VIII. Περὶ δραπετῶν. Σελήνης Κριῷ· ὁ φυγὼν ταχέως εὑρεθήσεται ἢ καὶ αὐτὸς ἑκών ἐπανήξει (32Ο—331). Σελήνης Ταύρῳ· ὁ φυγὼν ἐν οἴκῳ πλουσίου ἀν- δρὸς κρύπτεται καὶ δυσκόλως εὑρεθήσεται (332—336). Σελήνης Διδύμοις· εἴσω ε΄ ἡμερῶν ληφθήσεται ὁ φυγών. εἰ δὲ τὰς ε΄ ἡμέρας ὑπερβῇ, μετὰ τρεῖς μῆνας εὑρεθήσεται (337—340). Σελήνης Καρκίνῳ· ὁ φυγὼν εἰς ἱερὸν ἢ εἰς τέ- μενος κρύπτεται, καὶ ἐν τῇ β΄ ἡμέρᾳ ἐκ τοῦ ἱεροῦ ὑπόσπονδος ἀχθήσεται, ὥστε μηδὲν κακὸν παθεῖν (341—345). Σελήνης Λέοντι· ὁ φυγὼν ἐν μὲν τῇ α΄ ἡμέρᾳ οὐχ εὑρεθήσεται, ἐν δὲ τῇ β΄ ἡμέρᾳ οὐ μὴ τελειώσῃ ὅσα βούλεται ἐν τῇ φυγῇ, εὑρεθήσεται δὲ ἐν οἴκῳ ἀνδρὸς πλουσίου. ζήτει δὲ αὐτὸν ἐν ἀγρῷ ἢ ἐν, κήπῳ (346—353). Σελήνης Παρθένῳ· ὁ φυγὼν πολλὰς ἡμέρας 8 συνὑπακούειν Μ. 18 ἐκ τοῦ ἱεροῦ om. d. — 19 ἀχθήσεται Μ, εὑρεθήσεται d nescio quo iure. — κρυβήσεται λανθάνων ἐν ἀμφιλαφεῖ καὶ δασεῖ τόπῳ (354— 359). Σελήνης Ζυγῷ· ὁ φυγὼν αὐτὸς ἑκὼν ὑποστρέψει δικαιολογούμενος πρὸς τὸν δεσπότην (36Ο— 363). Σελήνης Σκορπίῳ· ὁ φυγὼν ἐν ἱερῷ τόπῳ κρύ- πτεται καὶ αὐτὸς ἑκὼν ὑποστρέψει (364—366). Σελήνης Τοξότῃ· ὁ φυγὼν ἢ ἕως ἡμερῶν ε΄ εὑ- ρεθήσεται ἢ ὑπερβὰς τὰς ε΄ ἡμέρας χρόνον πλεῖστον ἀφανισθήσεται (367—372). Σελήνης Αἰγόκερῳ· ὁ φυγὼν ζωγρηθεὶς ἐν τῇ ἔένῃ ταχέως ἀνάγεται (373—374). Σελήνης Ὑδροχόῳ· ὁ φυγὼν ἀκουσθήσεται ὅτι ἐν χώρᾳ ξένῃ διάγει παῤ ἀνδρὶ δημαγωγῷ ἢ στρα- τιώτῃ (375—381). Σελήνης Ἰχθύσιν· ὁ φυγὼν ἐν μὲν τῇ α΄ ἡμέρᾳ κινδυνεύσει, ὥστε καὶ ἐγγὺς γενέσθαι θανάτου· ἐν δὲ τ β΄ ἡμέρᾳ πολλὰ κακοπαθήσας πάλιν εἰς τὸν ἴδιον ἐπανήξει δεσπότην (382—387). Σελήνη χωρίς τινος ἀστέρος πλανωμένου οὖσα καθ᾿ ἑαυτὴν δηλοῖ, ὅτι οὐ δύναται μακρὰν ἀπελθεῖν 13 παῤ ανδρὶ διμαγωγῶ Μ, παρὰ δημαγωγῷ d. — 15 ἐν αλλο. βλεπε τὸ ιβ τημ (i.e. δωδεκατημόριον) τῆς σελήνης καὶ ἡ ἐπιβλεπει αὐτην ευρεσιν σ· ὅσας δὲ μοίρας ἀπέχει τὸ ιβ΄ τημ ἀπὸ τῆς σελήνης, τοσαύτα μίλια διανοίσας εὑρεθήσεται. καὶ ὅτε ἔλθῃ ἡ σελήνη εἰς τὸ ιβ΄ τημ, εὑρεθήσεται ὁ δραπέτης: — ἄλλο. ἀπὸ (φϲ ὡροσκόπου?) ἐπι σελήνην πόσα ζῴδιά εἰσιν ἀνα- μεταξὺ καὶ ἀπο ἡλίου ἐπι φϲ τούτ00ων ἡ σύνθεσις ση (i.e. σημαίνει) μετα πόσας ἡμέρας εὑρεθήσεται ὁ δραπέτης; — sic in marg. Μ. — ὁ φυγών, ἀλλὰ πλησίον τῆς οἰκίας τοῦ ἰδίου δεσπότου πλανᾶται (388—392). ἐὰν δὲ συνοδεύῃ τινὶ πλανωμένῳ ἡ Σελήνη, μακρὰν ὁ φυγὼν ἀπελεύσεται (393—396). ἀλλ᾿ εἰ μὲν μετὰ Ἄρεως ἢ μετὰ Κρόνου συνο- δεύῃ ἡ Σελήνη, κομίζει μὲν πόρρω τὸν φυγόντα, ποιεῖ δὲ αὐτὸν δεσμώτην κρατηθῆναι (397—401). ἐὰν δὲ μετὰ Διὸς ἢ Ἀφροδίτης συνοδεύῃ ἡ Σελήνη, ἀφανισθήσεται ὁ φυγὼν καὶ οὐ μὴ εὑρεθῇ (402—424). εἰ δὲ συνοδεύῃ τῷ Ἑρμῇ ἡ Σελήνη, εὐθέως εὑ- ρεθήσεται ὁ φυγών· φήμη γὰρ περὶ αὐτοῦ εὐθέως ἔρχεται μηνύουσα αὐτόν (425—428). Σελήνη συνοδεύουσα τῷ Ἡλίῳ ἢ πανσελη- νιάζουσα ἐκτοπίζει τὸν φυγόντα (429—432). Σελήνη συνοδεύουσα Κρόνῳ ποιεῖ τὸν φυγόντα ὑπό τινων ἐν τῇ ὁδῷ κακούργων ἐπιβουλευθῆναι καὶ ὅσα βαστάζει ἀφαιρεθῆναι (433—438).