τρίγλης ἱπποδάμοιο κάρη μετὰ χερσὶν ἔχοντα, ἂψ δʼ ἑλόμην χάρμῃ, λαιμὸν δʼ ἄπληστον ἄμυξα. ἦλθε δὲ Νηρῆος θυγάτηρ, Θέτις ἀργυρόπεζα, σηπίη εὐπλόκαμος, δεινὴ θεὸς αὐδήεσσα, ἣ μόνη ἰχθὺς οὖσα τὸ λευκὸν καὶ μέλαν οἶδε. καὶ Τιτυὸν εἶδον λίμνης, ἐρικυδέα γόγγρον, κείμενον ἐν λοπάδεσσʼ· ὁ δʼ ἐπʼ ἐννέα κεῖτο τραπέζας. τῷ δὲ μετʼ ἴχνια βαῖνε θεὰ λευκώλενος ἰχθὺς ἔγχελυς, ἣ Διὸς εὔχετʼ ἐν ἀγκοίνῃσι μιγῆναι, ἐκ Κωπῶν, ὅθεν ἐγχέλεων γένος ἁδροτεράων. παμμεγέθης· τὴν δʼ οὔ κε δύʼ ἀνέρες ἀθλητῆρες, οἷοι ἄρʼ Ἀστυάναξ τε καὶ Ἀντήνωρ ἐγένοντο, ῥηιδίως ἐπʼ ἄμαξαν ἀπʼ οὔδεος ὀχλίσσειαν· τρισπίθαμοι γὰρ ταί γε καὶ ἐννεαπήχεες ἦσαν εὖρος, ἀτὰρ μῆκός γε γενέσθην ἐννεόργυιοι. πολλὰ δʼ ἄναντα κάταντα κατὰ στίχας ἦλθʼ ὁ μάγειρος, σείων ὀψοφόρους πίνακας κατὰ δεξιὸν ὦμον. τῷ δʼ ἅμα τεσσαράκοντα μέλαιναι χύτραι ἕποντο· αὐτὰρ ἀπʼ Εὐβοίης λοπάδες τόσαι ἐστιχόωντο. Ἶρις δʼ ἄγγελος ἦλθε ποδήνεμος ὠκέα τευθίς, πέρκη τʼ ἀνθεσίχρως καὶ ὁ δημοτικὸς μελάνουρος, ὃς καὶ θνητὸς ἐὼν ἕπετʼ ἰχθύσιν ἀθανάτοισιν. οἴη δʼ αὖ θύννου κεφαλὴ θαλαμηιάδαο νόσφιν ἀφειστήκει, κεχολωμένη οὕνεκα κλειδῶν αἰρομένων· τὸ δὲ πῆμα θεοὶ θέσαν ἀνθρώποισι, ῥίνη θʼ, ἣν φιλέουσι περισσῶς τέκτονες ἄνδρες, τρηχεῖʼ, ἀλλʼ ἀγαθὴ κουροτρόφος· ἦ γὰρ ἔγωγε ἧς σαρκὸς δύναμαι γλυκερώτερον ἄλλο ἰδέσθαι. ὀπταλέος δʼ εἰσῆλθε πελώριος ἱππότα κεστρεύς, οὐκ οἶος· ἅμα τῷ γε δυώδεκα σαργοὶ ἕποντο.