(Ms. A, fol. 1 r.) Βίβλος ἅυτη Κυρανοῦ. . ἑρμείας Θεὸς (?) ἀφικλιτὴν (?) τὰ τρία ἐξ ἀμφοτέρων. Βίβλιος φυσικῶν δυνάμεων, συμπαθειῶν καὶ ἀντιπαθειῶν συνταχθεῖσα ἐκ δύο βίβλων, ἔκ τε τοῦ Κυρανοῦ βασιλέως Περσῶν τῆς πρώτης βίβλου τῶν Κυρανίδων, καὶ ἐκ τῶνἉρποκρατίωνος Ἀλεξανδρέως πρὸς οἰκείαν θυγατέρα· εἶχε δὲ ἡ πρώτη Κυρανοῦ βίβλος τοῦτο, καθὼς καὶ ὑπευήκαμεν. Θεοῦ δῶρον μέγιστον ἀγγέλων λαβὼν Ἑρμῆς ὁ τρισμέγιστος θεὸς ὃ ἀνθρώποις πᾶσιν μετέδωκεν νοητικοῖς. Μὴ οὖν μετάδος ἀνδράσιν ἀγνώμοσιν, ἀλλ’ ἔχε ἐν ἑαυτῷ ὡς κτῆμα μέγα· μόνον δὲ τέκτοις σου, εἰ δυνηθείς, μετάδος σὺ πατὴρ ἀντὶ χρυσίου πολυτίμου κτῆμα μέγα πρὸς ἐνέργειαν· (f. 1 v.) Καὶ ὄρκον αὐτοῖς δοὺς μόνον ἀσφαλῶς ἔχειν, τέκνον ἱερόν. Αὕτη ἡ βίβλος συριακοῖς ἐγκεχραγμένη γράμμασιν ἐν στήλῃ σιδηρᾷ, ἐν μὲν τῇ πρῶτῃ αὐτῆς ἀρχαϊκῇ ὑπ’ ἐμοῦ ἐρμηνευθεῖσα· ἐν ταύτῃ δὲ τῇ καλουμέμῃ κυρανίδι ἐγράφη περὶ λίθων κδ’, πτηνῶν κδ′, βοτανῶν κδ′, καὶ ἱχθύων κδ′. Τούτων οὖν ἑκάστη δύναμις συνκραθεῖσα καὶ μιγεῖσα ταῖς λοιπαῖς δυνάμεσι σώματος θνητοῦ θεραπείας ἕνεκεν·οὐ μὴν ἀλλὰ καὶ τέρψεως καὶ φύσεως εὕρεμα παρὰ Θεοῦ παντοκράτορος, τοῦ παντοδυνάμου διὰ τῆς αὐτο῀ σοφίας, βοταμῶν καὶ λίθων καὶ ἰχθύων καὶ πτηνῶν ἐνερηείας, καὶ λίθων δύναμιν καῖ ζώων καὶ θηρίων φύσιν· ἔτι τε καὶ τὰς πρὸς ἀλλήλους μίζεις τε καὶ ἐναντιῶσεις καὶ ἰδιότητας· ἥτις θεόθεν ἧκεν εἰς ἀνθρώπους γνῶσις τε καὶ πολυπειρία. Εἰς τρεῖς οὖν [ὅθεν] διελὼν κυρανίδας τὸ πᾶν σύνταγμα ἐσαφήνισα κατὰ στοιχεῖον, ὡς [ἐ]μεμνημόνευται, τὰ πράγματα. Κυρανίδες εἴρηνται διὰ τὸ τῶν ἄλλωνγραφεισῶν βίβλων βασιλίσσας εἶναι ταύτας· εὗρομεν δὲ Κυρανοῦ 〈τοῦ〉 βασι λέως Περσῶν, ὧν ἡ πρώτη αὕτη. Οὕτος μὲν ὁ τούτου (f. 2 r.) πρόλογος, τοῦ δὲ Ἁρποκρατίονος εἶχεν οὕτως.