κυανόχρως δʼ ἀμίας ἐπὶ τοῖς μέγας, ὅς τε θαλάσσης πάσης βένθεα οἶδε, Ποσειδάωνος ὑποδμώς· καρίδες θʼ, αἳ Ζηνὸς Ὀλυμπίου εἰσὶν ἀοιδοί, αἳ δὴ γήραϊ κυφαὶ ἔσαν, χρησταὶ δὲ πάσασθαι· χρύσοφρυς, ὃς κάλλιστος ἐν ἄλλοις ἵσταται ἰχθύς, κάραβος, ἀστακὸς αὖτε λιλαίετο θωρήσσεσθαι ἐν μακάρων δείπνοις. τοῖς δαιτυμόνες χέρʼ ἐφέντες ἐν στόμασίν τʼ ἔθεσαν καὶ ἀπήγαγον ἄλλυδις ἄλλον. τῶν δʼ ἄρʼ ἔλοψ κρείων δουρικλυτὸς ἡγεμόνευεν, οὗ πλήρης περ ἐὼν κρατερῶς παλάμῃ ἐπορέχθην, γεύσασθʼ ἱμείρων· τὸ δέ γʼ ἀμβροσίη μοι ἔδοξεν, οἵην δαίνυνται μάκαρες θεοὶ αἰὲν ἐόντες. μύραιναν δʼ ἐπέθηκε φέρων, τὸ κάλυμμα τραπέζης, ζώνην θʼ, ἣν φορέεσκεν ἀγαλλομένη περὶ δειρήν, εἰς λέχος ἡνίκʼ ἔβαινε Δρακοντιάδῃ μεγαθύμῳ. σάνδαλα δʼ αὖ παρέθηκεν ἀειγενῆ ἀθανατάων, βούγλωσσόν θʼ , ὃς ἔναιεν ἐν ἅλμῃ μορμυρούσῃ, κίχλας θʼ ἑξείης ἡβήτορας ὑψιπετήεις καὶ πέτρας κάτα βοσκομένας, ὑάδας θʼ ὑδατινούς. ἐν δʼ ἀναμὶξ φάγροι τε καὶ ἵππουροι γλάνιές τε, μόρμυρος αὐτόθʼ ἔην, γαλέη, σπάρος· οὓς ὁ μάγειρος σίζοντας παρέθηκε φέρων, κνίσωσε δὲ δῶμα. τῶν ἔλεγεν δαίνυσθαι· ἐμοὶ δέ γε θηλυτεράων εἶναι βρώματʼ ἔδοξεν, ἐπεί ῥʼ ὅρμαινον ἐπʼ ἄλλα. κεῖτο δέ τις βατάνη, τῆς οὐδεὶς ἥπτετο δειπνῶν, ἐν καλάθῳ, ὅθι περ λεπάδων διεφαίνετο χῶρος ἑξῆς κόσσυφος ἦλθε μόνος γεύσασθαι ἕτοιμος· οὐ μὴν οὐδʼ ἄρʼ ἄθικτος ἔην, πόθεον δὲ καὶ ἄλλοι. κωλῆν δʼ ὡς εἶδον, ὡς ἔτρεμον· ἐν δὲ σίναπυ κεῖτʼ ἀγχοῦ γλυκὺ πνεῖον, ἀτὰρ χέρας οὐκ ἀπέρυκον.