V. Περὶ γάμον. Σελήνης Τοξότῃ, Ἰχθύσιν, Ὑδροχόῳ· ὁ γήμας 5 κυνηγεσίω et ἀλιεία Μ. — 7 τετράγωνος: ‘sic, cetera siglis᾿ d. immo ne illud quidem litteris expressit, sed siglo: quadrangulae figurae littera ο est superimposita, quae plerumque syllaban finalem ος significat. — 8 τρίγωνος hic et infra dedi, τρίπλευρος d; in Μ est figura triangula. — καλὴν M, non κακὴν (errat d). — ἀποδημίαν Μ, ὁδοιπορίαν d nescio qua de causa. — 9 σημαίνειν Μ, corr. d. 11 Titulus in margine Μ repetitur a man. rec. — Cramer Anecd. Oxon. IIl p. 157 sqq. ex codice Barocciano 131 (saec. XIV ineunt.) edidit ‘anonymi cuiusdam Byzantini grammatici epistolas, qui Alexio Comneno regnante floruisse videtur, ut ex epistola ad imperatorem illum patet᾿. in undevicesima epistola haec sunt, quae ad Maximum nostrum spectant (pag. 185 sq.): ἁπλούστερον δὲ περὶ τούτων εἰδὼς τὸν περὶ καταρχῶν συγ- γραψάμενον Μάξιμον, ἡρώῳ μέτρῳ τὴν πραγματείαν αὐ- τοῦ κοσμήσαντα, τούτῳ χρῶμαι πρὸς τὴν τῶν ἠρωτημένων κατάλυσιν, ὀλίγα τῶν αὐτοῦ συνοψήσας, ἵνα μὴ παρὰ το δέον- τος ἀστρονομοίην· φησὶ τοίνυν οὗτος ὁ ἀνήρ, ἵνα διαλύσω τὸ μέτρον εἰς λόγον πεζόν, Σελήνης πορευομένης Κριὸν ἢ καὶ Ταῦρον — ἀπὸ γὰρ τῶν ταύτης δρόμων τὰς προστελέσεις τῶν γάμων λαμβάνει —, χαλεπὸν εἶναι καὶ ἀσύμφορον γυναῖκα λα- βεῖν· ἀποστρόφους γὰρ καὶ (‘καὶ om. cod.᾿ ) ἀστόργους τοὺς γάμους ἐργάζεται. τὰς δὲ αἰτίας ἐν ἄλλῳ καιρῷ πυνθάνου μου. ἐν δὲ Διδύμοις οὔσης, κατὰ μὲν τὴν πρώτην ἡμέραν μοιχείας ὠφεληθήσεται· ἔσται γὰρ ἡ γυνὴ πραεῖα καὶ φρονίμη (59—71). Σελήνης Κριῷ· ὁ γήμας βλαβήσεται· ἔσται γὰρ ἡ γυνὴ ἀκατάστατος, παλίμβουλος, ἄστοργος, τὸν ἄνδρα καταλείπουσα (72—81). Σελήνης Γσύρῳ· ὁ γήμας βλαβήσεται· ἔσται γὰρ ἡ γυνὴ μοιχαλίς, πολύκοινος, ῥυπαρά (82— 95). Σελήνης Διδύμοις· ὁ γήμας ἐν τῇ βʹ ἡμέρᾳ χαρήσεται· ἔσται γὰρ ἡ γυνὴ οἰκουρός (96—98). Σελήνης Καρκίνῳ· οὐ δεῖ γαμεῖν· ἡ γὰρ γυνὴ ταχέως τὸν ἄνδρα καταλείψει ὑβρίζουσα (99—101). ἀποτελεἴσθαι καὶ ῥυπαρῶν πόθων ἐπιμιξίας· εἰς δὲ δευτέραν ἡμέραν ὁ γάμος ἀρυπαρώτερος. Καρκίνον