<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg1447.tlg001.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="14"><div type="textpart" subtype="section" n="3"><p>3. Ἔνιοι δ’ αὐτῶν τὸ μὲν ἄγειν ἐπὶ τὸ ὅδωρ περισσὸν εἶναι φάσκουσι,
                            μίξαντες δὲ ἔλαιον καὶ ὅδωρ ἐπὶ τὸ αὐτὸ, μετʼ ἐπιρρήσεων ὁμοιοτρόπων,
                            αἷς προειρήκαμεν, ἐπιβάλλουσι τῇ κεφαλῇ τῶν τελειουμένων· καὶ τοῦτʼ
                            εἶναι τὴν ἀπολύτρωσιν θέλουσι. Μυρίζουσι δὲ καὶ αὐτοὶ τῷ βαλσάμῳ. Ἄλλοι
                                <pb n="186"/>
                            <note type="marginal">LIB.I.xiv.3.GR.I.xviii.2.MASS.I.xxi.4.</note> δὲ
                            ταῦτα πάντα παραιτησάμενοι, φάσκουσι, μὴ δεῖν τὸ τῆς ἀῤῥήτου καὶ ἀοράτου
                            δυνάμεως μυστήριον διʼ ὁρατῶν καὶ φθαρτῶν ἐπιτελεῖσθαι κτισμάτων, καὶ
                            τῶν ἀνεννοήτων καὶ ἀσωμάτων δι’ αἰσθητῶν, καὶ σωματικῶν. Εἶναι δὲ
                            τελείαν ἀπολύτρωσιν, αὐτὴν τὴν ἐπίγνωσιν τοῦ ἀῤῥήτου μεγέθους· ὑπʼ
                            ἀγνοίας γὰρ ὑστερήματος καὶ πάθους γεγονότων, διὰ γνώσεως καταλύεσθαι
                            πᾶσαν τὴν ἐκ τῆς ἀγνοίας σύστασιν· ὥστε εἶναι τὴν γνῶσιν ἀπολύτρωσιν τοῦ
                            ἔνδον ἀνθρώπου. Καὶ μήτε σωματικὴν ὑπάρχειν αὐτὴν, φθαρτὸν γὰρ τὸ σῶμα·
                            μήτε ψυχικὴν, ἐπεὶ καὶ ἡ ψυχὴ ἐξ ὑστερήματος, 1καὶ ἔστι <del>l. ἐστι,
                                καὶ</del> τοῦ Πατρὸς <del>l. πνεύματος</del> ὥσπερ οἰκητήριον·
                            πνευματικὴν οὖν δεῖ <del>l. δεῖν</del> καὶ τὴν λύτρωσιν ὑπάρχειν·
                            λυτροῦσθαι γὰρ διὰ Μωϋσέως <del>l. γνώσεως</del> τὸν ἔσω ἄνθρωπον τὸν
                            πνευματικὸν, <note type="marginal">G. 92.</note> καὶ ἀρκεῖσθαι αὐτοὺς τῇ
                            τῶν ὅλων ἐπιγνώσει· καὶ <note type="marginal">Μ. 97.</note> ταύτην εἶναι
                            λύτρωσιν ἀληθῆ.</p><pb n="187"/></div><div type="textpart" subtype="section" n="4"><p>4. <gap reason="omitted"/> Ἐγὼ οἰὸς ἀπὸ πατρὸς, πατρὸς <note type="marginal">LIB.I.xiv.4.GR.I.xviii.3.MASS.I.xxi.5.</note>
                            προόντος, υἱὸς δὲ ἐν τῷ παρόντι. Ἦλθον πάντα ἰδεῖν, τὰ ἀλλότρια, καὶ τὰ
                            ἴδια· καὶ οὐκ ἀλλότρια δὲ παντελῶς, <note type="marginal">Epiphan.Hær.xxxvi.</note> ἀλλὰ τῆς Ἀχαμὼθ, ἥτις ἐστὶ θήλεια, καὶ
                            ταῦτα ἑαυτῇ ἐποίησε· κατάγω <del>l. κατάγει</del> δὲ τὸ γένος ἐκ τοῦ
                            προόντος, καὶ πορεύομαι πάλιν εἰς τὰ ἴδια, ὅθεν ἐλήλυθα. Καὶ ταῦτα
                            εἰπόντα <gap reason="omitted"/> διαφεύγειν τὰς ἐξουσίας <gap reason="omitted"/> Ἔρχεσθαι δὲ ἐπὶ τοὺς περὶ τὸν Δημιουργὸν, καὶ
                            λέγειν <gap reason="omitted"/> Σκεῦός εἰμι ἔντιμον, μᾶλλον παρὰ τὴν
                            θήλειαν τὴν ποιήσασαν ὑμᾶς. Εἰ ἡ μητὴρ ὑμῶν ἀγνοεῖ τὴν ἑαυτῆς ῥίζαν, ἐγὼ
                            οἶδα ἐμαυτὸν, καὶ γινώσκω ὅθεν εἰμὶ, καὶ ἐπικαλοῦμαι τὴν ἄφθαρτον
                            Σοφίαν, ἥτις ἐστιν <pb n="188"/>
                            <note type="marginal">LIB.I.xiv.4.GR.I xviii.3.</note> ἐν τῷ Πατρὶ,
