γευσάμενος δʼ ἔκλαιον, ὅτʼ αὔριον οὐκ ἔτι ταῦτα ὄψομαι, ἀλλά με δεῖ τυρῷ καὶ μάζῃ ὁτρηρῇ νηδὺς δʼ οὐχ ὑπέμεινε· βιάζετο γάρ ῥʼ ἀδέεσσι· δάμνα μιν ζωμός τε μέλας ἀκροκώλιά θʼ ἑφθά. παῖς δέ τις ἐκ Σαλαμῖνος ἄγεν τρισκαίδεκα νήσσας, λίμνης ἐξ ἱερῆς, μάλα πίονας, ἃς ὁ μάγειρος θῆκε φέρων, ἵνʼ Ἀθηναίων κατέκειντο φάλαγγες. Χαιρεφόων δʼ ἐνόησεν ἅμα πρόσσω καὶ ὀπίσσω ὄρνιθας γνῶναι καὶ ἐναίσιμα σιτίζεσθαι. ἤσθιε δʼ ὥστε λέων, παλάμῃ δʼ ἔχε τὸ σκέλος ἀμνοῦ, ὄφρα οἱ οἴκαδʼ ἰόντι πάλιν ποτιδόρπιον εἴη χόνδρος δʼ ἡδυπρόσωπος, ὃν Ἥφαιστος κάμεν ἕψων Ἀττικῷ ἐν κεράμῳ πέσσων τρισκαίδεκα μῆνας. αὐτὰρ ἐπεὶ δόρποιο μελίφρονος ἐξ ἔρον ἕντο, χεῖρας νιψαμένοισιν ἀπʼ Ὠκεανοῖο ῥοάων ὡραῖος παῖς ἦλθε φέρων μύρον ἴρινον ἡδύ· ἄλλος δʼ αὖ στεφάνους ἐπὶ δεξιὰ πᾶσιν ἔδωκεν, οἳ ῥόδον ἀμφεπλέκοντο διάνδιχα κοσμηθέντες. κρητὴρ δὲ Βρομίου ἐκεράννυτο· πίνετο δʼ οἶνος Λέσβιος, οὗ δὴ πλεῖστον ἀνὴρ ὑπὲρ ἄνδρα πεπώκει. δεύτεραι αὖτε τράπεζαι ἐφωπλίζοντο γέμουσαι· ἐν δʼ αὐταῖσιν ἐπῆν ἄπιοι καὶ πίονα μῆλα, ῥοιαί τε σταφυλαί τε, θεοῦ Βρομίοιο τιθῆναι, πρόσφατοι, ἥν θʼ ἁμάμαξυν ἐπίκλησιν καλέουσιν. τῶν δʼ ἐγὼ οὐδενὸς ἦσθον ἁπλῶς, μεστὸς δʼ ἀνεκείμην. ὡς δὲ ἴδον ξανθόν, γλυκερόν, μέγαν, εὔκυκλον, ἁβρὸν Δήμητρος παῖδʼ ὀπτὸν ἐπεισελθόντα πλακοῦντα, πῶς ἂν ἔπειτα πλακοῦντος ἐγὼ θείου ἀπεχοίμην; οὐδʼ εἴ μοι δέκα μὲν χεῖρες, δέκα δὲ στόματʼ εἶεν, γαστὴρ δʼ ἄρρηκτος, χάλκεον δέ μοι ἦτορ ἐνείη.