δὲ ἢ Λέοντα μετα- πορευομένης Σελήνης, μαχίμους καὶ λάλους καὶ ἀκαθέκτους εἰς ὀργὴν ἀποτελεῖ τὰς γυναῖκας, καὶ αὐτὸ τοῦτο ἀντιανείρας καθʼ Ὅμηρον, τουτέστιν ὁμόσε τοῖς ἀνδράσι χωρούσας εἰς μάχην. Παρθένον δὲ ἐπικαταλαβοῦσαν (l. -λαβοῦσα) πρὸς μὲν τὰς παρ- θένους ἀσύμφορος, ὥσπερ ἀντιπεπονθότος τοῦ ζῳδίου τούτου τοῖς ὁμωνύμοις παρθένοις· πρὸς δὲ χήρας εὐδαιμονέστερον τὸν γάμον εἶναί φησιν. Ζυγὸς δὲ τὴν Σελήνην δεξάμενος ταῖς μὲν τὸν τῆς δουλείας ἐχούσαις ζυγὸν εὐροώτερον τὸν γάμον· ταῖς ἐλευθέραις δὲ δυσμενής ἐστι καὶ πολέμιος. Σκορπίον (l. -πίος) δέ γε τὴν μὲν πρώτην ἡμέραν τῆς Σελήνης ἐπαινεῖ· τὴν δὲ δευτέραν ἀποδούλων (l. απὸ δούλων) εἶναι μαντεύεται. Αἰγό- κερως δὲ πρώτῳ γάμῳ ἄγει λύπας καὶ πήματα λυπηρά, ἵνʼ εἴποιμι τὸ τοῦ ἔπους ἀκροτελεύτιον· εὐδαιμονεστέρους δὲ τοὺς δευτερογαμοῦντας ποιεῖ. τὰ δʼ ἐπίλοιπα τρία ζῴδια, Τοξότης, ῾Υδροχόος, Ἰχθύες, ἡδεῖς μὲν τοὺς γάμους καὶ εὐτυχεστάτους ὡς ἐπίπαν· σωφρονεστάτας δὲ τὰς γαμετὰς καὶ φιλοστόργους καὶ φιλάνδρους παρέχονται, ὅταν ἡ Σελήνη τούτοις ἐπιδημήσει. πονηροτάτας μέντοι τὰς συνόδους καὶ τὰς κατὰ διάμετρον ἀπο- στάσεις Ἡλίου τε καὶ Σελήνης οἱ ἀστρονόμοι καταλαμβάνουσι πρὸς τὰ συνοικέσια, καὶ φεύγειν παρακελεύουσι τοιούτους σχη- μιατισμούς. ἀλλὰ ταῦτα μὲν ἴσως δῆλα τοῖς τὰς ἐφημερίδας τοῖς κόλποις ἔχουσιν, οἷς καὶ τὸν Ἥλιον ἔξεστι τῷ ἀστρολάβῳ μετεω- ρίζειν καὶ τὰς ἐποχὰς τῶν ἀστέρων λαβεῖν. — 1 ὀφεληθήσεται Μ. — 3 γὰρ om. d. — 5 καταλειποῦσα Μ. — 7 μυχαλὶς Μ. — 11 καταλείψῃ Μ. — Σελήνης Λέοντι· οὐ δεῖ γαμεῖν· ἔσται γὰρ ἡ γυνὴ ὑπερήφανος, ὀργιζομένη τὸν ἄνδρα, ἀναιδής, μήτε λόγῳ μήτε ἔργῳ πειθομένη τῷ ἀνδρί, ἀλλὰ λοι- δοροῦσα καὶ ὀνειδίζουσα αὐτόν, πολλάκις δὲ καὶ τύ- πτουσα αὐτὸν καὶ τῶν τριχῶν αὐτοῦ δρασσομένη (1Ο2—112). Σελήνης Παρθένῳ· χήραν γῆμαι δεῖ, παρθένον δὲ οὐ δεῖ (113—117). Σελήνης Ζυγῷ οὔσης· ἐλευθέραν μὲν οὐ δεῖ γῆμαι, ἀλλὰ δούλην παλλακίδα μᾶλλον δεῖ· καὶ γὰρ ὁ Ζυγὸς μοιχείαν ἐπιφέρει· καὶ διὰ τοῦτο εὐαπάλλα- κτος μὲν γίνεται ἡ παλλακίς, δυσαπάλλακτος δὲ ἡ ἐλευθέρα, ὡς