, εὐθέως εὑ-
ρεθήσεται ὁ φυγών· φήμη γὰρ περὶ αὐτοῦ εὐθέως
ἔρχεται μηνύουσα αὐτόν (425—428).</p><p>Σελήνη συνοδεύουσα τῷ Ἡλίῳ ἢ πανσελη-
<lb n="15"/> νιάζουσα ἐκτοπίζει τὸν φυγόντα (429—432).</p><p>Σελήνη συνοδεύουσα Κρόνῳ ποιεῖ τὸν φυγόντα
ὑπό τινων ἐν τῇ ὁδῷ κακούργων ἐπιβουλευθῆναι καὶ
ὅσα βαστάζει ἀφαιρεθῆναι (433—438).</p></div></div></body></text></TEI>