<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg1447.tlg001.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="13"><div type="textpart" subtype="section" n="1"><p>1. ΠΡΟΣ δὲ τούτοις ἀμύθητον πλῆθος ἀποκρύφων καὶ νόθων γραφῶν, ἃς αὐτοὶ
                            ἔπλασαν, παρεισφέρουσιν εἰς κατάπληξιν τῶν ἀνοήτων, καὶ τὰ τῆς ἀληθείας
                            μὴ ἐπισταμένων γράμματα. Προσπαραλαμβάνουσι δὲ εἰς τοῦτο κᾀκεῖνο τὸ
                            ῥᾳδιούργημα, 1ὡς τοῦ Κυρίου τὰ διὰ 2<del>INT. παιδὸς ὄντος καὶ
                                μανθάνοντος τὸ ἀλφάβητον</del> τοῦ διδασκάλου αὐτῷ φήσαντος, καθὼς
                            ἔθος ἐστὶν, εἰπὲ ἄλφα, ἀποκρίνασθαι τὸ ἄλφα. <pb n="178"/>
                            <note type="marginal">LIB. I. xiii. 1. GR. I. xvii. MASS. I. xx.
                                1.</note> Πάλιν τε τὸ βῆτα τοῦ διδασκάλου κελεύσαντος εἰπεῖν,
                            ἀποδοὺς κρίνασθαι τὸν Κύριον· σύ μοι πρότερον εἰπὲ τί ἐστι τὸ ἄλφα,
                                <note type="marginal">G. 87.</note> καὶ τότε σοι ἐρῶ τί ἐστι τὸ
                            βῆτα. Καὶ τοῦτο ἐξηγοῦνται, ὡς αὐτοῦ μόνου τὸ ἄγνωστον ἐπισταμένου, ὃ
                            ἐφανέρωσεν ἐν <note type="marginal">M. 92.</note> τῷ τόπῳ τοῦ ἄλφα.</p></div><div type="textpart" subtype="section" n="2"><p>2. Ἔνια δὲ καὶ τῶν ἐν τῷ Εὐαγγελίῳ κειμένων εἰς τοῦτον τὸν χαρακτῆρα
                            μεθαρμόζουσιν· ὡς τὴν πρὸς τὴν μητέρα αὐτοῦ δωδεκαετοῦς ὄντος ἀπόκρισιν·
                            1Οὐκ οἴδατε ὅτι ἐν τοῖς τοῦ Πατρός μου δεῖ με εἶναι; Ὃν οὐκ ἤδεισαν,
                            φασὶ πατέρα κατήγγελλεν αὐτοῖς· καὶ διὰ τοῦτο ἐκπέμψαι τοὺς μαθητὰς εἰς
                            τὰς δώδεκα φυλὰς, κηρύσσοντας τὸν ἄγνωστον αὐτοῖς Θεόν. Καὶ τῷ εἰπόντι
                            αὐτῷ, Διδάσκαλε ἀγαθὲ, τὸν ἀληθῶς ἀγαθὸν Θεὸν ὡμολογηκέναι εἰπόντα, Τί
                            με λέγεις ἀγαθόν; εἷς ἐστὶν ἀγαθὸς, 2ὁ Πατὴρ ἐν τοῖς οὐρανοῖς. Οὐρανοὺς
                                <pb n="179"/> δὲ νῦν τοὺς Αἰῶνας εἰρῆσθαι λέγουσι. Καὶ διὰ τὸ μὴ
                                <note type="marginal">LIB.I.xiii.2.MASS.I.xx.2.</note> ἀποκριθῆναι
                            τοῖς εἰποῦσιν αὐτῷ, 1Ἐν ποία δυνάμει τοῦτο ποιεῖς; ἀλλὰ τῇ ἀντεπερωτήσει
                            ἀπορῆσαι αὐτοὺς, τὸ ἄῤῥητον τοῦ πατρὸς, ἐν τῷ <del>adjice μὴ</del>
                            εἰπεῖν, δεδειχέναι αὐτὸν ἐξηγοῦνται. Ἀλλὰ καὶ ἐν τῷ εἰρηκέναι, 2Πολλάκις
                            ἐπεθύμησα ἀκοῦσαι ἕνα τῶν λόγων τούτων, καὶ οὐκ ἔσχον τὸν ἐροῦντα,
                            ἐμφαίνοντός φασι δεῖν <del>l. εἶναι</del> διὰ τοῦ ἑνὸς τὸν ἀληθῶς ἕνα
                            Θεὸν, ὃν οὐκ ἐγνώκεισαν. Ἔτι ἐν τῷ προσσχόντα αὐτὸν τῇ Ἱερουσαλὴμ
                            δακρῦσαι ἐπʼ αὐτὴν, καὶ εἰπεῖν· 3Εἰ ἔγνως καὶ σὺ σύμερον τὰ πρὸς
                            εἰρήνην, ἐκρύβη δὲ <del>suppl. ἀπό</del> σου· διὰ τοῦ ἐκρύβη ῥήματος, τὸ
                            ἀπόκρυφον τοῦ Βοθοῦ δεδηλωκέναι. Καὶ πάλιν εἰπόντα· Δεῦτε πρός με πάντες
                            οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κᾀγὼ ἀναπαύσω ὑμᾶς· καὶ μάθετε ἀπʼ ἐμοῦ,
                            τὸν τῆς ἀληθείας 4πατέρα κατηγγελκέναι. Ὃ γὰρ οὐκ ᾔδεισαν, φησὶ, τοῦτο
                            αὐτοῖς ὑπέσχετο διδάξειν <gap reason="omitted"/>
                            <note type="marginal">Μ.93</note>
                            <del>adj. Ἀπόδειξιν</del> δὲ τὸν <del>l. τῶν</del> ἀνωτάτω, καὶ οἱονεὶ
                            κορωνίδα <pb n="180"/>
                            <note type="marginal">IB.I.xiii.2.GR.I.xvii.MASS.I.xx.3.</note> τῆς
                            ὑποθέσεως αὐτῶν φέρουσι ταῦτα· Ἐξομολογήσομαί σοι πάτερ κύριε τῶν
                            οὐρανῶν καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ἀπὸ <note type="marginal">G.83.</note> σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις· 1οὐὰ,
                            ὁ πατήρ μου, ὅτι ἔμπροσθέν σου εὐδοκία <del>d. μοι</del> ἐγένετο. Πάντα
                            μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου· καὶ οὐδεὶς ἔγνω τὸν Πατέρα, εἰ μὴ ὁ
                            Υἱὸς, καὶ τὸν Υἱὸν, εἰ μὴ ὁ Πατὴρ, καὶ ᾦ ἂν ὁ Υἱὸς ἀποκαλόψῃ. Ἐν τούτοις
                            διαῤῥίδυν φασὶ δεδειχέναι αὐτὸν, ὡς τὸν 2ὑπʼ αὐτῶν παρεξευρημένον πατέρα
                            ἀληθείας πρὸ τῆς παρουσίας αὐτοῦ μηδενὸς πώποτε ἐγνωκότος· καὶ
                            κατασκευάζειν θέλουσιν, ὡς τοῦ ποιητοῦ καὶ κτίστου ἀεὶ ὑπὸ πάντων
                            ἐγνωσμένου· καὶ ταῦτα τὸν Κύριον εἰρηκέναι περὶ τοῦ ἀγνώστου τοῖς πᾶσι
                            Πατρὸς, ὃν αὐτοὶ καταγγέλλουσι.</p></div></div></div></body></text></TEI>