Τὰ δὲ φύλλα σὺν οἴνῳ καταπλασσόμενα καὶ πρὸς ῥεύματα ὁμοίως ἁρμόζει ἐπιτεθειμένα, καὶ ἀπλῶς εἰπεῖν, καθόλου ἐστὶ χρήσιμος πρὸς πάντας τοὺς σεμνῶς αὐτῇ χρωμένους. Δύο δὲ αὐτῆς εἰσιν εἴδη· ἡ μὲν πρώτη ἄμπελος λευκή, ἥν τινες β ρ υ ω ν ί α ν καλοῦσιν, οἱ δὲ ὄφεως σταφυλήν, οἱ δὲ χελιδόνα, οἱ δὲ μύλιθρον, οἱ δὲ ψίλωθρον, οἱ δὲ ἀρχιζώστην, οἱ δὲ κέχεδρον. Ταύτης τὰ κλήματα καὶ τὰ φύλλα καὶ αἱ ἕλικες ὅμοια ἀμπέλου ἡμέρου, δασύτερα δέ · καὶ ἐμπλέκεται τοῖς παρακειμένοις (f. 9 v.) θάμνοις ἐπιλαμβανομένη ταῖς ἕλιξιν· καρπὸν δὲ ἔχει βοτρυώδη, πυρρόν, ᾧ ψιλοῦνται τὰ δέρματα. Ἡ δὲ δευτέρα ἄμπελος μέλαινα καλεῖται, καὶ αὐτὴν βρυωνίαν ὀνομάζουσιν, οἱ δὲ χειρώνειον. Φύλλα ἔχει κισσοειδῆ, μᾶλλον ὅμοια σμίλακος, μείζωνα δέ, ἐπιλαμβανομένη καὶ αὐτὴ τῶν δένδρων ταῖς ἕλιξι· καρποὺς δὲ βοτρυοειδεῖς, χλωροὺς μὲν κατ’ ἀρχάς, ἐπειτα δὲ μέλανας μὲν ἔξωθεν, ἔσωθεν δὲ πυξώδεις. Καὶ ταύτης δὲ οἱ καυλοὶ κατὰ τὴν πρώτην ἐκβλάστησιν λαχανεύονται· εἰσὶ δὲ διουρητικοὶ καὶ καταμηνίων ἀγωγοί, σπληνὸς ἰαματικοί, ἁρμόδιοι σπληνικοῖς, μάλιστα αἱ ῥίζαι· καὶ πᾶσα δὲ ἡ βοτάνη ἁρμόδιος ἐπιληπτικοῖς καὶ σκοτωματικοῖς· ποιεῖ δὲ καὶ πρὸς τοὺς (f. 10 r.) τῶν ὑπορογίων λόφους ἑλκουμένους τὰ φύλλα σὺν οἴνῳ καταπλασθέντα, καὶ πρὸς στρέμματα καὶ παρέσεις καὶ καθόλου ὁμοίαν ἔχει τὴν δύναμιν τῆς πρὸ αὐτῆς. Ἡ δὲ λευκὴ ἄμπελος ἔχει καὶ ἄλλας ἐνεργείας κοσμικὰς καὶ χαριεστάτας, ὥστε ἐν πότοις μὴ μόνον νηφάλαιον εἶναί τινα, ἀλλὰ καὶ εὐωχίαν ἔχειν. Ἕως ἐνταῦθα μὲν ὁ Κυρανὸς οὕτως· ἀπὸ δὲ τῆς ἀνωτέρω γραφείσης τῶν ἀμφοτέρων διαφωνίας εἶχεν· ἐκεῖ οὕτως ὁ τοῦ Ἁρποκρατίωνος λόγος.