τὸ εἰκός (118—122). Σελήνης Σκορπίῳ· ἐν μὲν τῇ πρώτῃ ἡμέρᾳ παρ- θένον δεῖ γῆμαι· ἔσται γὰρ πραεῖα καὶ φρονίμη. ἐν δὲ τῇ δευτέρᾳ καὶ τῇ τρίτῃ ἡμέρᾳ οὐ δεῖ γῆμαι ὅλως· μοιχευθήσεται γὰρ καὶ ὑπὸ δούλων ἡ γυνή (l23—128). Σελήνης Αἰγόκερῳ· τὸν πρωτόγαμον ἄνδρα οὐ δεῖ γῆμαι, τὸν δὲ δευτερογαμοῦντα δεῖ, καὶ μάλιστα ἐὰν ᾖ γυνὴ χήρα (129—132). Σελήνης συνοδευούσης Ἡλίῳ ἢ πανσελη- νιαζούσης οὐ δεῖ γῆμαι (133—135). Σελήνη μετὰ ἀγαθοποιῶν Διὸς ἢ Ἀφροδίτης ἢ Ἑρμοῦ ἀγαθὸν καὶ ὠφέλιμον ποιεῖ τὸν γάμον (136—140). 9 μὲν om d. — 12 παλλακης Μ, corr. d. — 21 ἢ i. e. ᾖ Μ, ἡ d. VI. Περὶ νόσων. Σελήνης Κριῷ· ὁ κατακλιθεὶς οὐ τελευτήσει, ἀλλ᾿ ἀκινδύνως σωθήσεται, πλὴν τοῖς κεφαλαλγικοῖς ἀπαίσιος ὁ Κριός. εἰ δὲ γυνὴ μέλλοι ἐκτιτρώσκειν, ἐν μὲν τῇ πρώτῃ ἡμέρᾳ κίνδυνος ἐπακολουθήσει θα- νατώδης, ἐν δὲ τῇ β΄ ἀκινδύνως ἀπαλλαγεῖσα σωθή- σεται (141—161). Σελήνης Ταύρῳ· ὁ κατακλιθεὶς πάρεσιν ὑπομεί- νας καὶ παρακόψας σωθήσεται ταχέως. εἰ δὲ περὶ τὸν τράχηλον συναγχικὸν πάθος ᾖ, ὀλέθριον γίνεται. εἰ δὲ γυνὴ ἐκτιτρώσκοι, ἐν μὲν τῇ α΄ ἡμέρᾳ τοῦ Ταύρου κινδυνεύσει εἰς θάνατον, ἐν δὲ τῇ β΄ ἐλαφρότερον τὸ κακόν (162—174). Σελήνης Διδύμοις· ἐν μὲν τῇ α΄ ἡμέρᾳ ὁ κατα- κλιθεὶς χρονίως ταλαιπωρήσει τῇ νόσῳ, ἐν δὲ τῇ εἴσω γ΄ ἡμερῶν ῥαΐσει. οἱ δὲ ἰσχιαδικοὶ ἢ οἱ τὰ νεῦρα ἀλγοῦντες ἐπισφαλῶς νοσήσουσιν. ἡ δὲ ἐκτιτρώσκουσα γυνὴ τελευτήσει, εἰ μή τις ἀστὴρ ἀγαθοποιὸς τῇ Σε- λήνῃ μαρτυρήσειεν (175— 189). Σελήνης Καρκίνῳ· ὁ κατακλιθεὶς ἀβλαβῶς ἀπαλ- λάξει καὶ ταχέως, πλὴν οἱ τὸ στῆθος ἀλγοῦντες τοὺς πόδας πληγέντες· ἐπικινδύνως γὰρ ἕξουσιν. ἡ δὲ ἐκτιτρώσκουσα γυνὴ καλῶς ἀπαλλάξει (190—199). Σελήνης Λέοντι· σφαλερὸν τὸ κατάρξασθαι νό- σου· δεῖ οὖν κενῶσαι τὴν γαστέρα ταχέως. ταῖς δὲ ἐκτιτρωσκούσαις γυναιξὶν ἐπισφαλέστατον καὶ κινδυ- νῶδες (2ΟΟ—2Ο7). 