1. ΟΙ δὲ Σηθιανοὶ οὓς Ὀφιανοὺς ἢ Ὀφίτας τίνες ὀνομάζουσιν,  Theod. H. Fab. I.14. Ἄνθρωπον καλοῦσι τὸν τῶν ἁπάντων Θεὸν, φῶς Hipp. Philos. vi. 53. αὐτὸν πάλιν ἐπονομάζοντες, καὶ μακάριον καὶ ἄφθαρτον ἀποκαλοῦντες, LiB. I. xxviii. 1. GR. 1. xxxiv. MASS. I. xxx. 1. καὶ ἐν Βυθῷ τὴν οἴκησιν ἔχειν διαβεβαιούμενοι. Τὴν δὲ 1 Ἔννοιαν αὐτοῦ Υἱὸν Ἀνθρώπου καλοῦσι, καὶ δεύτερον Ἄνθρωπον. Μετὰ δὲ τοῦτον ὑπάρχειν τὸ ἅγιον Πνεῦμα· κάτω δὲ τούτων τέσσαρα στοιχεῖα, ὕδωρ, σκότος, ἄβυσσον, χάος· θῆλυ δὲ τὸ Πνεῦμα καλοῦσι, καὶ τοῖς στοιχείοις ἐπιφέρεσθαι. Ἐρασθῆναι δέ φασι τὸν πρῶτον Ἄνθρωπον, καὶ τὸν δεύτερον, τῆς ὥρας τοῦ Πνεύματος καὶ φῶς ὁ καλοῦσι Χριστόν μὴ δυνηθεῖσαν δὲ βαστάσαι τὴν θήλειαν τοῦ φωτὸς τὴν ὑπερβολὴν LIB. I. xxviii. 1. GR. I. xxxiv. MASS. I. xxx. 2. ὑπερβλύσαι καὶ τὸν μὲν Χριστὸν σὺν τῇ μητρὶ εἰς τὸν ἄφθαρτον ἀνασπασθῆναι Αἰῶνα, ἣν καὶ ἀληθινὴν ἐκκλησίαν καλοῦσι 2. Τὴν δὲ ἀναβλυσθεῖσαν τοῦ φωτὸς ἰκμάδα .. ἐκπεσεῖν κάτω φασι καὶ κληθῆναι Σοφίαν καὶ Προύνικον καὶ Ἀῤῥενόθηλυν. Διανηχομένην δὲ ἐν τοῖε 1 ὕδασι προσλαβεῖν μὲν ἐξ αὐτῶν σῶμα καὶ βαρυνθῆναι, καὶ ὑποβρύχιον κινδυνεῦσαι γενέσθαι ἀναδύναι δὲ, καὶ ἐκ τοῦ περικειμένου LIB. I. xxviii. 2. GR. I. xxxiv. MASS. I. xxx. 3. σάματος κατασκευάσθαι τὸν οὐρανόν Ἐκεῖνον δὲ υἱὸν τοῦ Προυνίκου καλοῦσι Κᾀκεῖνος δὲ πάλιν ἄλλον υίὸν προεβάλετο   καὶ ἐξ ἐκείνου συστῆναι λέγουσιν ἕτερον καὶ μέχρι τοῦ ἑπτὰ ἀριθμοῦ προβῆναι τὰς προβολάς. LIB. I. xxviii. 2. GR. I. xxxiv. MASS. I. xxx. 4.