καὶ τοῖς ἐκλεκτοῖς ἐ̓σται φῶς καὶ χάρις καὶ εἰρήνη καὶ αὐτοὶ κληρονομήσουσιν τὴν γῆν, ὑμῖν δὲ τοῖς ἀσεβέσιν ἔσται κατάρα. τότε δοθήσεται τοῖς ἐκλεκτοῖς φῶς καὶ χάρις, καὶ αὐτοὶ κληρονομήσουσιν τὴν γῆν· τότε δοθήσεται πᾶσιν τοῖς ἐκλεκτοῖς] σοφία, καὶ πάντες οὗτοι ζήσονται καὶ οὐ μὴ ἁμαρτήσονται ἔτι, οὐ κατὰ λήθην οὔτε κατὰ ὑπερηφανίαν, καὶ ἔσται ἐν ἀνθρώπῳ περωτισμένῳ φῶς καὶ ἀνθρώπῳ ἐπιστήμονι νόημα.