IV. Περὶ ὁδοιπορίας. Σελήνης Κριῷ· ὁ ἀποδημήσας ταχέως ὑποστρέψει. Σελήνης Ταύρῳ· ὁ ἀποδημήσας ἀβλαβῶς καὶ μετὰ κέρδους ὑποστρέψει. Σελήνης Διδύμοις· ὁ ἀποδημήσας ἐπὶ πολὺν χρόνον ἐν τῇ ξένῃ διατρίψει. Σελήνης Καρκίνῳ· ὁ ἀποδημήσας χρονίσει μὲν ἐν τῇ ξένῃ, χαίρων δὲ καὶ ἐνδόξως ὑποστρέψει πράξας εὐτυχῶς. Σελήνης Λέοντι· ἐν μὲν τῇ πρώτῃ ἡμέρᾳ οὐ δεῖ ἀποδημεῖν· βλάβαι γὰρ καὶ φόβοι ἐξ ἀνδρῶν κα- κῶν ὑπαντήσουσιν· ἐν δὲ τῇ δευτέρᾳ ἡμέρᾳ ἐν μὲν 6 ὁδοιπορίας: hic terminatur codicis Μ fol. ρξδ΄; duo in- sequentia folia hodie sunt ρξϚ΄ et ρξε΄a glutinatore in falsum ordinem redacta. — 7 incipit fol. ρξε΄. — τῆς σελήνης ἐν τῷ Κριῷ οὔσης et similiter infra passim dedit d, quod unoquoque loco commemorare supersedeo. Μ nihil habet nisi signa astrolo- gica eaque sine dublo ita intellegenda sunt, ut d vοluit. attamen nihil adiicere satius duxi. — 11 ξενη Μ, voluitne quamvis minus recte ξενιτείᾳ? — 12 ξενίσει Μ, ‘haud dubie corrigendum χρονίσει᾿ d. cfr. p. 83, 3. — 17 ἐν δὲ τῇ δευτέρα ἡμέρα ἐν μὲν λέοντι κτἑ. M. ab hac sententia incipit carminis fragmentum; sed infauste accidit ut hoc loco et poetae verba et paraphrasis sint corrupta . . . putaban scriptum fuisse ἐν δὲ τῇ δευτέρᾳ ἡμέρᾳ εὐμενεστέρᾳ οὔσῃ ὁ ἀποδημήσας etc. (quod poetae est ἀγα- νωτέρη οἷμος), illud autem εὐμενεστέρᾳ οὐ depravatum in ἐν μὲν ἑσπέρᾳ οὐ produxisse duplicem sententiae restituendae conatum: οὐ [δεῖ ἀποδημεῖν], et (propter ἑσπέρᾳ) ἔτι δὲ ἡμέρας νυκτὶ οὐ δεῖ ἀποδημεῖν· ἔτι δὲ ἡμέρας οὔσης ὁ ἀπο- δημήσας [οὐ] πάνυ βλάπτεται (vs. 1—7). Σελήνης Παρθένῳ· ὁ ἀποδημήσας χρονίσει μὲν ἐν τῇ ξένῃ, ἀβλαβῶς δὲ ὑποστρέψει (8—10). Σελήνης Ζυγῷ· ὁ ἀποδημήσας εἰ μὲν ἐπὶ δικαίᾳ προαιρέσει, συμφέρει· εἰ δὲ ἐπὶ ἀδίκῳ, οὐ συμφέρει (11—17). Σελήνης Σκορπίῳ· ὁ ἀποδημήσας ὠφεληθήσεται καὶ κερδήσει ἐν τῇ ξένῃ· ὁ δὲ ἀρξάμενος ὑποστρέφειν