(f. 45 r.) Γίνεται ταῦτα πάθη ξ′. Ἔστιν δὲ σκευασία τοῦ φαρμάκου πρὸς τὸ προκείμενα σύμπαντα 〈ἥδε〉· τῆς βοτάνης χυλοῦ γο ς′, λυκίου ἰνδικοῦ 〈 ο ς′. ἀλόης ἰνδικῆς 〈 ο ς′, σμύρνης 〈 ο δ′, κρόκου 〈 ο δ′, λιβάνου 〈 ο δ′, ὀπίου 〈ο δ′, ἀκακίας μελαίνης 〈 ο β′, ὕδατος ὀμβρίου γο ε′. Λειώσας ἀπόθου ἐν ὑελίνῳ ἀγγείῳ. (Ms. C, f. 89 v.) Σάρκα δὲ ὠμὴν τῆς πορφύρας κακταπλάσας μετώπῳ ἡμικρανίαν ἀπαλλάσσει. Εἰς δὲ τὸν πορφυρίτην λίθον γλύψον τὸ πτηνόν, καὶ παρὰ τοὺς πόδας τὸ κηρύκιον· ὑπὸ δὲ τὸν λίθον ἀκρόπτερον τοῦ πτηνοῦ κατακλείσας φόρει πρὸς τὰς περιωδυνίας τῆς κεφαλῆς καὶ ἡμικρανίου πόνον. Ποιεῖ δὲ 〈καὶ〉 ἐπὶ τῶν ῥευματιζομένων τοὺς ὀφθαλμούς. Ἐν ἀποκρούσει σκεύαζε σελήνης καὶ τὸ δακτύλιον καὶ τὸ κολλούριον. ΣΤΟΙΧΕΙΟΝ Ρ. Περὶ βοτάνης, ῥάμνος. Ῥομφαία, πτηνόν. Ῥαφίς, ἰχθύς. Ῥινόκερως, λίθος. Ῥάμνος, βοτάνη ἐν παντὶ κλίματι γνωστή, ἀκανθῶδες.