<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg1447.tlg001.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="46"><div type="textpart" subtype="section" n="3"><p>3. Εἰ δὲ καὶ τὸν κύριον φαντασιωδῶς τὰ τοιαῦτα πεποιηκέναι ποιηκέναι
                            φήσουσιν, ἐπὶ τὰ προφητικὰ ἀνάγοντες αὐτοὺς, ἐξ αὐτῶν ἐπιδείξομεν, πάντα
                            οὕτως περὶ αὐτοῦ καὶ προειρῆσθαι, καὶ γεγονέναι βεβαίως, καὶ αὐτὸν μόνον
                            εἶναι τὸν υἱὸν τοῦ Θεοῦ. Διὸ καὶ ἐν τῷ ἐκείνου ὀνόματι οἱ ἀληθῶς αὐτοῦ
                            μαθηταὶ, παρ᾿ αὐτοῦ λαβόντες τὴν χάριν, ἐπιτελοῦσιν ἐπʼ εὐεργεσίᾳ <pb n="375"/> τῇ τῶν λοιπῶν ἀνθρώπων, καθὼς εἷς ἕκαστος αὐτῶν τὴν δωρεὰν
                                <note type="marginal">LIB. II. xitx. 3. GR. II. lvii. MASS. II.
                                xxxii. 4.</note> εἴληφε παρ᾿ αὐτοῦ. Οἱ μὲν γὰρ δαίμονας ἐλαύνουσι
                            βεβαίως καὶ ἀληθῶς, ὥστε πολλάκις καὶ πιστεύειν αὐτοὺς ἐκείνους τοὺς
                            καθαρισθέντας ἀπὸ τῶν πονηρῶν πνευμάτων, καὶ εἶναι ἐν τῇ ἐκκλησίᾳ. Οἱ δὲ
                            καὶ πρόγνωσιν ἔχουσι τῶν μελλόντων, καὶ ὀπτασίας, καὶ ῥήσεις προφητικάς.
                            Ἄλλοι δὲ τοὺς κάμνοντας διὰ τῆς τῶν χειρῶν ἐπιθέσεως ἰῶνται, καὶ ὑγιεῖς
                            ἀποκαθιστᾶσιν. Ἤδη δὲ, καθὼς ἔφαμεν, καὶ νεκροὶ ἠγέρθησαν, 1καὶ
                            παρέμειναν <note type="marginal">G. 189.</note> σὺν ὑμῖν ἱκανοῖς ἔτεσι.
                            Καὶ τί γάρ; οὐκ ἔστιν ἀριθμὸν εἰπεῖν τῶν χαρισμάτων, ὧν κατὰ παντὸς τοῦ
                            κόσμου ἡ ἐκκλησία παρὰ Θεοῦ λαβοῦσα, ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ, τοῦ
                            σταυρωθέντος ἐπὶ Ποντίου Πιλάτου, ἑκάστης ἡμέρας ἐπʼ εὐεργεσίᾳ τῇ τῶν
                            ἐθνῶν ἐπιτελεῖ, μήτε ἐξαπατῶσα τινὰς. <note type="marginal">Cf. Act.
                                viii. 9, 18.</note> μήτε ἐξαργυριζομένη. Ὡς γὰρ δωρεὰν εἴληφε παρὰ
                            Θεοῦ, δωρεὰν καὶ διακονεῖ.</p><pb n="380"/><note type="marginal">Joh. Damasc. Parall. Halloix. in vit. Iren.</note><p>Ἀλλʼ ὡς εἷς ἕκαστος ἡμῶν ἴδιον σῶμα <gap reason="omitted"/> λαμβάνει,
                            οὕτως καὶ ἰδίαν ἔχει ψυχήν. Οὐ γὰρ <gap reason="omitted"/> πτωχὸς οὐδὲ
                            ἄπορος ὁ Θεὸς, ὥστε μὴ ἑνὶ ἑκάστῳ σώματι ἰδίαν κεχαρίσθαι ψυχὴν, καθάπερ
                            καὶ ἴδιον χαρακτῆρα. Καὶ διὰ τοῦτο πληρωθέντος τοῦ ἀριθμοῦ, οὗ αὖτὸς παῤ
                            αὐτῷ προώρισε, πάντες οἱ ἐγγραφέντες εἰς ζωὴν ἀναστήσονται, ἴδια ἔχοντες
                            σώματα, καὶ ἰδίας ἔχοντες ψυχὰς, καὶ ἴδια πνείματα, ἐν οἷς εὐηρέστησαν
                            τῷ Θεῷ. Οἱ δὲ τῆς κολάσεως ἄξιοι ἀπελεύσονται εἰς τὴν αὐτὴν, καὶ αὐτοὶ
                            ἰδίας ἔχοντες ψυχὰς, καὶ ἴδια σώματα, ἐν οἷς ἀπέστησαν ἀπὸ τῆς τοῦ Θεοῦ
                            χάριτος. Καὶ παύσονται ἑκάτεροι τοῦ γεννᾶν ἔτι, καὶ γεννᾶσθαι, καὶ
                            γαμεῖν καὶ γαμεῖσθαι· ἵνα τὸ σύμμετρον φῦλον τῆς προορίσεως ἀπὸ Θεοῦ
                            ἀνθρωπότητος 1 ἀποτελεσθεὶς, τὴν ἁρμονίαν τηρήσῃ τοῦ Πατρός.</p></div></div></div></body></text></TEI>