Αὐτὸς δὲ ὁ λίθος καθ’ ἑαυτὸν περιαπτόμενος (f. 90 v.) μεγίστην εὐπεψίαν παρέχει καὶ ἔντασιν τοῖς μὴ δυναμένοις συνουσιάζειν. Τῆς δὲ σάλπης τοῦ ἰχθύος ὁ δεξιὸς τοῦ κρανίου λίθος περιαπτόμενος ἔντασιν ποιεῖ, ὁ δὲ εὐώνυμος ἀνεντάτους. Τὸ δὲ στέαρ τοῦ ἰχθύος μετὰ μέλιτος λειούμενον ἡδονὰς μεγίστας ποιεῖ περιχριόμενον εἰς τὸ αἰδοῖον ἀμφοτέρων. Γλύφεται οὖν ἐν τῷ σαπφείρῳ λίθῳ στρουθοκάμηλος ἐν τῷ στόματι ἔχων τὴν σάλπην, καὶ βραχὺ τοῦ λίθου τοῦ ἐν τῷ ἐχίνῳ εὑρισκομένου τῆς κοιλίας τοῦ στρουθοκαμήλου, καὶ κατακλείσας φόρει. Πρὸς πᾶσαν εὐπεψίαν καὶ ἔντασιν ποιεῖται καὶ ἐρωτικὰς συμπαθείας· μάλιστα τὴν ἔντασιν παρέχει τοῖς ἤδη γηρῶσιν τοῖς τε θέλουσι πολλὰ συνουσιάζειν· ποιεῖ δὲ καὶ ἐπιχαρῇ τὸν φοροῦντα. (Ms. Α, f. 45 v.) . ΣΤΟΙΧΕΙΟΝ Τ. Τριφύλλιος, βοτάνη. Ταώς, ὄρνεον. Τρυγὼν θαλασσία. Ταΐτης, λίθος εὐανθής.