Λαβὼν οὖν βηρύλλιον λίθον, γλύψον κορώνην καὶ ὑπὸ τοὺς πόδας αὐτῆς κάραβον· καὶ κατακλείσας βράθυ βραχὺ καὶ ὀλίγον τῆς καρδίας τοῦ πτηνοῦ καὶ τὴν λεγομένην ἀφροδίτην τοῦ καράβου, καὶ φόρει ὡς βούλει. Ποιεῖ γὰρ πρὸς δυσπνοϊκούς, ἡπατικοὺς καὶ νεφριτικούς· ἔστιν γὰρ Διὸς θεοῦ ὁ λίθος. Τὸν δὲ φοροῦντα ποιήσει ἐπίχαριν, ἐπιτευκτικὸν εἰς ὃ ἄν ἐπιβάληται, ποιεῖ δὲ καὶ εὔνοιαν εἰς τοὺς γαμοῦντας, καὶ ὁμόνοιαν εἰς τὰ ἀνδρόγυνα ὡς λίαν κάλλιστον. ΣΤΟΙΧΕΙΟΝ Γ. Γλυκυσίδη, βοτάνη· οἱ δὲ παιωνίαν. Γλαῦκος, πτηνόν. Γνάθος, λίθος. Γλαῦκος, ἰχθὺς ὁ πασίγνωστος. Γλυκυσίδη βοτάνη ἐστὶν ἡ παιωνία· ἐκλήθη (f. 14 r.) δὲ παιωνία διὰ τὸ τὸν παίωνα αὐτὴν εὑρηκέναι· ἔχει δὲ καρπὸν ὡσεὶ στύρακα ἀμιγδάλῃς. Τὰ μὲν οὖν ἀποστήματα αὐτῆς ἐστιν μεμυκότα, ἃ δὲ κεχηνότα. Ἔστι πτηνὸν τοῦτο ὅπερ τῇ Ἀθηνᾶ ἀναγράφεται· βασίλειον ἔχει ἐπὶ τῆς κεφαλῆς πτερωτόν, ὀφθαλμοὺς δὲ νυκτικόρακος μεγάλους, ἐν ἀγροῖς διατρίβων.