                            μήτηρ δὲ τῆς μητρὸς ὑμῶν τῆς μὴ ἐχούσης μητέρα <del>Πατέρα</del>, ἀλλʼ
                            οὔτε σύζογον ἄῤῥενα· θέλεια δὲ ὑπὸ <note type="marginal">Μ.96.</note>
                            θηλείας γενομένη ἐποίησεν ὑμᾶς, ἀγνοοῦσα καὶ τὴν μητέρα αὐτῆς, καὶ
                            δοκοῦσα ἑαυτὴν εἶναι μόνην· ἐγὼ δὲ ἐπικαλοῦμαι αὐτῆς τὴν μητέρα. Τούτους
                            δὲ τοὺς περὶ τὸν Δημιουργὸν ἀκούσαντας σφόδρα ταραχθῆναι, καὶ καταγνῶναι
                            αὐτῶν τῆς ῥίζης, καὶ τοῦ γένους τῆς μητρός· 1αὐτὸν δὲ πορευθῆναι 2εἰςο
                                <note type="marginal">G.93.</note> τὰ ἴδια, ῥίψαντα τὸν δεσμὸν
                            αὐτοῦ, τουτέστι τὴν ψιχήν. Καὶ περὶ μὲν τῆς ἀπολυτρώσεως ταῦτά ἐστιν ὅσα
                            εἰς ἡμᾶς συνεληλύθαμεν <del>l. συνελήλυθε μέν </del>·</p><pb n="192"/><p>Οὕτως γοῦν τὸν 1 Στησίχορον διὰ τῶν ἐπῶν λοιδορήσαντα <note type="marginal">Hippol Philol vl. 19.</note> αὐτὴν, τὰς ὄψεις
                            τυφλωθῆναι· αὖθις δὲ, μεταμεληθέντος αὐτοῦ καὶ γράψαντος τὰς παλινῳδίας
                            ἐν αἷς ὕμνησεν αὐτὴν, ἀναβλέψαι. Μετενσωματουμένην <gap reason="omitted"/>
                            <pb n="193"/>
                            <note type="marginal">Hipp Philos. vI. 19.</note> οὕτως τοῖς ἀνθρώποις
                            σωτηρίαν παρέσχε διὰ τῆς ἰδίας ἐπιγνώσεως. <note type="marginal">LIB. I.
                                XVI. 2. GR. I. XX. MASS. I. xxiii. 3.</note> Κακῶς γὰρ διοικούντων
                            τῶν ἀγγέλων τὸν κόσμον, διὰ τὸ φιλαρχεῖν αὐτοὺς, εἰς ἐπανόρθωσιν
                            ἐληλυθέναι αὐτὸν ἔφη μεταμορφούμενον καὶ ἐξομοιούμενον ταῖς ἀρχαῖς καὶ
                            ταῖς ἐξουσίαις, καὶ τοῖς ἀγγέλοις, ὡς καὶ ἄνθρωπον φαίνεσθαι αὐτὸν, μὴ
                            ὄντα ἄνθρωπον, καὶ παθεῖν δὲ ἐν τῇ Ἰουδαίᾳ δεδοκηκέναι 1 καὶ μὴ
                            πεπονθότα <gap reason="omitted"/> Τοὺς δὲ προφήτας ἀπὸ τῶν κοσμοποιῶν
                            ἀγγέλων ἐμπνευσθέντας εἰρηκέναι τὰς προφητείας. Διὸ μὴ φροντίζειν αὐτῶν
                            τοὺς εἰς τὸν Σίμωνα καὶ τὴν Ἑλένην πεπιστευκότας, <del>ἕως νῦν πράσσειν
                                τὰ σὰ</del>
                            <del>ι. τοὺς συμπράσσοντας ἃ</del> βούλονται ὡς 2ἐλευθέρους· κατὰ γὰρ
                            τὴν αὐτοῦ 3 χάριν σώζεσθαι αὐτοὺς φάσκουσι· μηδὲν γὰρ εἶναι αἴτιον δίκης
                            εἰ πράξει τις κακῶς, <pb n="194"/>
                            <note type="marginal">LIB. I. xvi. 2. GR. I. xx. MASS. I. xxiii.
                                3.</note> οὐ γάρ ἐστι φύσει κακὸς, ἀλλὰ θέσαι. Ἔθεντο γάρ φησιν
                                <note type="marginal">Hipp. Philos. vi. 19</note> οἱ ἀγγέλοι οἱ τὸν
                            κόσμον ποιήσαντες ὅσα ἐβούλοντο, διὰ τῶν τοιούτων λόγων δουλοῦν
                            νομίζοντες τοὺς αὐτῶν ἀκούοντας. Φύσιν δὲ <del>ι. Λυθῆναι δὲ</del> αὖθις
                            λέγουσι τὸν κόσμον ἐπὶ λυτρώσει τῶν ἰδίων ἀνθρώπων.</p></div></div></div></body></text></TEI>