Βράθυος, βοτάνη ὁμοία κυπαρίσσου. Βρύσις, ὄρνεον ὅ ἐστιν κορώνη. Βήρυλλος, λίθος λευκός. Βύσσα, ὅ ἐστιν κάραβος. Ἡ θεόγνωστος δενδρικὴ καλουμένη ὁμοία κυπαρίσσῳ· καλεῖται δὲ βράθυ, αὕτη θυμιᾶται τοῖς θεοῖς ἀντὶ λιβάνου. Βρύσις, κοινὸν ζῶόν ἐστιν κορώνῃ ζῶν (f. 13 r.) ἐτῶν ἕως φ’. Βήρυλλος, λευκὸς λίθος πολύγνωστος καὶ βαρύτιμος. Βύσσα ἐστὶν κάραβος θαλάσσιος· ἐκλήθη δὲ βύσσα διὰ τὴν ὁμοιότητα τῶν βυσσάλων. Πρὸς οὖν δυσπνοκοὺς καὶ ὀρθοπνοϊκοὺς καὶ ἀσθματικοὺς βράθυος 〈ο α’, βουτύρου 〈ο δ′, μέλιτος γο β′. Ἔκλεγμα ποιήσας νήστει δίδου. Τοῦ δὲ καράβου οἱ ὀφθαλμοὶ περιαπτόμενοι ἰῶνται τὸ πάθος. Τῆς δὲ κορώνης τοῦ πτηνοῦ ἡ φύσις ἐστὶ τοιαύτῃ· ἐὰν γὰρ ἡ θήλεια τελευτήσῃ, ὁ ἄρρην ἑτέρᾳ οὐχ ἅπτεται. Ὁμοίως δὲ καὶ ἡ θήλεια τὸ αὐτὸ ποιεῖ Ὁ δὲ ἀνὴρ ἐὰν φορήσῃ τοῦ ἄρρενος τὴν καρδίαν, ἡ δὲ γυνὴ τῆς θηλείας, εὐνοήσουσιν ἑαυτοῖς τὸν ἅπαντα τῆς ζωῆς αὐτῶν χρόνον· τοῦτο ἀνυπέρβλητον (f. 13 v.) θαῦμα.