καὶ φοβηθήσονται πάντες, καὶ πιστεύσουσιν οἱ ἐγρήγοροι καὶ ᾄσωσιν ἀπόκρυφα ἐν πᾶσιν τοῖς ἄκροις τῆς <γῆς< καὶ σεισθήσονται πάντα τὰ ἄκρα τῆς γῆς] καὶ λήμψεται αὐτοὺς τρόμος καὶ φόβος μέγας μέχρι τῶν περάτων τῆς γῆς. καὶ σεισθήσονται καὶ πεσοῦνται καὶ διαλυθήσονται ὄρη ὑψηλά, καὶ ταπεινωθήσονται βουνοὶ ὑψηλοὶ τοῦ διαρυῆναι ὄρη] καὶ τακήσονται ὡς κηρὸς ἀπὸ προσώπου πυρὸς ἐν φλογί.