Ἡ δὲ νυκτερίδος μετὰ χυλοῦ τῆς βοτάνης καὶ μέλιτος, ἐὰν χρίσῃς, ὀξυωπίαν μὲν παρέξει, ὑπόχυσιν δὲ ἀπαλλάξει. ΣΤΟΙΧΕΙΟΝ Σ. Περὶ βοτάνης, σατύριος. Στρουθοκάμηλος, πτηνόν. Σάπφειρος, λίθος. Σάλπη, ἰχθύς. Σατύριός ἐστι βοτάνη ὡς ἀκανθώδης, καὶ ὅλος ὁ καυλὸς ἀναβαίνων ἐπὶ τῆς γῆς ἔχει μῆκος παλαιστὰς β′, μεστὸς δὲ σπέρματος· τῇ χροιᾷ ἐστιν ὡς κνήκου ὠχρότερον μέσον τοῦ σπέρματος. Στρουθοκάμηλος, πτηνὸν ὑπὸ πάντων γινωσκόμενον. Σάλπη, ἰχθὺς θαλάσσιος εὐανθής, γνωστός, ἐδώδιμος.