οἴκαδε, ὠφεληθήσεται καὶ ταχέως τὴν ὁδὸν ἀνύσει, λαθραίως καὶ μετὰ σιγῆς ὑποστρέφων (18 —24). Σελήνης Τοξότῃ· ὁ ἀποδημήσας μακρὰν ὁδὸν ἀνύσει καὶ πολὺν χρόνον διατρίψει βραδύνων ἐν τῇ ξένῃ· ὁ δὲ ἀρξάμενος ὑποστρέφειν Σελήνης Τοξότῃ οὔσης χαίρων ταχέως ἥξει (25—34). Σελήνης Αἰγόκερῳ· οὐ δεῖ ἀποδημεῖν· καὶ γὰρ ἡ ὁδὸς μακρὰ καὶ ἄπρακτος ἡ ὁρμὴ γίνεται καὶ λυ- πηρά. ὁ δὲ ἀρξάμενος ὑποστρέφειν Σελήνης οὔσης Αἰγόκερῳ πραεῖαν καὶ ἀβλαβῆ τὴν ὁδὸν ἕξει (35—41). οὔσης. librarius post ἐν μὲν zodiaci signum pro vocabulo po- suerit, quia plus centies in hac paraphrasi praepositionem ἐν siglum astrol. excipit loco nominis᾿ d. illud ‘plus centies’ satis refutabit haec mea editio. locum corruptum lenius emen- dasse mihi videor. — 1 νυκτὶ ego, λέοντι d: ‘super siglo astrol. Leonis spir. lenis positus’ d. erravit de spiritu, nam in co- dice est signum quo scriba corruptelam videtur indicasse. neque coniecturan Duebner supra transscriptam probare pos- sum. immo pro siglo Leonis ?? scribendum fuisse noctis siglum 9 certissimum est (vocabulum ἡμέρᾳ paullo ante hoc sino 6 expressum). itaque ἐν μὲν νυκτὶ restitui pro ἐν μὲν Λέοντι et infra οὐ inserui. alii fortasse praeferent ὁ ἀποδημήσας σπα νίως βλάπτεται. cfr. poetae verba. — 3 χροισει Μ, verum indicavit d. — Σελήνης Ὑδροχόῳ· ἐν μὲν τῇ πρώτῃ ἡμέρᾳ οὐ δεῖ ἀποδημεῖν, ἐν δὲ τῇ δευτέρᾳ δεῖ, ὠφέλιμον γάρ (42— 44). Σελήνης Ἰχθύσιν· ἐπὶ στρατιὰν καὶ ἐπὶ πόλε- μον καὶ ἐπὶ κυνηγεσίαν καὶ ἐπὶ ἁλιείαν δεῖ ἀποδη- μεῖν· ἔμπρακτον γὰρ γίνεται (45—48). Σελήνη ὑπὸ ἀγαθοποιῶν μαρτυρουμένη τετρά- γωνος ἢ τρίγωνος ἢ διάμετρος καλὴν τὴν ἀποδημίαν σημαίνει· ὑπὸ δὲ κακοποιῶν μαρτυρηθεῖσα τετρά- γωνος ἢ τρίγωνος ἢ διάμετρος κακήν (49—58). V. Περὶ γάμον. Σελήνης Τοξότῃ, Ἰχθύσιν, Ὑδροχόῳ· ὁ γήμας 5 κυνηγεσίω et ἀλιεία Μ. — 7 τετράγωνος: ‘sic, cetera siglis᾿ d. immo ne illud