4. Εἰ οὗν καθʼ ὃν εἰρήκαμεν τρόπον, ἔνια τῶν ζητημάτων ἀναθήσωμεν τῷ Θεῷ, καὶ τὴν πίστιν ἡμῶν διαφυλάξομεν. καὶ ἀκίνδυνοι διαμενοῦμεν, καὶ πᾶσα γραφὴ δεδομένη ἡμῖν ἀπὸ Θεοῦ σύμφωνος ἡμῖν εὑρεθήσεται, καὶ αἱ παραβολαὶ τοῖς διαῤῥήδην εἰρημένοις συμφωνήσουσι, καὶ τὰ φανερῶς εἰρημένα ἐπιλύσει τὰς παραβολὰς, καὶ διὰ τῆς τῶν λέξεων πολυφωνίας ἓν σύμφωνον μέλος ἐν ἡμῖν αἰσθήσεται Joh. Damasc. Parall. Lequien. ii. 422. Halloix. v. Iren. Φύσεως κρείττων ὁ Θεὸς, καὶ παῤ αὐτῷ τὸ θέλειν, ὅτι ἀγαθός ἐστι· καὶ τὸ δύνασθαι, ὅτι δυνατός· καὶ τὸ ἐπιτελέσαι, ὅτι εὔπορος Munter. Fragm. Patr. Gr. Fasc. I. p. 54 5 Οὐκ ἐν τῷ λέγειν, ἀλλ᾿ ἐν τῷ εἶναι ὁ κρείττων δείκνυσθαι ὀφείλει f. l. φιλεῖ . Euseb. H. E. v. 7. Niceph. H. E. iv. 13. Τοσοῦτον δὲ ἀποδέουσι τὸν νεκρὸν ἐγεῖραι, καθὼς ὁ Κύριος ἤγειρε, καὶ οἱ ἀπόστολοι διὰ προσευχῆς, καὶ ἐν τῇ ἀδελφότητι πολλάκις διὰ τὸ ἀναγκαῖον, τῆς κατὰ τόπον ἐκκλησίας πάσης αἰτησαμένης μετὰ νηστείας πολλῆς καὶ λιτανείας, ἐπέστρεψε τὸ πνεῦμα τοῦ τετελελευτηκότος, καὶ ἐχαρίσθη ὁ ἄνθρωπος ταῖς εὐχαῖς τῶν ἁγίων Kuseb. H. E. v. 7 Niceph. H. E. iv. 13.