1 Titulum in margine Μ repetit man. rec — 8 πάρεστιν Μ, corr. d. — 9 τὸν om. d. — Σελήνης Παρθένῳ· ἡ νόσος χρονία μέν, ἀλλ᾿ ἐλαφρὰ καὶ ἀκίνδυνος, πλὴν στομαχικοῖς καὶ πλευρι- τικοῖς καὶ αἱμορροϊκοῖς οὐκ ἀκίνδυνος. ἡ δὲ ἐκτιτρώ- σκουσα γυνὴ ἐπισφαλῶς ἕξει καὶ ἐπικινδύνως, ἡ δὲ τίκτουσα εὐτοκήσει (208 — 219). Σελήνης Ζυγῷ· ὁ κατακλιθεὶς ἢ ταχέως σωθή- σεται ἢ τελευτήσει, ἐὰν χρονία γένηται ἡ νόσος. ἡ δ᾿ ἐκτιτρώσκουσα γυνὴ τελευτήσει (220—228). Σελήνης Σκορπίῳ· ὁ κατακλιθεὶς ἐν μὲν τῇ α΄ ἡμέρᾳ ἀβλαβῶς ἀπαλλάξει, ἐν δὲ τῇ δευτέρᾳ ἐπικιν- δύνως νοσήσει (229—231). Σελήνης Τοξότῃ· ὁ κατακλιθεὶς καὶ εὐφόρως νοσήσει καὶ ἐλαφρῶς καὶ ἀκινδύνως, καὶ ταχέως σω- θεὶς ἐγερθήσεται (232—234). Σελήνης Αἰγόκερῳ· ὁ κατακλιθεὶς ταχέως ὑγια- νεῖ, πλὴν οἱ πλευριτικοὶ καὶ ἰσχιαδικοὶ χρονίσουσιν. ἡ δὲ ἐκτιτρώσκουσα γυνὴ ἐν μὲν τῇ α΄ ἡμέρᾳ ἀκιν- δύνως ἀπαλλάξει, ἐν δὲ τῇ β΄ ἡμέρᾳ ἐπικινδύνως (235—245). Σελήνης Ὑδροχόῳ· αἱ μὲν ἄλλαι νόσοι ἀβλαβεῖς γίνονται, μόνος δὲ ὁ ὕδερος ἐπισφαλής. ἡ δὲ ἐκτι- τρώσκουσα γυνὴ ἐν μὲν τῇ α΄ ἡμέρᾳ κινδυνεύσει χα- λεπῶς, ἐν δὲ τῇ β΄ ἡμέρᾳ ἀβλαβῶς ἀπαλλάξει (246 —254). Σελήνης Ἰχθύσιν· αἱ μὲν ἄλλαι νόσοι εὐαπάλ- λακτοι γίνονται, αἱ δὲ κοιλιακαὶ καὶ αἱ ποδαγρικαὶ ἐπισφαλεῖς καθίστανται (255—259). 9 ὁ κατακλιθεὶς: his verbis terminatur codicis M folium ρξε΄, quod falso nunc excipit folium ρξζ΄. — 25 εὐαπάλακτοι Μ. — Σελήνη μετὰ Διὸς ἢ Ἀφροδίτης ἢ Ἑρμοῦ καὶ ἐπικουφίζει τὰς νόσους καὶ ταχείας τὰς ἰάσεις ἐπιφέρει, μετὰ δὲ Κρόνου ἢ Ἄρεως καὶ ἐπιτείνει τὰς νόσους καὶ βραδείας τὰς ἀναλήψεις ποιεῖται (26Ο—269). Σελήνη μετὰ οἱουδήποτε τῶν ε΄ πλανωμένων βλάπτει τὰς ἐκτιτρωσκούσας γυναῖκας· διὸ ἄμεινον ἐν τοῖς τοιούτοις ἄνευ ἀστέρος εἶναι τὴν Σελήνην καθ᾿ αὑτήν (27Ο—275). VII. Περὶ τομῆς καὶ χειρουργίας. Ὁ ὡροσκόπος ἢ ἡ Σελήνη ἐν Ταύρῳ ἢ Αἰγό- κερῳ ἢ ἐν Παρθένῳ βλάπτουσι τοὺς χειρουργου- μένους· διὸ ἄμεινον τότε ἡσυχίαν ἔχειν μηδὲ χειρουρ- γεῖν (276—292). Σελήνης ἐν τοῖς τροπικοῖς ζῳδίοις οὔσης οὐ δεῖ χειρουργεῖν (293—295). Σελήνης συνοδευούσης Ἡλίῳ ἢ πανσελη- νιαζούσης οὐ δεῖ χειρουργεῖν (295—299). Ἄρης ὡροσκοπῶν ἢ συνοδεύων τῇ Σελήνῃ βλά- πτει τοὺς χειρουργουμένους· ἢ γὰρ ἐκ δευτέρου πάλιν τομὴ γενήσεται ἢ αἵματος ῥεῦσις πολλοῦ (30Ο—3Ο4). Σελήνη συνοδεύουσα Κρόνῳ βλάπτει τὰς χειρουρ- 