τοιγὰρ τὰς ἡμέρας ὑμῶν ὑμεῖς κατηράσασθε, καὶ τὰ ἴτη τῆς ζωῆς ὑμῶν ἀπολεῖται, καὶ τὰ ἒτη τῆς ἀπωλείας ὑμῶν πληθυνθήσεται ἐν κατάρᾳ αἰώνων, καὶ οὐκ ἒσται ὑμῖν ἒλεος καὶ εἰρήνη. τότε ἒσται τὰ ὀνόματα ὑμῶν εἰςκατάραν αἰώνιον πᾶσιν τοῖς δικαίις, καὶ ἐν ὑμῖν καταράσονται πάντες οἱ καταρώμενοι, καὶ πάντες οἱ ἁμαρτωλοὶ καὶ ἀσεβεῖς ἐν ὑμῖν ὀμοῦνται. [καὶ πάντες οἱ ἀμίαντοι χαρήσονται, καὶ ἔσται αὐτοῖς λύσις ἁμαρτιῶν καὶ πᾶν ἒλεος καὶ εἰρήνη καὶ ἐπιείκεια, ἒσται αὐτοῖς σωτηρία, φῶς ἀγαθόν, καὶ αὐτοὶ κλρηονομήσουσιν τὴν γῆν, καὶ πᾶσιν ὑμῖν τοῖς ἁμαρτωλοῖς οὐχ ὐπάρξει σωτηρία, ἀλλὰ ἐπὶ πάντας ὑμᾶς καταλύσει κατάρα.]