ὅμοιον τὸ δένδρον ἐκεῖνο στροβιλέᾳ τὸ ὕψος, τὰ δὲ φύλλα αὐτοῦ κερατί<ᾳ> ὅμοια, καρπὸς αὐτοῦ ὡσεὶ βότρυες ἀμπέλου ἱλαροὶ λίαν. ἡ δὲ ὀσμὴ αὐτοῦ διέτρεκεν πόρρω ἀπὸ τοῦ δένδρου. τότε εἶπον· ὡς καλὸν τὸ δένδρον καὶ ὡς ἐπίχαρι τῇ ὁράσει.