5 μετα οίου δήποτε Μ. 10 ὁ ὡροσκόπος suspectum. — Αἰγόκερῳ scribendum existi mavi et hoc loco et aliis, non cum d Αἰγοκέρωτι, quia in co- dice supra Capricorni signum littera ω exstat sicuti statim supra signum Virginis et alias saepius (Παρθένῳ, Κρόνῳ, Ἠλίῳ, Κριῷ). patet igitur nomina illa omnia exire debere in eandem litte- ram ω vel potius in ῳ (ι mutum rarissime noster adscripsit). — 14 τροπικά· Καρκίνος, Αἰγόκερως, Ζυγός, Κριός Μ in marg. — γίας· πολυχρονίως γὰρ ταλαιπωρήσει τῇ τομῇ καὶ εἰς κακὸν τέλος καταντήσει (305— 308). Σελήνη μετὰ Διὸς ἢ Ἀφροδίτης λειψιφω- τοῦσα καὶ μᾶλλον μετὰ τὴν δευτέραν διχότομον καλὴν τὴν χειρουργίαν ποιεῖ (309—315). Ζεὺς καὶ Ἀφροδίτη ὡροσκοποῦντες ἀγαθὴν τὴν χειρουργίαν ποιοῦσιν. — τὰ δὲ εἰρημένα πάντα κοινῶς δεῖ συνυπακούειν ἐπὶ πάσης χειρονργίας (316—3l9). VIII. Περὶ δραπετῶν. Σελήνης Κριῷ· ὁ φυγὼν ταχέως εὑρεθήσεται ἢ καὶ αὐτὸς ἑκών ἐπανήξει (32Ο—331). Σελήνης Ταύρῳ· ὁ φυγὼν ἐν οἴκῳ πλουσίου ἀν- δρὸς κρύπτεται καὶ δυσκόλως εὑρεθήσεται (332—336). Σελήνης Διδύμοις· εἴσω ε΄ ἡμερῶν ληφθήσεται ὁ φυγών. εἰ δὲ τὰς ε΄ ἡμέρας ὑπερβῇ, μετὰ τρεῖς μῆνας εὑρεθήσεται (337—340). Σελήνης Καρκίνῳ· ὁ φυγὼν εἰς ἱερὸν ἢ εἰς τέ- μενος κρύπτεται, καὶ ἐν τῇ β΄ ἡμέρᾳ ἐκ τοῦ ἱεροῦ ὑπόσπονδος ἀχθήσεται, ὥστε μηδὲν κακὸν παθεῖν (341—345). Σελήνης Λέοντι· ὁ φυγὼν ἐν μὲν τῇ α΄ ἡμέρᾳ οὐχ εὑρεθήσεται, ἐν δὲ τῇ β΄ ἡμέρᾳ οὐ μὴ τελειώσῃ ὅσα βούλεται ἐν τῇ φυγῇ, εὑρεθήσεται δὲ ἐν οἴκῳ ἀνδρὸς πλουσίου. ζήτει δὲ αὐτὸν ἐν ἀγρῷ ἢ ἐν, κήπῳ (346—353). Σελήνης Παρθένῳ· ὁ φυγὼν πολλὰς ἡμέρας 8 συνὑπακούειν Μ. 18 ἐκ τοῦ ἱεροῦ om. d. — 19 ἀχθήσεται Μ, εὑρεθήσεται d nescio quo iure. — κρυβήσεται λανθάνων ἐν ἀμφιλαφεῖ καὶ δασεῖ τόπῳ (354— 359). Σελήνης Ζυγῷ· ὁ φυγὼν αὐτὸς ἑκὼν ὑποστρέψει δικαιολογούμενος πρὸς τὸν δεσπότην (36Ο— 363). Σελήνης Σκορπίῳ· ὁ φυγὼν ἐν ἱερῷ τόπῳ κρύ- πτεται καὶ αὐτὸς ἑκὼν ὑποστρέψει (364—366). Σελήνης Τοξότῃ· ὁ φυγὼν ἢ ἕως ἡμερῶν ε΄ εὑ- ρεθήσεται ἢ ὑπερβὰς τὰς ε΄ ἡμέρας χρόνον πλεῖστον ἀφανισθήσεται (367—372). Σελήνης