quidem litteris expressit, sed siglo: quadrangulae figurae littera ο est superimposita, quae plerumque syllaban finalem ος significat. — 8 τρίγωνος hic et infra dedi, τρίπλευρος d; in Μ est figura triangula. — καλὴν M, non κακὴν (errat d). — ἀποδημίαν Μ, ὁδοιπορίαν d nescio qua de causa. — 9 σημαίνειν Μ, corr. d. 11 Titulus in margine Μ repetitur a man. rec. — Cramer Anecd. Oxon. IIl p. 157 sqq. ex codice Barocciano 131 (saec. XIV ineunt.) edidit ‘anonymi cuiusdam Byzantini grammatici epistolas, qui Alexio Comneno regnante floruisse videtur, ut ex epistola ad imperatorem illum patet᾿. in undevicesima epistola haec sunt, quae ad Maximum nostrum spectant (pag. 185 sq.): ἁπλούστερον δὲ περὶ τούτων εἰδὼς τὸν περὶ καταρχῶν συγ- γραψάμενον Μάξιμον, ἡρώῳ μέτρῳ τὴν πραγματείαν αὐ- τοῦ κοσμήσαντα, τούτῳ χρῶμαι πρὸς τὴν τῶν ἠρωτημένων κατάλυσιν, ὀλίγα τῶν αὐτοῦ συνοψήσας, ἵνα μὴ παρὰ το δέον- τος ἀστρονομοίην· φησὶ τοίνυν οὗτος ὁ ἀνήρ, ἵνα διαλύσω τὸ μέτρον εἰς λόγον πεζόν, Σελήνης πορευομένης Κριὸν ἢ καὶ Ταῦρον — ἀπὸ γὰρ τῶν ταύτης δρόμων τὰς προστελέσεις τῶν γάμων λαμβάνει —, χαλεπὸν εἶναι καὶ ἀσύμφορον γυναῖκα λα- βεῖν· ἀποστρόφους γὰρ καὶ (‘καὶ om. cod.᾿ ) ἀστόργους τοὺς γάμους ἐργάζεται. τὰς δὲ αἰτίας ἐν ἄλλῳ καιρῷ πυνθάνου μου. ἐν δὲ Διδύμοις οὔσης, κατὰ μὲν τὴν πρώτην ἡμέραν μοιχείας ὠφεληθήσεται· ἔσται γὰρ ἡ γυνὴ πραεῖα καὶ φρονίμη (59—71). Σελήνης Κριῷ· ὁ γήμας βλαβήσεται· ἔσται γὰρ ἡ γυνὴ ἀκατάστατος, παλίμβουλος, ἄστοργος, τὸν ἄνδρα καταλείπουσα (72—81). Σελήνης Γσύρῳ· ὁ γήμας βλαβήσεται· ἔσται γὰρ ἡ γυνὴ μοιχαλίς, πολύκοινος, ῥυπαρά (82— 95). Σελήνης Διδύμοις· ὁ γήμας ἐν τῇ βʹ ἡμέρᾳ χαρήσεται· ἔσται γὰρ ἡ γυνὴ οἰκουρός (96—98). Σελήνης Καρκίνῳ· οὐ δεῖ γαμεῖν· ἡ γὰρ γυνὴ ταχέως τὸν ἄνδρα καταλείψει ὑβρίζουσα (99—101). ἀποτελεἴσθαι καὶ ῥυπαρῶν πόθων ἐπιμιξίας· εἰς δὲ δευτέραν ἡμέραν