Μάκαιρα βοτάνη, τῶν θεῶν ἡγητεῖρα, γαίης κρατοῦσα, οὐρανοῦ καὶ ἀέρος, νόον λύουσα βοτρυοφόρῳ πότῳ, ὡς ἐπιλύειν πᾶν μέλος, ποιοῦσα δὲ ὕπνον, οὐδεὶς οὐ λόγῳ, οὐ σώματι ἰατήρ τις, (f. 10 v.) οὐδεὶς πρὸς σὲ δυνήσεται, ἀλλ’ ἐλέγχεις ὅσα ἐν ψυχαῖς βροτῶν [τῶν] ἐγκρύφως ἔχουσιν μυστικὰς φρένας, τὴν ἀρρήτως ἔχων, ἄμπελε, πάντ’ ἐκφανεῖς μόναις ὅσα γραφαῖς, ἢ φαρμάκοις γίνεται, ἢ φασγάνῳ, ἢ πελέκει ὅσα τοιαῦτα κρύβεται· ταῦτα μὲν λελέχθω ἀμπέλου μυστήρια. Ἔχει δὲ ἄλλα κοσμικά, ὡς ἐν βροτοῖς μὴ φαῦλον εἰπεῖν. Λέγει δὲ οὕτως ἐντεῦθεν ὁ ἱερὸς λόγος, καθώσπερ [γὰρ] εἶχεν καὶ ἡ κυρανίς· Μάκαιρα ἐκ θεοῦ ἄνασσα, ἐκ θεοῦ βοτρυοφόρε μητὲρ ἁπάσης θείας φύσιος εὐαγοῦς ἐν φυτοῖς· τῇ πρώτῃ ἐάων ἱερεῖ· εὗ . . . ντο ὀλύμπιος οὖσα. Ταῦτα εἴπας εἰς ποτήριον βάλε εἰς κεράμιον, ὅθεν πίνουσιν ἅπαντες, (f. 11 r.) καὶ ἀναλύουσιν εὐφρανθέντες, μηδενὸς συζητήσαντος. Ἐὰν οὖν θέλωμεν φράσαι περὶ ἀμπέλου ὅσα δύναται, βιβλίον ὅλον οὐκ ἀρκέσεται ἡμῖν. Πινόμενος γὰρ ὁ χυλὸς τοῦ βότρυος εὐωχίας μεγίστας ποιεῖται. Φύτευε αὐτὴν εἰς πάντα τόπον· οὔτε γὰρ ἑορτὴ θεῶν ἢ θνητῶν ἤδη πέρας ἐσχηκότων τοῦ βίου, ἢ εἰς τὸν βίον ἐσεληλυθότων ἡ ἀπὸ σπορᾶς βίου ὁρμώντων, ἢ γεωργίας ἢ φυτείας, ἢ ἕτερόν τι τῶν ἐν βίῳ γιγνομένων δυνήσεται ἄνευ τοῦ φυτοῦ τούτου.