καὶ οὐκ ἐδύνατο πᾶς ἄγγελος παρελθεῖν εἰς τὸν οἶκον τοῦτον καὶ ἰδεῖν τὸ πρόσωπον αὐτοῦ διὰ τὸ ἔντιμον καὶ ἔνδοξον. καὶ οὐκ ἐδύνατο πᾶσα σάρξ ἰδεῖν αὐτοῦ τὸ πῦρ φλεγόμενον κύκλῳ. καὶ πῦρ μέγα παρειστήκει αὐτῷ, καὶ οὐδεὶς ἐγγίξει αὐτῷ < κύκλῳ, μυρίαι μυριάδες ἔστηκαν ἐνώπιον ἀὺτοῦ, καὶ πᾶς λόγος αὐτοῦ ἔργον.