XII. Περὶ κλοπῆς. Σελήνης Κριῷ· τὸ κλαπὲν εὑρεθήσεται (567—569). Σελήνης Ταύρῳ· ἕως μὲν τῆς ι΄ μοίρας τὸ κλα- πὲν πρός τινα δυνάστην ἀπελθὸν δυσκόλως εὑρεθή- σεται· αἱ δὲ λοιπαὶ κ΄ μοῖραι τοῦ Ταύρου εὕρεσιν ὑποφαίνουσι τοῦ κλαπέντος, πλὴν εἰ μὴ Ἄρης συμ- παρῇ τῇ Σελήνῃ (57Ο—577). Σελήνης Διδύμοις· τὸ κλαπὲν εὑρεθήσεται, πλὴν μετά τινος μικρᾶς βλάβης (578—579). Σελήνης Καρκίνῳ· τὸ κλαπὲν εἰ μὲν χρυσὸς ἢ ἄργυρος εἴη εὑρεθήσεται, εἰ δέ τι ἄλλο κτῆμα οὐχ εὑρεθήσεται (58Ο—583). Σελήνης Λέοντι· τὸ κλαπὲν ἀμφισβητήσιμόν ἐστι πότερον εὑρεθήσεται ἢ οὔ (584—586). Σελήνης Παρθένῳ· τὸ κλαπὲν χρόνῳ καὶ οὐ παραυτίκα εὑρεθήσεται (586—588). Σελήνης Ζυγῷ· τὸ κλαπὲν εὑρεθήσεται (589). Σελήνης Σκορπίῳ· τὸ κλαπὲν εὑρεθήσεται (590— 591). Σελήνης Τοξότῃ· τὸ κλαπὲν οὐδέποτε εὑρεθή- σεται (591—592). Σελήνης Αἰγόκερῳ· τὸ κλαπὲν χρόνῳ καὶ βρα- δέως εὑρεθήσεται (593—595). 1 Κρόνου η om. Μ. 4 Idem titulus in marg. a m. rec. Μ. — 9 πλὴν om. d. — 16 ἐστιν M. — Σελήνης Ὑδροχόῳ· τὸ κλαπὲν ἀμφίβολόν ἐστιν, εἰ ἄρα εὑρεθῇ ἢ οὔ (595—597). Σελήνης Ἰχθύσι· τὸ κλαπὲν μόλις εὑρεθήσεται, πλὴν φῆμαι ψευδεῖς πολλαὶ ἐλεύσονται μηνύουσαι μάτην περὶ τῆς εὑρέσεως αὐτοῦ (598—602). Σελήνη μετὰ τῶν κακοποιῶν Κρόνου [καὶ] Ἄρεως εὕρεσιν ποιεῖ τοῦ κλαπέντος (603—604). Σελήνη μετὰ τῶν ἀγαθοποιῶν Διός, Ἀφροδίτης, Ἑρμοῦ ἀνεύρετον ποιεῖ τὸ ἀπολόμενον (604—610).