Ἀλλ’ αὕτη ἡ βίβλος κατεχώσθη ἐν λίμνῃ τῆς Συρίας ἐγκεχαραγμένη 〈στήλῃ〉 ὁλοστόμῳ σιδηρᾷ, ὡς προείρηται ἐν τῇ πρὸ ταύτης βίβλῳ καλουμένῃ ἀρχαϊκῇ · ἐν δὲ ταύτῃ τῇ καλουμένῃ κυρανίδι ἐγράφη περὶ λίθων κδ′ καὶ πτηνῶν κδ′ καὶ ἰχθύων θαλασσίων κδ′ καὶ βοτανῶν κδ′. Τούτων (f. 4 r.) ἑκάστη δύναμις συγκραθεῖσα μιγήσεται ταῖς λοιπαῖς δυνάμεσιν, ὅπως τὸ θνητὸν σῶμα λοιπὸν παρηγορήσαντες ὑγιείας εἰς τὸν αἰῶνα ἀπολαύσωμεν. Οὐδεὶς γὰρ ἀνθρώπῳ πνεῦμα δωρήσεται ἢ Θεός. Πάντα δὲ ἐγράφη ἀπὸ τῆς τοῦ Κυρίου συντάξεως. Ἔστιν δὲ ἡ ἀρχὴ τάδε· οὕτως μὲν οὖν αἱ τῶν ἀμφοτέρων ἀρχαὶ ἤγουν οἱ πρόλογοι τὴν διαφωνίαν ἔχουσιν, ἀπεντεῦθεν 〈δὲ〉 ὡς ἐκ συμφώνου τὴν ἀπαρχὴν πεποιήκασιν ἀπὸ τοῦ πρώτου στοιχείου οὕτως. ΣΤΟΙΧΕΙΟΝ Α. Α. Ἄμπελος λευκή. Β. Ἀετός, πτηνόν. Γ. Ἀετίτης, λίθος. Δ. Ἀετός, ἰχθὺς ἀλέπιδος καὶ οὗτος θαλάσσιος. Ἄμπελος λευκὴ ἱερωτάτη, ἡ πρώτη καὶ θαυμαστὴ βοτάνη, ἥτις ἡ θεία ἡ λεγομένη βρυωνία. Ἀετὸς ἄρσην, βασιλεὺς πτηνῶν πάντων. Ἀετίτης, λίθος ἔγκυος ὁ κτυπῶν. Ἀετός, ἰχθὺς ἀλέπιδος παρόμοιος ἱέρακος, μελανώτερος δὲ, ἐοικὼς κατὰ πάντα τρυγόνι. Τῆς μὲν βοτανῆς ἡ ῥίζα περιαπτομένη τῷ (f. 4 v.) τραχήλῳ σπαστικοὺς καὶ ἐπιληπτικοὺς ἰᾶται· τῶν δὲ φύλλων ὁ χυλός, ὅσον κύαθος εἷς δωθεὶς τινί, δυσεντερίᾳ περιελημμένους ἀπαλλάξει. Ὑγιὴς δέ τις βουλόμενος πολυποσιᾴ χρήσασθαι τοῦ χυλοῦ τῶν φύλλων οὐγγ. α′. μετὰ ὄξους νήστης ἴσου τοῦ χυλοῦ πιών, ἀχόρταστος ἔσται ὡς μὴ γινώσκειν ὅτι πίνει. Ἐὰν δὲ καὶ τὸν λίθον τὸν ἐν τῇ κεφαλῇ τοῦ ἰχθύος μετ’ ἀκράτου πίῃ, οὐκ αἰσθήσεται τὸ σύνολον ὅτι πίνει.