Αἰγόκερῳ· ὁ φυγὼν ζωγρηθεὶς ἐν τῇ ἔένῃ ταχέως ἀνάγεται (373—374). Σελήνης Ὑδροχόῳ· ὁ φυγὼν ἀκουσθήσεται ὅτι ἐν χώρᾳ ξένῃ διάγει παῤ ἀνδρὶ δημαγωγῷ ἢ στρα- τιώτῃ (375—381). Σελήνης Ἰχθύσιν· ὁ φυγὼν ἐν μὲν τῇ α΄ ἡμέρᾳ κινδυνεύσει, ὥστε καὶ ἐγγὺς γενέσθαι θανάτου· ἐν δὲ τ β΄ ἡμέρᾳ πολλὰ κακοπαθήσας πάλιν εἰς τὸν ἴδιον ἐπανήξει δεσπότην (382—387). Σελήνη χωρίς τινος ἀστέρος πλανωμένου οὖσα καθ᾿ ἑαυτὴν δηλοῖ, ὅτι οὐ δύναται μακρὰν ἀπελθεῖν 13 παῤ ανδρὶ διμαγωγῶ Μ, παρὰ δημαγωγῷ d. — 15 ἐν αλλο. βλεπε τὸ ιβ τημ (i.e. δωδεκατημόριον) τῆς σελήνης καὶ ἡ ἐπιβλεπει αὐτην ευρεσιν σ· ὅσας δὲ μοίρας ἀπέχει τὸ ιβ΄ τημ ἀπὸ τῆς σελήνης, τοσαύτα μίλια διανοίσας εὑρεθήσεται. καὶ ὅτε ἔλθῃ ἡ σελήνη εἰς τὸ ιβ΄ τημ, εὑρεθήσεται ὁ δραπέτης: — ἄλλο. ἀπὸ (φϲ ὡροσκόπου?) ἐπι σελήνην πόσα ζῴδιά εἰσιν ἀνα- μεταξὺ καὶ ἀπο ἡλίου ἐπι φϲ τούτ00ων ἡ σύνθεσις ση (i.e. σημαίνει) μετα πόσας ἡμέρας εὑρεθήσεται ὁ δραπέτης; — sic in marg. Μ. — ὁ φυγών, ἀλλὰ πλησίον τῆς οἰκίας τοῦ ἰδίου δεσπότου πλανᾶται (388—392). ἐὰν δὲ συνοδεύῃ τινὶ πλανωμένῳ ἡ Σελήνη, μακρὰν ὁ φυγὼν ἀπελεύσεται (393—396). ἀλλ᾿ εἰ μὲν μετὰ Ἄρεως ἢ μετὰ Κρόνου συνο- δεύῃ ἡ Σελήνη, κομίζει μὲν πόρρω τὸν φυγόντα, ποιεῖ δὲ αὐτὸν δεσμώτην κρατηθῆναι (397—401). ἐὰν δὲ μετὰ Διὸς ἢ Ἀφροδίτης συνοδεύῃ ἡ Σελήνη, ἀφανισθήσεται ὁ φυγὼν καὶ οὐ μὴ εὑρεθῇ (402—424). εἰ δὲ συνοδεύῃ τῷ Ἑρμῇ ἡ Σελήνη, εὐθέως εὑ- ρεθήσεται ὁ φυγών· φήμη γὰρ περὶ αὐτοῦ εὐθέως ἔρχεται μηνύουσα αὐτόν (425—428). Σελήνη συνοδεύουσα τῷ Ἡλίῳ ἢ πανσελη- νιάζουσα ἐκτοπίζει τὸν φυγόντα (429—432). Σελήνη συνοδεύουσα Κρόνῳ ποιεῖ τὸν φυγόντα ὑπό τινων ἐν τῇ ὁδῷ κακούργων ἐπιβουλευθῆναι καὶ ὅσα βαστάζει ἀφαιρεθῆναι (433—438). X. Περὶ τεχνῶν διδασκαλίας. Σελήνη Κριῷ, Παρθένῳ, Καρκίνῳ ὑπὸ Διὸς ἢ Ἀφροδίτης μαρτυρουμένη τρίγωνος ἢ τετράγωνος διάμετρος ποιεῖ τὸν τέχνης τινὸς καταρξάμενον κατορθῶσαι αὐτήν. παρατηροῦ δέ, ἵνα μὴ ἐν τοῖς προκειμένοις οὖσα ζῳδίοις ἡ Σελήνη συνοδεύσῃ τῷ Ἡλίῳ ἢ διαμετρῇ (439— 455). 9 μῆι εὐρεθῆι Μ, corr. d. 24 προειρημένοις d. — 25 διαμετρεῖ Μ.