ὁ γάμος ἀρυπαρώτερος. Καρκίνον δὲ ἢ Λέοντα μετα- πορευομένης Σελήνης, μαχίμους καὶ λάλους καὶ ἀκαθέκτους εἰς ὀργὴν ἀποτελεῖ τὰς γυναῖκας, καὶ αὐτὸ τοῦτο ἀντιανείρας καθʼ Ὅμηρον, τουτέστιν ὁμόσε τοῖς ἀνδράσι χωρούσας εἰς μάχην. Παρθένον δὲ ἐπικαταλαβοῦσαν (l. -λαβοῦσα) πρὸς μὲν τὰς παρ- θένους ἀσύμφορος, ὥσπερ ἀντιπεπονθότος τοῦ ζῳδίου τούτου τοῖς ὁμωνύμοις παρθένοις· πρὸς δὲ χήρας εὐδαιμονέστερον τὸν γάμον εἶναί φησιν. Ζυγὸς δὲ τὴν Σελήνην δεξάμενος ταῖς μὲν τὸν τῆς δουλείας ἐχούσαις ζυγὸν εὐροώτερον τὸν γάμον· ταῖς ἐλευθέραις δὲ δυσμενής ἐστι καὶ πολέμιος. Σκορπίον (l. -πίος) δέ γε τὴν μὲν πρώτην ἡμέραν τῆς Σελήνης ἐπαινεῖ· τὴν δὲ δευτέραν ἀποδούλων (l. απὸ δούλων) εἶναι μαντεύεται. Αἰγό- κερως δὲ πρώτῳ γάμῳ ἄγει λύπας καὶ πήματα λυπηρά, ἵνʼ εἴποιμι τὸ τοῦ ἔπους ἀκροτελεύτιον· εὐδαιμονεστέρους δὲ τοὺς δευτερογαμοῦντας ποιεῖ. τὰ δʼ ἐπίλοιπα τρία ζῴδια, Τοξότης, ῾Υδροχόος, Ἰχθύες, ἡδεῖς μὲν τοὺς γάμους καὶ εὐτυχεστάτους ὡς ἐπίπαν· σωφρονεστάτας δὲ τὰς γαμετὰς καὶ φιλοστόργους καὶ φιλάνδρους παρέχονται, ὅταν ἡ Σελήνη τούτοις ἐπιδημήσει. πονηροτάτας μέντοι τὰς συνόδους καὶ τὰς κατὰ διάμετρον ἀπο- στάσεις Ἡλίου τε καὶ Σελήνης οἱ ἀστρονόμοι καταλαμβάνουσι πρὸς τὰ συνοικέσια, καὶ φεύγειν παρακελεύουσι τοιούτους σχη- μιατισμούς. ἀλλὰ ταῦτα μὲν ἴσως δῆλα τοῖς τὰς ἐφημερίδας τοῖς κόλποις ἔχουσιν, οἷς καὶ τὸν Ἥλιον ἔξεστι τῷ ἀστρολάβῳ μετεω- ρίζειν καὶ τὰς ἐποχὰς τῶν ἀστέρων λαβεῖν. — 1 ὀφεληθήσεται Μ. — 3 γὰρ om. d. — 5 καταλειποῦσα Μ. — 7 μυχαλὶς Μ. — 11 καταλείψῃ Μ. — Σελήνης Λέοντι· οὐ δεῖ γαμεῖν· ἔσται γὰρ ἡ γυνὴ ὑπερήφανος, ὀργιζομένη τὸν ἄνδρα, ἀναιδής, μήτε λόγῳ μήτε ἔργῳ πειθομένη τῷ ἀνδρί, ἀλλὰ λοι- δοροῦσα καὶ ὀνειδίζουσα αὐτόν, πολλάκις δὲ καὶ τύ- πτουσα αὐτὸν καὶ τῶν τριχῶν αὐτοῦ δρασσομένη (1Ο2—112). Σελήνης Παρθένῳ· χήραν γῆμαι δεῖ, παρθένον δὲ οὐ δεῖ (113—117). Σελήνης