καὶ ἀπεκρίθη μοι λέγων· τοῦτο τὸ πνεῦμά ἐστιν τὸ ἐξελθὸν ἀπὸ Ἄβελ, ὃν ἐφόνευσεν Κάϊν ὁ ἀδελφός. καὶ Ἄβελ ἐντυγχάνει περὶ τοῦ ἀπολέσαι τὸ σπέρμα αὐτοῦ ἀπὸ προσώπου τῆς γῆς καὶ ἀπὸ τοῦ σπέρματος τῶν ἀνθρώπων ἀφανισθῆναι τὸ σπέρμα αὐτοῦ. τότε ἠρώτησα περὶ τῶν κοιλωμάτων πάντων· διὰ τί ἐχωρίσθησαν ἓν τοῦ ἑνός;