Ῥομφαία, πτηνὸν ὅ ἐστι νυκτερὶς ὑπὸ πάντων γινωσκομένη. (Ms. C, f. 90 r.) Ῥαφίς, ἰχθὺς θαλάσσιος μικρὸς ὡς ῥαφίδα ἔχον τὸ στόμα. Ῥινόκερως, λίθος ὅς ἐστιν ἀπὸ τοῦ ἄκρου τῆς ῥινὸς τοῦ ῥινοκέρωτος· ἔστι δὲ κερατοειδής. Τῆς οὖν βοτάνης κλάδον ἐὰν καταθῇς ἐν οἰκίᾳ, πάντα πνεύματα ἀποδιώκει. Ὁ δὲ χυλὸς τῆς βοτάνης καυλοῦ τοῦ καρποῦ μετὰ μέλιτος ἐγχριόμενος ὀξυωπίαν ποιεῖ. Ἕψει δὲ αὐτὸν ἕως σύστασιν σχῇ.