Ζυγῷ οὔσης· ἐλευθέραν μὲν οὐ δεῖ γῆμαι, ἀλλὰ δούλην παλλακίδα μᾶλλον δεῖ· καὶ γὰρ ὁ Ζυγὸς μοιχείαν ἐπιφέρει· καὶ διὰ τοῦτο εὐαπάλλα- κτος μὲν γίνεται ἡ παλλακίς, δυσαπάλλακτος δὲ ἡ ἐλευθέρα, ὡς τὸ εἰκός (118—122). Σελήνης Σκορπίῳ· ἐν μὲν τῇ πρώτῃ ἡμέρᾳ παρ- θένον δεῖ γῆμαι· ἔσται γὰρ πραεῖα καὶ φρονίμη. ἐν δὲ τῇ δευτέρᾳ καὶ τῇ τρίτῃ ἡμέρᾳ οὐ δεῖ γῆμαι ὅλως· μοιχευθήσεται γὰρ καὶ ὑπὸ δούλων ἡ γυνή (l23—128). Σελήνης Αἰγόκερῳ· τὸν πρωτόγαμον ἄνδρα οὐ δεῖ γῆμαι, τὸν δὲ δευτερογαμοῦντα δεῖ, καὶ μάλιστα ἐὰν ᾖ γυνὴ χήρα (129—132). Σελήνης συνοδευούσης Ἡλίῳ ἢ πανσελη- νιαζούσης οὐ δεῖ γῆμαι (133—135). Σελήνη μετὰ ἀγαθοποιῶν Διὸς ἢ Ἀφροδίτης ἢ Ἑρμοῦ ἀγαθὸν καὶ ὠφέλιμον ποιεῖ τὸν γάμον (136—140). 9 μὲν om d. — 12 παλλακης Μ, corr. d. — 21 ἢ i. e. ᾖ Μ, ἡ d. VI. Περὶ νόσων. Σελήνης Κριῷ· ὁ κατακλιθεὶς οὐ τελευτήσει, ἀλλ᾿ ἀκινδύνως σωθήσεται, πλὴν τοῖς κεφαλαλγικοῖς ἀπαίσιος ὁ Κριός. εἰ δὲ γυνὴ μέλλοι ἐκτιτρώσκειν, ἐν μὲν τῇ πρώτῃ ἡμέρᾳ κίνδυνος ἐπακολουθήσει θα- νατώδης, ἐν δὲ τῇ β΄ ἀκινδύνως ἀπαλλαγεῖσα σωθή- σεται (141—161). Σελήνης Ταύρῳ· ὁ κατακλιθεὶς πάρεσιν ὑπομεί- νας καὶ παρακόψας σωθήσεται ταχέως. εἰ δὲ περὶ τὸν τράχηλον συναγχικὸν πάθος ᾖ, ὀλέθριον γίνεται. εἰ δὲ γυνὴ ἐκτιτρώσκοι, ἐν μὲν τῇ α΄ ἡμέρᾳ τοῦ Ταύρου κινδυνεύσει εἰς θάνατον, ἐν δὲ τῇ β΄ ἐλαφρότερον τὸ κακόν (162—174). Σελήνης Διδύμοις· ἐν μὲν τῇ α΄ ἡμέρᾳ ὁ κατα- κλιθεὶς χρονίως ταλαιπωρήσει τῇ νόσῳ, ἐν δὲ τῇ εἴσω γ΄ ἡμερῶν ῥαΐσει. οἱ δὲ ἰσχιαδικοὶ ἢ οἱ τὰ νεῦρα ἀλγοῦντες ἐπισφαλῶς νοσήσουσιν. ἡ δὲ ἐκτιτρώσκουσα γυνὴ τελευτήσει, εἰ μή τις ἀστὴρ ἀγαθοποιὸς τῇ Σε- λήνῃ μαρτυρήσειεν (175— 189). Σελήνης Καρκίνῳ· ὁ κατακλιθεὶς ἀβλαβῶς ἀπαλ- λάξει καὶ ταχέως, πλὴν οἱ τὸ στῆθος ἀλγοῦντες τοὺς πόδας πληγέντες· ἐπικινδύνως γὰρ ἕξουσιν. ἡ δὲ ἐκτιτρώσκουσα γυνὴ καλῶς ἀπαλλάξει (190—199). Σελήνης Λέοντι· σφαλερὸν τὸ κατάρξασθαι νό- σου· δεῖ οὖν κενῶσαι τὴν γαστέρα ταχέως. ταῖς δὲ ἐκτιτρωσκούσαις γυναιξὶν ἐπισφαλέστατον καὶ κινδυ- νῶδες (2ΟΟ—2Ο7). 