καὶ ἐθεάσαντο αὐτὰς οἱ ἂγγελοι υἱοὶ οὐρανοῦ, καὶ ἐπεθύμησαν αὐτὰς καὶ εἶπαν πρὸς ἀλλήλους· δεῦτε ἐκλεξώμεθα ἱαυτοῖς γυναῖκας ἀπὸ τῶν ἀνθρώπων, καὶ γεννήσωμεν ἑαυτοῖς τέκνα. καὶ εἶπεν Σεμειαζᾶς πρὸς αὐτούς, ὃς ἦν ἄρχων αὐτῶν· φοβοῦμαι μὴ οὐ θελήσετε ποιῆσαι τὸ πρᾶγμα τοῦτο, καὶ ἒσομαι ἐγὼ μόνος ὀφειλέτης ἁμαρτίας μεγάλης.