Ἔτι δὲ λείπει μοι περὶ τίνος κακοῦ δαίμονος, ὅς ἐστιν τεταρταῖος, ὡς ἐπιπέμπεται ἀνδράσι καὶ (f. 11 v.) γυναιξίν, ὑπὸ δεκανοῦ τοῦ πρώτου αἰγοκέρω μὴ ταχέως πειθομένου, διότι οὐ βλέπει οὕτε ἀκούει, ὑπάρχει γὰρ ἀκέφαλος. Λαβὼν οὖν σταφίδας ἐχούσας γίγαρτα δ’ ἐκκόκισον αὐτὰ τοῖς ὄνυξι, καὶ μὴ τῷ στόματι, καὶ βαλὼν αὐτὰ εἰς ῥάκος περίαπτε τῷ τραχήλῳ ἀγνοοῦντι ἁγνὸς ὧν, καὶ ἀπαλλάξεις Θεοῦ χάριτι. Καὶ ὁ λίθος ὁ ἐκ τῆς κεφαλῆς τοῦ ἰχθύος περιαπτόμενος ἀπαλλάσσει τοὺς τετραίζοντας. Ἡ δὲ τοῦ Κυρανοῦ περὶ εὐφρασίας στήλη εἶχεν οὕτως· Ἡ θειοτάτη βοτάνη βοτρυοφόρε, ἄμπελος λευκή, ἡ μητὲρ τῶν βοτανῶν, εὔδιε κυβαληφόρε, γῆς ἐν φυτοῖς ἡ πρώτη. Λέγε εἰς ποτήριον τοὺς (f. 12 r.) λόγους τούτους· ἐυηὶ εὐοινὸν (sic?) , φρενῶν μου τήρησον ἀβλάβειαν εἶναι ευηὶἒ, ὀλυμπίᾳ οὖσα, συντήρησόν μου νοὸς φρένας, εὔθυμος οὖσα, καὶ θειοτάτη καὶ ὑγιής. Ὑι εὖ ἀὲ ἰαυῶ αέ κιεῶ· ἐάωε. Ταῦτα εἰς ποτήριον οἴνου ἐπειπών, βάλε εἰς κεράμιον οἴνου, ὅθεν πίνουσιν ἅπαντες καὶ ἀναλύουσιν ἅπαντες εὐφρανθέντες οἱ φίλοι, μηδενὸς συζητήσαντος. Λαβὼν οὖν ἀετίτην λίθον γλύψον ἀετόν, καὶ ὑπὸ τὸν λίθον ὑπόθες γίγαρτον σταφυλῆς, καὶ τὸ ἄκρον τοῦ πτεροῦ τοῦ ἀετοῦ εἶτε ἱέρακος, καὶ κατακλείσας φόρει· διαφυλάξει σε γὰρ ἀπὸ πάντων τῶν (f. 12 v.) προειρημένων παθῶν. Ἔτι μὴν καὶ ἀξιόλογον καὶ προσφιλῇ συντυχίαις δυναστῶν, καὶ μεγάλων ἀνδρῶν καὶ περιεχόντων χάριν παρέξει· καὶ ἐπὶ ἑτέρων πολλῶν [ἄλλων] ὧν οὐ χρεία ἐστὶν λέγειν ποιήσει, καὶ οὕτως πέρας εἴληφεν τὸ πρῶτον στοιχεῖον ἄλφα.