1 Titulum in margine Μ repetit man. rec — 8 πάρεστιν Μ, corr. d. — 9 τὸν om. d. — Σελήνης Παρθένῳ· ἡ νόσος χρονία μέν, ἀλλ᾿ ἐλαφρὰ καὶ ἀκίνδυνος, πλὴν στομαχικοῖς καὶ πλευρι- τικοῖς καὶ αἱμορροϊκοῖς οὐκ ἀκίνδυνος. ἡ δὲ ἐκτιτρώ- σκουσα γυνὴ ἐπισφαλῶς ἕξει καὶ ἐπικινδύνως, ἡ δὲ τίκτουσα εὐτοκήσει (208 — 219). Σελήνης Ζυγῷ· ὁ κατακλιθεὶς ἢ ταχέως σωθή- σεται ἢ τελευτήσει, ἐὰν χρονία γένηται ἡ νόσος. ἡ δ᾿ ἐκτιτρώσκουσα γυνὴ τελευτήσει (220—228). Σελήνης Σκορπίῳ· ὁ κατακλιθεὶς ἐν μὲν τῇ α΄ ἡμέρᾳ ἀβλαβῶς ἀπαλλάξει, ἐν δὲ τῇ δευτέρᾳ ἐπικιν- δύνως νοσήσει (229—231). Σελήνης Τοξότῃ· ὁ κατακλιθεὶς καὶ εὐφόρως νοσήσει καὶ ἐλαφρῶς καὶ ἀκινδύνως, καὶ ταχέως σω- θεὶς ἐγερθήσεται (232—234). Σελήνης Αἰγόκερῳ· ὁ κατακλιθεὶς ταχέως ὑγια- νεῖ, πλὴν οἱ πλευριτικοὶ καὶ ἰσχιαδικοὶ χρονίσουσιν. ἡ δὲ ἐκτιτρώσκουσα γυνὴ ἐν μὲν τῇ α΄ ἡμέρᾳ ἀκιν- δύνως ἀπαλλάξει, ἐν δὲ τῇ β΄ ἡμέρᾳ ἐπικινδύνως (235—245). Σελήνης Ὑδροχόῳ· αἱ μὲν ἄλλαι νόσοι ἀβλαβεῖς γίνονται, μόνος δὲ ὁ ὕδερος ἐπισφαλής. ἡ δὲ ἐκτι- τρώσκουσα γυνὴ ἐν μὲν τῇ α΄ ἡμέρᾳ κινδυνεύσει χα- λεπῶς, ἐν δὲ τῇ β΄ ἡμέρᾳ ἀβλαβῶς ἀπαλλάξει (246 —254). Σελήνης Ἰχθύσιν· αἱ μὲν ἄλλαι νόσοι εὐαπάλ- λακτοι γίνονται, αἱ δὲ κοιλιακαὶ καὶ αἱ ποδαγρικαὶ ἐπισφαλεῖς καθίστανται (255—259). 9 ὁ κατακλιθεὶς: his verbis terminatur codicis M folium ρξε΄, quod falso nunc excipit folium ρξζ΄. — 25 εὐαπάλακτοι Μ. — Σελήνη μετὰ Διὸς ἢ Ἀφροδίτης ἢ Ἑρμοῦ καὶ ἐπικουφίζει τὰς νόσους καὶ ταχείας τὰς ἰάσεις ἐπιφέρει, μετὰ δὲ Κρόνου ἢ Ἄρεως καὶ ἐπιτείνει τὰς νόσους καὶ βραδείας τὰς ἀναλήψεις ποιεῖται (26Ο—269). Σελήνη μετὰ οἱουδήποτε τῶν ε΄ πλανωμένων βλάπτει τὰς ἐκτιτρωσκούσας γυναῖκας· διὸ ἄμεινον ἐν τοῖς τοιούτοις ἄνευ ἀστέρος εἶναι τὴν Σελήνην καθ᾿ αὑτήν (27Ο—275).