<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg1487.tlg002.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="6"><pb n="87"/><head>VI. Περὶ νόσων.</head><p>Σελήνης Κριῷ· ὁ κατακλιθεὶς οὐ τελευτήσει,
ἀλλ᾿ ἀκινδύνως σωθήσεται, πλὴν τοῖς κεφαλαλγικοῖς
ἀπαίσιος ὁ Κριός. εἰ δὲ γυνὴ μέλλοι ἐκτιτρώσκειν,
ἐν μὲν τῇ πρώτῃ ἡμέρᾳ κίνδυνος ἐπακολουθήσει θα- <lb n="5"/>
νατώδης, ἐν δὲ τῇ β΄ ἀκινδύνως ἀπαλλαγεῖσα σωθή-
σεται (141—161).</p><p>Σελήνης Ταύρῳ· ὁ κατακλιθεὶς πάρεσιν ὑπομεί-
νας καὶ παρακόψας σωθήσεται ταχέως. εἰ δὲ περὶ τὸν
τράχηλον συναγχικὸν πάθος ᾖ, ὀλέθριον γίνεται. εἰ <lb n="10"/>
δὲ γυνὴ ἐκτιτρώσκοι, ἐν μὲν τῇ α΄ ἡμέρᾳ τοῦ Ταύρου
κινδυνεύσει εἰς θάνατον, ἐν δὲ τῇ β΄ ἐλαφρότερον
τὸ κακόν (162—174).</p><p>Σελήνης Διδύμοις· ἐν μὲν τῇ α΄ ἡμέρᾳ ὁ κατα-
κλιθεὶς χρονίως ταλαιπωρήσει τῇ νόσῳ, ἐν δὲ τῇ <lb n="15"/>
εἴσω γ΄ ἡμερῶν ῥαΐσει. οἱ δὲ ἰσχιαδικοὶ ἢ οἱ τὰ νεῦρα
ἀλγοῦντες ἐπισφαλῶς νοσήσουσιν. ἡ δὲ ἐκτιτρώσκουσα
γυνὴ τελευτήσει, εἰ μή τις ἀστὴρ ἀγαθοποιὸς τῇ Σε-
λήνῃ μαρτυρήσειεν (175— 189).</p><p>Σελήνης Καρκίνῳ· ὁ κατακλιθεὶς ἀβλαβῶς ἀπαλ- <lb n="20"/>
λάξει καὶ ταχέως, πλὴν οἱ τὸ στῆθος ἀλγοῦντες
τοὺς πόδας πληγέντες· ἐπικινδύνως γὰρ ἕξουσιν. ἡ δὲ
ἐκτιτρώσκουσα γυνὴ καλῶς ἀπαλλάξει (190—199).</p><p>Σελήνης Λέοντι· σφαλερὸν τὸ κατάρξασθαι νό-
σου· δεῖ οὖν κενῶσαι τὴν γαστέρα ταχέως. ταῖς δὲ <lb n="25"/>
ἐκτιτρωσκούσαις γυναιξὶν ἐπισφαλέστατον καὶ κινδυ-
νῶδες (2ΟΟ—2Ο7).</p><note type="footnote">1 Titulum in margine Μ repetit man. rec — 8 πάρεστιν
Μ, corr. d. — 9 τὸν om. d. —</note><pb n="88"/><p>Σελήνης Παρθένῳ· ἡ νόσος χρονία μέν, ἀλλ᾿
ἐλαφρὰ καὶ ἀκίνδυνος, πλὴν στομαχικοῖς καὶ πλευρι-
τικοῖς καὶ αἱμορροϊκοῖς οὐκ ἀκίνδυνος. ἡ δὲ ἐκτιτρώ-
σκουσα γυνὴ ἐπισφαλῶς ἕξει καὶ ἐπικινδύνως, ἡ δὲ
<lb n="5"/> τίκτουσα εὐτοκήσει (208 — 219).</p><p>Σελήνης Ζυγῷ· ὁ κατακλιθεὶς ἢ ταχέως σωθή-
σεται ἢ τελευτήσει, ἐὰν χρονία γένηται ἡ νόσος. ἡ
δ᾿ ἐκτιτρώσκουσα γυνὴ τελευτήσει (220—228).</p><p>Σελήνης Σκορπίῳ· ὁ κατακλιθεὶς ἐν μὲν τῇ α΄
<lb n="10"/> ἡμέρᾳ ἀβλαβῶς ἀπαλλάξει, ἐν δὲ τῇ δευτέρᾳ ἐπικιν-
δύνως νοσήσει (229—231).</p><p>Σελήνης Τοξότῃ· ὁ κατακλιθεὶς καὶ εὐφόρως
νοσήσει καὶ ἐλαφρῶς καὶ ἀκινδύνως, καὶ ταχέως σω-
θεὶς ἐγερθήσεται (232—234).</p><lb n="15"/><p>Σελήνης Αἰγόκερῳ· ὁ κατακλιθεὶς ταχέως ὑγια-
νεῖ, πλὴν οἱ πλευριτικοὶ καὶ ἰσχιαδικοὶ χρονίσουσιν.
ἡ δὲ ἐκτιτρώσκουσα γυνὴ ἐν μὲν τῇ α΄ ἡμέρᾳ ἀκιν-
δύνως ἀπαλλάξει, ἐν δὲ τῇ β΄ ἡμέρᾳ ἐπικινδύνως
(235—245).</p><lb n="20"/><p>Σελήνης Ὑδροχόῳ· αἱ μὲν ἄλλαι νόσοι ἀβλαβεῖς
γίνονται, μόνος δὲ ὁ ὕδερος ἐπισφαλής. ἡ δὲ ἐκτι-
τρώσκουσα γυνὴ ἐν μὲν τῇ α΄ ἡμέρᾳ κινδυνεύσει χα-
λεπῶς, ἐν δὲ τῇ β΄ ἡμέρᾳ ἀβλαβῶς ἀπαλλάξει (246
—254).</p><lb n="25"/><p>Σελήνης Ἰχθύσιν· αἱ μὲν ἄλλαι νόσοι εὐαπάλ-
λακτοι γίνονται, αἱ δὲ κοιλιακαὶ καὶ αἱ ποδαγρικαὶ
ἐπισφαλεῖς καθίστανται (255—259).</p><note type="footnote">9 ὁ κατακλιθεὶς: his verbis terminatur codicis M folium ρξε΄,
quod falso nunc excipit folium ρξζ΄. — 25 εὐαπάλακτοι Μ. —</note><pb n="89"/><p>Σελήνη μετὰ Διὸς ἢ Ἀφροδίτης ἢ Ἑρμοῦ καὶ
ἐπικουφίζει τὰς νόσους καὶ ταχείας τὰς ἰάσεις ἐπιφέρει,
μετὰ δὲ Κρόνου ἢ Ἄρεως καὶ ἐπιτείνει τὰς νόσους
καὶ βραδείας τὰς ἀναλήψεις ποιεῖται (26Ο—269).</p><p>Σελήνη μετὰ οἱουδήποτε τῶν ε΄ πλανωμένων <lb n="5"/>
βλάπτει τὰς ἐκτιτρωσκούσας γυναῖκας· διὸ ἄμεινον
ἐν τοῖς τοιούτοις ἄνευ ἀστέρος εἶναι τὴν Σελήνην
καθ᾿ αὑτήν (27Ο—275).</p></div></div></body></text></TEI>